§2.5.15 Πιμελὴ δὲ καὶ στέαρ διαφέρουσι μὲν ἀλλήλων κατὰ τὴν τοῦ αματος διαφοράν.
5 Soft fat and suet differ from each other according to the difference of the blood.
ἔστι γὰρ ἔκάτερον αὐτῶν αἷμα πεπεμμένον διʼ εὺτροφίαν, καὶ τὸ μὴ καταναλισκόμενον εἰς τὸ σαρκῶδες μὸριον τῶν ζῴων, εὔπεπτον δὲ καὶ εὐτραφές.
For each of them is blood concocted owing to good nutrition, and that which is not consumed into the fleshy part of animals, being easy to concoct and nutritious.
δηλοῖ δὲ τὸ λιπαρὸν αὐτῶν· τῶν γὰρ ὑγρῶν τὸ λιπαρὸν κοινὸν ἀέρος καὶ πυρός ἐστιν.
And their oiliness shows this; for of liquids, the oily is common to air and fire.
διὰ τοῦτο οὐδὲν ἔχει τῶν ἀναίμων οὔτε πιμελὴν οὔτε στέαρ, ὅτι οὐδ αἷμα.
On this account, none of the bloodless animals has either soft fat or suet, because they do not even have blood.
τῶν δʼ ἐναίμων τὰ μὲν σωματῶδες ἕχοντα τὸ αἷμα στέαρ ἔχει μᾶλλον.
But of the blooded ones, those having denser blood have suet rather.
τὸ γὰρ στέαρ γεῶδές ἐστι, διὸ πήγνυται καθάπερ καὶ τὸ αἷμα τὸ ἐνῶδες καὶ αὐτὸ καὶ οἱ ζωμοὶ οἱ τοιοῦτοι· ὀλίγον γὰρ ἔχει ὕδατος, τὸ δὲ πολὺ γῆς.
For suet is earthy, wherefore it coagulates just as fibrous blood itself does, and such broths; for it has little water, but much earth.
§2.5.22 διὸ τὰ μὴ ἀμφώδοντα ἀλλὰ κερατώδη στέαρ ἔχει.
2 Wherefore those that do not have teeth in both jaws but have horns have suet.
φανερὰ δʼ ἡ φύσις οὐτῶν τοῦ τοιούτου στοιχείου πλήρης οὖσα τῷ κερατώδης εἶναι καὶ ἀστραγάλους ἔχειν· ἅπαντα γὰρ ξηρὰ καὶ γεηρὰ τὴν φύσιν ἐστίν.
And their nature is clearly full of such an element by being horned and having astragali; for all these are dry and earthy in nature.
τὰ δʼ ἀμφώδοντα καὶ ἀκέρατα καὶ πολυσχιδῆ πιμελὴν ἔχει ἀντὶ στέατος, ἥ οὐ πήγνυται οὐδὲ θρύπτεται ξηραινομένη διὰ τὸ μὴ εἶναι γεώδη τὴν φύσιν αὐτῆς.
But those that have teeth in both jaws, are hornless, and have many-cloven feet, have soft fat instead of suet, which does not coagulate nor crumble when dried, because its nature is not earthy.
§2.5.33 μέτρια μὲν οὖν ταῦτα ὄντα ἐν τοῖς μορίοις τῶν ζῴων ὠφελεῖ (πρὸς μὲν γὰρ αἴσθησιν οὐκ ἐμποδίζει, πρὸς δʼ ὑγίειαν καὶ δύναμιν ἔχει βοήθειαν), ὑπερβάλλοντα δὲ τῷ πλήθει φθείρει καὶ βλάπτει.
3 Now, when these are moderate in the parts of animals, they are beneficial (for they do not impede sensation, and provide help for health and strength), but when they exceed in quantity, they ruin and harm.
εί γὰρ πᾶν γένοιτο τὸ σῶμα πιμελὴ καὶ στέαρ, ἀπόλοιτʼ ἄν.
For if the whole body should become soft fat and suet, it would perish.
ζῷον μὲν γάρ ἐστι κατὰ· τὸ αίσθητικὸν μόριον, ἡ δὲ σὰρξ καὶ τὸ ἀνάλογον αἰσθητικόν· τὸ δʼ αἷμα, ὥσπερ εἴρηται καὶ πρότερον, οὐκ ἔχει αἴσθησιν, διὸ οὐδὲ πιμελὴ οὐδὲ στέαρ· αἷμα γὰρ πεπεμμένον ἐστίν.
For an animal is such by virtue of its sensory part, and flesh and what is analogous to it are sensory; but blood, as was also said before, does not have sensation, wherefore neither does soft fat nor suet; for they are concocted blood.
ὥστʼ εἰ πἀν γένοιτο τὸ σῶμα τοιοῦτον, οὐκ ἂν ἔχοι οὐδεμίαν αἴσθησιν.
Consequently, if the whole body should become such, it would have no sensation at all.
διὸ καὶ γηράσκει ταχέως τὰ λίαν πίονα· ὀλίγαιμα γὰρ ἅτε εἰς τὴν πιότητα ἀναλισκομένου τοῦ αἵματος, τὰ δʼ ὀλίγαιμα ᾔδῃ προωδοποίηται πρὸς τὴν φθοράν· ἡ γὰρ φθορὰ ὀλιγαιμία τις ἐστί, καὶ τὸ ὀλίγον παθητικὸν καὶ ὑπὸ ψυχροῦ τοῦ τυχόντος καὶ ὑπὸ θερμού.
Wherefore also those that are excessively fat age quickly; for they have little blood, since the blood is consumed into the fatness, and those with little blood are already prepared beforehand for destruction; for destruction is a certain lack of blood, and that which is little is susceptible both to any cold and heat that may occur.
καὶ ἀγονώτερα δὴ τὰ πίονά ἐστι διὰ τὴν αὐτὴν αἰτίαν· §2.5.4ὅ γὰρ 4 ἔδει ἐκ τοῦ αἵματος εἰς τὴν γονὴν ἐέναι καὶ τὸ σπέρμα, τοῦτʼ εἰς τὴν πιμελὴν ἀναλίσκεται καὶ τὸ στέαρ· πεττόμενον γὰρ τὸ αἷμα γίνεται ταύτα, ὥστε ἢ ὅλως οὐ γίνεται περίττωμα αὑτοῖς οὐδὲν ἢ ὀλίγον.
And indeed, fat animals are less fertile for the same cause; for that 4 which ought to go from the blood into the generative fluid and the seed, this is consumed into the soft fat and the suet; for the blood, by being concocted, becomes these, so that either absolutely no residue is produced for them, or only a little.
καὶ περὶ μὲν αἵμεατος καὶ ίχῶρος καὶ πιμελῆς καὶ στέωτος, τί τέ ἐστιν ἕκαστον οὐτων καὶ διὰ τίνας αἰτίας, εἴρηται.
And concerning blood, ichor, soft fat, and suet, what each of them is and through what causes, has been said.