§2.5.15 Πιμελὴ δὲ καὶ στέαρ διαφέρουσι μὲν ἀλλήλων κατὰ τὴν τοῦ αματος διαφοράν.
5 軟脂と硬脂は、血液の違いに応じて、互いに異なっている。
ἔστι γὰρ ἔκάτερον αὐτῶν αἷμα πεπεμμένον διʼ εὺτροφίαν, καὶ τὸ μὴ καταναλισκόμενον εἰς τὸ σαρκῶδες μὸριον τῶν ζῴων, εὔπεπτον δὲ καὶ εὐτραφές.
なぜなら、それらのどちらも、十分な栄養のおかげで、また動物の肉質の部分へと消費されずに残った、消化しやすく滋養に富む、消化された血液だからである。
δηλοῖ δὲ τὸ λιπαρὸν αὐτῶν·
そのことは、それらの脂っぽさが示している。
τῶν γὰρ ὑγρῶν τὸ λιπαρὸν κοινὸν ἀέρος καὶ πυρός ἐστιν.
なぜなら、液体のうちで脂っぽいものは、空気と火に共通の性質を持っているからである。
διὰ τοῦτο οὐδὲν ἔχει τῶν ἀναίμων οὔτε πιμελὴν οὔτε στέαρ, ὅτι οὐδ αἷμα.
このため、無血動物は血液を持たないため、軟脂も硬脂も全く持たない。
τῶν δʼ ἐναίμων τὰ μὲν σωματῶδες ἕχοντα τὸ αἷμα στέαρ ἔχει μᾶλλον.
他方、有血動物のうち、中身の詰まった血液を持つものは、むしろ硬脂を持つ。
τὸ γὰρ στέαρ γεῶδές ἐστι, διὸ πήγνυται καθάπερ καὶ τὸ αἷμα τὸ ἐνῶδες καὶ αὐτὸ καὶ οἱ ζωμοὶ οἱ τοιοῦτοι·
なぜなら、硬脂は土っぽいものであり、それゆえ、繊維に富む血液そのものや、そのような煮汁が凝固するのと同様に凝固するからである。
ὀλίγον γὰρ ἔχει ὕδατος, τὸ δὲ πολὺ γῆς.
なぜなら、それは水が少なく、土が多いからである。
§2.5.22 διὸ τὰ μὴ ἀμφώδοντα ἀλλὰ κερατώδη στέαρ ἔχει.
2 それゆえ、上下両あごに歯が揃っておらず、角のある動物は硬脂を持つ。
φανερὰ δʼ ἡ φύσις οὐτῶν τοῦ τοιούτου στοιχείου πλήρης οὖσα τῷ κερατώδης εἶναι καὶ ἀστραγάλους ἔχειν·
そのような元素が彼らの本性に満ちていることは、彼らが角を持ち、距骨を持つことによって明らかである。
ἅπαντα γὰρ ξηρὰ καὶ γεηρὰ τὴν φύσιν ἐστίν.
なぜなら、これらはすべて本性において乾燥しており土っぽいからである。
τὰ δʼ ἀμφώδοντα καὶ ἀκέρατα καὶ πολυσχιδῆ πιμελὴν ἔχει ἀντὶ στέατος, ἥ οὐ πήγνυται οὐδὲ θρύπτεται ξηραινομένη διὰ τὸ μὴ εἶναι γεώδη τὴν φύσιν αὐτῆς.
他方、両あごに歯があり、角がなく、指が分かれている動物は、硬脂の代わりに軟脂を持つが、それはその本性が土っぽくないため、乾燥しても凝固せず、脆く砕けもしない。
§2.5.33 μέτρια μὲν οὖν ταῦτα ὄντα ἐν τοῖς μορίοις τῶν ζῴων ὠφελεῖ (πρὸς μὲν γὰρ αἴσθησιν οὐκ ἐμποδίζει, πρὸς δʼ ὑγίειαν καὶ δύναμιν ἔχει βοήθειαν), ὑπερβάλλοντα δὲ τῷ πλήθει φθείρει καὶ βλάπτει.
3 さて、これらが動物の諸部分に適度に含まれているときは有益である(なぜなら、感覚を妨げず、健康と力に対して助けとなるからである)。 しかし、分量において過度になると、損ない害を与える。
εί γὰρ πᾶν γένοιτο τὸ σῶμα πιμελὴ καὶ στέαρ, ἀπόλοιτʼ ἄν.
もし身体全体が軟脂と硬脂になってしまったら、滅びてしまうだろう。
ζῷον μὲν γάρ ἐστι κατὰ· τὸ αίσθητικὸν μόριον, ἡ δὲ σὰρξ καὶ τὸ ἀνάλογον αἰσθητικόν·
なぜなら、動物であることは感覚器官によるのであり、肉およびそれに対応するものが感覚器官だからである。
τὸ δʼ αἷμα, ὥσπερ εἴρηται καὶ πρότερον, οὐκ ἔχει αἴσθησιν, διὸ οὐδὲ πιμελὴ οὐδὲ στέαρ·
しかし血液は、以前にも言われたように、感覚を持たない。 それゆえ、軟脂も硬脂も感覚を持たない。
αἷμα γὰρ πεπεμμένον ἐστίν.
それらは消化された血液だからである。
ὥστʼ εἰ πἀν γένοιτο τὸ σῶμα τοιοῦτον, οὐκ ἂν ἔχοι οὐδεμίαν αἴσθησιν.
したがって、もし身体全体がそのようなものになってしまえば、いかなる感覚も持たなくなるだろう。
διὸ καὶ γηράσκει ταχέως τὰ λίαν πίονα·
それゆえ、極度に肥満したものは急速に老いる。
ὀλίγαιμα γὰρ ἅτε εἰς τὴν πιότητα ἀναλισκομένου τοῦ αἵματος, τὰ δʼ ὀλίγαιμα ᾔδῃ προωδοποίηται πρὸς τὴν φθοράν·
血液が肥満のために消費されて血が少なくなるからであり、血が少ないものはすでに滅びへとあらかじめ道が備えられている。
ἡ γὰρ φθορὰ ὀλιγαιμία τις ἐστί, καὶ τὸ ὀλίγον παθητικὸν καὶ ὑπὸ ψυχροῦ τοῦ τυχόντος καὶ ὑπὸ θερμού.
なぜなら、滅びとは一種の貧血であり、少ないものは、ありふれた寒さや熱によっても影響を受けやすいからである。
καὶ ἀγονώτερα δὴ τὰ πίονά ἐστι διὰ τὴν αὐτὴν αἰτίαν·
また、肥満したものがより不妊であるのも、同じ原因による。
§2.5.4ὅ γὰρ 4 ἔδει ἐκ τοῦ αἵματος εἰς τὴν γονὴν ἐέναι καὶ τὸ σπέρμα, τοῦτʼ εἰς τὴν πιμελὴν ἀναλίσκεται καὶ τὸ στέαρ·
なぜなら、4 本来なら血液から生殖物質や種子へと行くべきであったもの(栄養)が、軟脂や硬脂へと消費されてしまうからである。
πεττόμενον γὰρ τὸ αἷμα γίνεται ταύτα, ὥστε ἢ ὅλως οὐ γίνεται περίττωμα αὑτοῖς οὐδὲν ἢ ὀλίγον.
なぜなら、血液が消化されることによってこれらになるのであり、その結果、彼らには余剰物が全く生じないか、わずかしか生じないからである。
καὶ περὶ μὲν αἵμεατος καὶ ίχῶρος καὶ πιμελῆς καὶ στέωτος, τί τέ ἐστιν ἕκαστον οὐτων καὶ διὰ τίνας αἰτίας, εἴρηται.
血液、漿液、軟脂、硬脂について、それらのそれぞれが何であり、どのような原因によるものであるかについては、述べられた。