§2.1.5ὡς μὲν οὖν ἕνεκά τινος διὰ ταύτην τὴν αἰτίαν 5 ἔχει περὶ τούτων τὸν εἰρημένον τρόπον·
さて、このようにして、目的(何かのため)という、この原因によって、これらについては述べられたような仕方でなっている。
ἐπεὶ δὲ ζητεῖται καὶ πῶς ἀναγκαῖον ἔχειν οὕτω, φανερὸν ὅτι προϋπῆρχεν οὕτω πρὸς ἄλληλα ἔχοντα ἐξ ἀνάγκης.
しかし、どのようにしてこのようにあることが必然であるのかも探求されるのであるから、それらが必然的に互いにこのように関係しつつあらかじめ存在していたことは明らかである。
τὰ μὲν γὰρ ἀνομοιομερῆ ἐκ τῶν ὁμοιομερῶν ἐνδέχεται συνεστάναι, καὶ ἐκ πλειόνων καὶ ἑνὸς, οἷον ἔνια τῶν σπλάγχνων·
なぜなら、異質部分は同質部分から構成され得るのであり、複数の同質部分から、あるいは単一の同質部分から構成される、たとえば内臓のいくつかがそうである。
πολύμορφα γὰρ τοῖς σχήμασιν, ἐξ ὁμοιομεροῦς ὄντα σώματος ὡς εἰπεῖν ἀπλῶς.
なぜなら、それらは形においては多種多様であるが、一言で言えば単純に同質的な物体からできているからである。
§2.1.6τὰ δʼ ὁμοιομερῆ ἐκ τούτων ἀδύνατον·
しかし、同質部分がこれら(異質部分)からなることは不可能である。
τὸ γὰρ ὁμοιομερὲς 6 πόλλʼ ἂν εἴη ἀνομοιομερῆ.
なぜなら、同質部分が多くの異質部分から構成されることになってしまうからである。
διὰ μὲν οὖν ταύτας τὰς αἰτίας τὰ μὲν ἁπλᾶ καὶ ὁμοιομερῆ, τὰ δὲ σύνθετα καὶ ἀνομοιομερῆ τῶν μορίων ἐν τοῖς ζῴοις ἐστίν.
それゆえ、これらの原因によって、動物の部分には、一方では単純で同質なものがあり、他方では複合的で異質なものがある。
ὄντων δὲ τῶν μὲν ὀργανικῶν μερῶν τῶν δʼ αἰσθητηρίων ἐν τοῖς ζῴοις, τῶν μὲν ὀργανικῶν ἕκαστον ἀνομοιομερές ἐστιν, ὥσπερ εἶπον πρότερον, ἡ δʼ αἴσθησις συνεγγίνεται πᾶσιν ἐν τοῖς ὁμοιομερέσι, διὰ τὸ τῶν αἰσθήσεων ὁποιανοῦν ἑνός τινος εἶναι γένους, καὶ τὸ αἰσθητήριον ἑκάστου δεκτικὸν εἶναι τῶν αἰσθητῶν.
動物には、一方では道具的な部分(器官)があり、他方では感覚器官があるが、道具的部分の各々は先に述べたように異質部分であり、感覚はすべて同質部分において生じる。 それは、感覚のいかなるものも一つの類に属し、各々の感覚器官が感覚対象を受け入れるものであるからである。
πάσχει δὲ τὸ δυνάμει ὂν ὑπὸ τοῦ ἐνεργείᾳ ὄντος, ὥστʼ ἔστι τὸ αὐτὸ τῷ γένει καὶ ἐκεῖνο ἓν καὶ τοῦτο ἕν, καὶ διὰ τοῦτο χεῖρα μὲν ἢ πρόσωπον ἢ τῶν τοιούτων τι μορίων οὐδεὶς ἐγχειρεῖ λέγειν τῶν φυσιολόγων τὸ μὲν εἶναι γῆν, τὸ δʼ ὕδωρ, τὸ δὲ πῦρ·
ところで、可能的にあるものは現実的にあるものによって作用を受ける。 したがって、それは類において同じであり、あちらも一つ、こちらも一つである。 それゆえ、手や顔やそのような部分のいずれかについて、自然哲学者たちの誰も、一方は土、他方は水、他方は火である、などと言おうとは試みない。
τῶν δʼ αἰσθητηρίων ἕκαστον πρὸς ἕκαστον ἐπιζευγνύουσι τῶν στοιχείων, τὸ μὲν ἀέρα φάσκοντες εἶναι, τὸ δὲ πῦρ.
これに対して、感覚器官の各々を元素の各々に結びつけ、あるものは空気であり、他はあるものは火であると主張するのである。
§2.1.7οὔσης δὲ τῆς αἰσθήσεως 7 ἐν τοῖς ἁπλοῖς μέρεσιν εὐλόγως μάλιστα συμβαίνει τὴν ἁρὴν ἐν ὁμοιομερεῖ μὲν ἥκιστα δʼ ἀπλῷ τῶν αἰσθητηρίων ἐγγίνεσθαι·
感覚が単純な部分にあるので、触覚が、感覚器官のうちで同質的でありながらも最も単純ではないものにおいて生じるのは、極めて妥当である。
μάλιστα γὰρ αὕτη δοκεῖ πλειόνων εἶναι γενῶν, καὶ πολλὰς ἔχειν ἐναντιώσεις τὸ ὑπὸ ταύτην αἰσθητόν, θερμὸν ψυχρὸν, ξηρὸν ὑγρὸν καὶ εἴ τι ἄλλο τοιοῦτον·
なぜなら、触覚は最も多くの類に関わると思われ、その感覚対象(可感物)は多くの対立、すなわち温・冷、乾・湿、その他これに類するものを持っているからである。
καὶ τὸ τούτων αἰσθητήριον, ἡ σάρξ, καὶ τὸ ταύτῃ ἀνάλογον σωματωδέστατόν ἐστι τῶν αἰσθητηρίων.
そして、これらの感覚器官である肉(およびそれに対応するもの)は、感覚器官の中で最も身体的なものである。
ἐπεὶ δʼ ἀδύνατον εἶναι ζῷον ἄνευ αἰσθήσεως, καὶ διὰ τοῦτο ἂν εἴη ἀναγκαῖον ἔχειν τοῖς ζῴοις ἔνια μόρια ὁμοιομερῆ·
動物が感覚なしに存在することは不可能であるから、この点からも動物がいくつかの同質な部分を持つことは必然であるだろう。
ἡ μὲν γὰρ αἴσθησις ἐν τούτοις, αἱ δὲ πράξεις διὰ τῶν ἀνομοιομερῶν ὑπάρχουσιν αὐτοῖς.
なぜなら、感覚はこれらの同質部分の中にあり、活動は異質部分を通じて動物に備わっているからである。
§2.1.88 τῆς δʼ αἰσθητικῆς δυνάμεως καὶ τῆς κινούσης τὸ ζῷον καὶ τῆς θρεπτικῆς ἐν ταὐτῷ μορίῳ τού σύματος οὔσης, καθάπερ ἐν ἑτέροις εἴρηται πρότερον, ἀναγκαῖον τὸ ἔχον πρῶτον μόριον τὰς τοιαύτας ἀρχάς, ᾗ μέν ἐστι δεκτικὸν πάντων τῶν αἰσθητῶν, τῶν ἁπλῶν εἶναι μορίων, ᾗ δὲ κινητικὸν καὶ πρακτικὸν, τῶν ἀνομοιομερῶν.
感覚能力、動物を運動させる能力、および栄養摂取の能力が身体の同一の部分にあるため、他で以前に述べられたように、これらの原理を最初に保持している部分は、すべての可感物を受け入れるという点においては単純な(同質な)部分からなり、運動を引き起こし活動するという点においては異質な部分からなることが必然である。
διόπερ ἐν μὲν τοῖς ἀναίμοις ζῴοις τὸ ἀνάλογον, ἐν δὲ τοῖς ἐναίμοις ἡ καρδία τοιοῦτόν ἐστιν·
それゆえ、無血動物においてはそれに対応する部分が、有血動物においては心臓がそのようなものである。
διαιρεῖται μὲν γὰρ εἰς ὁμοιομερῆ καθάπερ τῶν ἄλλων σπλάγχνων ἕκαστον, διὰ δὲ τὴν τοῦ σχήματος μορφὴν ἀνομοιομερές ἐστιν.
なぜなら、心臓は他の内臓の各々と同様に同質部分へと分割される一方で、その形のあり方ゆえに異質部分でもあるからである。
ταύτῃ δʼ ἠκολούθηκε καὶ τῶν ἄλλων τῶν καλουμένων σπλάγχνων ἕκαστον.
他のいわゆる内臓の各々もこれに従っている。
ἐκ τῆς αὐτῆς γὰρ ὕλης συνεστᾶσιν·
なぜなら、それらは同じ物質から構成されているからである。
αἱματικὴ γὰρ ἡ φύσις πάντων αὐτῶν διὰ τὸ τὴν θέσιν ἔχειν ἐπὶ πόροις φλεβικοῖς καὶ διαλήψεσιν.
実際、血管の通路と分岐点に位置しているために、それらすべての本性は血液に満ちたものである。
§2.1.99 καθάπερ οὖν ῥέοντος ὕδατος ἰλύς, τἆλλα σπλάγχνα τῆς διὰ τῶν φλεβῶν ῥύσεως τοῦ αἵματος οἷον προχεύματα ἐστιν·
したがって、流れる水の沈殿物(泥)のように、他の内臓は血管を通る血液の流れの、いわば流出物である。
ἡ δὲ καρδία, διὰ τὸ τῶν φλεβῶν ἀρχὴ εἶναι καὶ ἔχειν ἐν αὑτῇ τὴν δύναμιν τὴν δημιουργοῦσαν τὸ αἷμα πρώτην, εὔλογον, ἐξ οἵας δέχεται τροφῆς, ἐκ τοιαύτης συνεστάναι καὶ αὐτήν.
しかし心臓は、血管の起点であり、血液を最初に形成する能力を自らの内に持っているために、それが受け取るのと同様の栄養から、自らも構成されているのが妥当である。
διότι μὲν οὖν αἱματικὰ τὴν μορφὴν τὰ σπλάγχνα ἐστίν, εἴρηται, καὶ διότι τῇ μὲν ὁμιοιομερῆ τῇ δʼ ἀνομοιομερῆ.
それゆえ、なぜ内臓が血液に満ちた形をしているのか、またなぜある点では同質的であり、別の点では異質的であるのかについて、述べられた。