Humanitext Reader

亚里士多德 · 动物的诸部分 §3.14.1-3.14.7

胃的功能与反刍动物的多个胃室

第 58 段,共 84 段 · 希腊语

内容简介

本章讨论了横膈膜下方胃的位置与功能,解释了为何像骆驼及其他反刍动物这样非双排齿的动物,由于其食物性质和牙齿的缺乏而需要多个胃,并给出了这些胃室的名称。

§3.14.114 Ὑπὸ δὲ τὸ ὑπόζωμα κεῖται ἡ κοιλία τοῖς ζῴοις, τοῖς μὲν ἔχουσιν οἰσοφάγον ᾖ τελευτᾷ τοῦτο τὸ μόριον, τοῖς δὲ μὴ ἔχουσιν εὐθὺς πρὸς τῷ στόματι· τῆς δὲ κοιλίας ἐχόμενον τὸ καλούμενον ἔντερον.
14 在隔膜下方坐落着动物的胃,在拥有食道的动物中,胃位于该部位结束之处,而在没有食道的动物中,胃则紧接在口部;紧接着胃的是所谓的肠。
§3.14.22 διʼ ἣν δʼ αἰτίαν ἔχει ταῦτα τὰ μόρια τῶν ζῴων ἕκαστον, φανερὸν πᾶσιν.
2 至于每个动物拥有这些部位的原因,对所有人都是显而易见的。
καὶ γὰρ δέξασθαι τὴν εἰσελθοῦσαν τροφὴν καὶ τὴν ἐξικμασμένην ἀναγκαῖον ἐκπέμψαι, καὶ μὴ τὸν αὐτὸν τόπον εἶναι τῆς τʼ ἀπέπτου καὶ τού περιττώματος, εἶναί τέ τινα δεῖ τόπον ἐν ᾧ μεταβάλλει.
因为必须接纳进入的食物,并排出已被榨干水分的物质,且未消化的食物与残留物的场所不能是同一处,还必须有某个使其发生变化的场所。
τὸ μὲν γὰρ τὴν εἰσελθοῦσαν ἕξει μόριον, τὸ δὲ τὸ περίττωμα τὸ ἄχρηστον· ὥσπερ δὲ χρόνος ἕτερος ἑκατέρου τούτων, ἀναγκαῖον διειλῆφθαι καὶ τοῖς τόποις.
因为一部分将容纳进入的食物,另一部分将容纳无用的残留物;正如这两者的每一方的时间是不同的,它们在空间上也必须有所区分。
§3.14.33 ἀλλὰ περὶ μὲν τούτων ἐν τοῖς περὶ τὴν γένεσιν καὶ τὴν τροφὴν οἰκειότερός ἐστιν ὁ διορισμός· περὶ δὲ τῆς διαφορᾶς τῆς κοιλίας καὶ τῶν συντελῶν μορίων νῦν ἐπισκεπτέον.
3 至于这些事情,在关于生成和营养的论述中作更具体的限定更为合适;而关于胃及其协同部位的差异,我们现在必须予以考察。
§3.14.44 οὔτε γὰρ τοῖς μεγέθεσιν οὔτε τοῖς εἴδεσιν ὁμοίας ἔχουσιν ἀλλήλοις τὰ ζῷα· ἀλλʼ ὅσα μέν ἐστιν αὐτῶν ἀμφώδοντα τῶν ἐναίμων καὶ τῶν ζῳοτόκων, μίαν ἔχει κοιλίαν, οἷον ἄνθρωπος καὶ κύων καὶ λέων καὶ τἆλλα ὅσα πολυδάκτυλα, καὶ ὅσα μώνυχα, οἷον ἵππος, ὀρεύς, ὄνος, καὶ ὅσα διχαλὰ μὲν ἀμφώδοντα δέ, οἷον ὗς, πλὴν εἰ μὴ τι διὰ μέγεθος τοῦ σήματος καὶ τὴν τῆς τροφῆς δύναμιν, οὖσαν οὐκ εὔπεπτον ἀλλʼ ἀκανθώδη καὶ ξυλικὴν, ἔχει πλείους, οἷον κάμηλος, ὥσπερ καὶ τὰ κερατοφόρα.
4 因为动物之间无论在大小上还是形状上,都没有彼此相似的胃;相反,在有血且胎生的动物中,凡是双排齿的,都只有一个胃,例如人、狗、狮子以及其他所有多趾动物,还有那些单蹄动物,例如马、骡、驴,以及那些蹄分叉但属于双排齿的动物,例如猪。 除非由于身体的大小和食物的效能(食物不易消化,多刺且木质化),拥有多个胃,例如骆驼,正如那些有角的动物一样。
τὰ γὰρ κερατοφόρα οὐκ ἔστιν ἀμφώδοντα· διὰ τοῦτο δὲ καὶ ἡ κάμηλος οὐ τῶν ἀμφωδόντων ἐστίν, ἀκέρατος οὖσα, διὰ τὸ ἀναγκαιότερον εἶναι αὐτ τὴν κοιλίαν ἔχειν τοιαύτην ἢ τοὺς προσθίους ὀδόντας.
因为有角的动物并非双排齿;正因如此,骆驼虽然无角,但也不属于双排齿动物,因为对于它来说,拥有这样的胃比拥有前齿更为必要。
ὥστʼ ἐπεὶ ταύτην ὁμοίαν ἔχει τοῖς μὴ ἀμφώδουσι, καὶ τὰ περὶ τοὺς ὀδόντας ὁμοίως ἔχει αὐτῇ, ὡς οὐδὲν ὄντας προέργου.
因此,既然它的胃与非双排齿动物相似,它在牙齿方面的情况也相似,就好像前齿没有什么用处一样。
§3.14.5ἅμα δὲ καὶ ἐπεὶ ἡ τροφὴ ἀκανθώδης, τὴν 5 δὲ γλῶτταν ἀνάγκη σαρκώδη εἶναι, πρὸς σκληρότητα τοῦ οὐρανοῦ κατακέχρηται τῷ ἐκ τῶν ὀδόντων γεώδει ἡ φύσις.
与此同时,由于食物多刺, 5 而舌头必然是多肉的,自然便将本可用于牙齿的泥土性物质,转而用于上腭的坚硬。
§3.14.6καὶ μηρυκάζει δʼ ἡ κάμηλος ὧσπερ τὰ 6 κερατοφόρα, διὰ τὸ τὰς κοιλίας ὁμοίας ἔχειν τοῖς κερατοφόροις.
并且,由于胃部与有角动物相似, 6 骆驼也像有角动物一样反刍。
τούτων δ᾿ ἕκαστον πλείους ἔχει κοιλίας, οἷον πρόβατον, βοῦς, αἴξ, ἔλαφος, καὶ τἆλλα τὰ τοιαῦτα τῶν ζῴων, ὅπως ἐπειδὴ τῆς ἐργασίας ἐλλείπει περὶ τὴν τροφὴν ἡ λειτουργία ἡ τοῦ στόματος διὰ τὴν ἔνδειαν τῶν ὀδόντων, ἡ τῶν κοιλιῶν ἑτέρα πρὸς ἑτέρας δεχομένη τὴν τροφὴν, ἡ μὲν ἀκατέργαστον, ἡ δὲ κατειργασμένην μᾶλλον, ἡ δὲ πάμπαν, ἡ δὲ λείαν.
这些动物中的每一个都拥有多个胃,例如绵羊、牛、山羊、鹿以及其他此类动物;这是因为,当由于缺乏牙齿而导致口部在处理食物方面的功能不足时,这些胃便一个接一个地接纳食物,一个接纳未加工的,另一个接纳加工得更多的,另一个接纳完全加工的,另一个接纳研磨光滑的。
διὸ τὰ τοιαύτα τῶν ζῴων πλείους ἔχει τόπους καὶ μόρια.
因此,此类动物拥有更多的空间和部位。
§3.14.7καλοῦνται δὲ ταύτα κοιλία καὶ κεκρύφαλος 7 καὶ ἐχῖνος καὶ ἤνυστρον.
这些胃分别被称为瘤胃、网胃、 7 瓣胃和皱胃。
ὄν δʼ ἔχει τρόπον ταῦτα πρὸς ἄλληλα τῇ θέσει καὶ τοῖς εἴδεσιν, ἔκ τε τῆς ἱστορίας τῆς περὶ τὰ ζῷα δεῖ θεωρεῖν καὶ ἐκ τῶν ἀνατομῶν.
至于它们在位置和形状上如何相互关联,应当从《动物志》和解剖图中进行观察。

词汇与语法注释

  1. 3.14.1 — 关系代名词 ὅς 的与格阴性单数形式 ᾗ(此处记为 ᾖ),用作副词,意为“在……的地方”,指示食道结束的位置。
  2. 3.14.4διὰ τὸ ἀναγκαιότερον εἶναι αὐτὴν κοιλίαν ἔχειν τοιαύτην ἢ τοὺς προσθίους ὀδόντας — 由介词 διὰ 引导的带冠词不定式结构。不定式的逻辑主语是宾格的 αὐτὴν(指骆驼)。不定式 ἔχειν 隶属于比较级形容词 ἀναγκαιότερον,构成了“相比于拥有前齿(τοὺς προσθίους ὀδόντας),拥有这样的胃(κοιλίαν ἔχειν τοιαύτην)对它而言更为必要”的比较句式。
  3. 3.14.4ὡς οὐδὲν ὄντας προέργου — 粒子 ὡς 与宾格分词 ὄντας 结合,修饰前面的 τὰ περὶ修饰的对象 τὰ περὶ τοὺς ὀδόντας(或 ὀδόντας),表示主观视之的理由或状态。短语 προέργου(源自 πρὸ ἔργου)用作表语性属格,意为“有用的”,整句意为“仿佛它们毫无用处”。
  4. 3.14.6ἡ τῶν κοιλιῶν ἕτέρα πρὸς ἑτέρας δεχομένη τὴν τροφὴν, ἡ μὲν ἀκατέργαστον, ἡ δὲ κατειργασμένην μᾶλλον — 在由 ὅπως 引导的目的从句中,出现了一种破格句法(anacoluthon)。在分词 δεχομένη 之后,使用了表示整体与部分的同位语结构(“ἡ μὲν…… ἡ δὲ……”),在没有谓语动词的情况下描述了各个胃的不同功能。各宾格形容词(如 ἀκατέργαστον)用作状语性表语,表示“以未加工的状态(接纳食物)”。

引用这一段

亚里士多德, 动物的诸部分 §3.14.1-3.14.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg030.humanitext-grc1:3.14.1-3.14.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。