§2.1.5ὡς μὲν οὖν ἕνεκά τινος διὰ ταύτην τὴν αἰτίαν 5 ἔχει περὶ τούτων τὸν εἰρημένον τρόπον·
因此,一方面,由于这一原因,关于这些部分,它们为了某种目的而具有上述的状态。
ἐπεὶ δὲ ζητεῖται καὶ πῶς ἀναγκαῖον ἔχειν οὕτω, φανερὸν ὅτι προϋπῆρχεν οὕτω πρὸς ἄλληλα ἔχοντα ἐξ ἀνάγκης.
但既然也需要探讨它们如何必然如此,那么显而易见,它们必然以这种相互关系预先存在。
τὰ μὲν γὰρ ἀνομοιομερῆ ἐκ τῶν ὁμοιομερῶν ἐνδέχεται συνεστάναι, καὶ ἐκ πλειόνων καὶ ἑνὸς, οἷον ἔνια τῶν σπλάγχνων· πολύμορφα γὰρ τοῖς σχήμασιν, ἐξ ὁμοιομεροῦς ὄντα σώματος ὡς εἰπεῖν ἀπλῶς.
因为异质部分可以由同质部分构成,既可以由多个同质部分构成,也可以由一个同质部分构成,例如某些内脏;因为它们在形状上是多种多样的,但可以说完全是由同质的物体构成的。
§2.1.6τὰ δʼ ὁμοιομερῆ ἐκ τούτων ἀδύνατον· τὸ γὰρ ὁμοιομερὲς 6 πόλλʼ ἂν εἴη ἀνομοιομερῆ.
但同质部分不可能由异质部分构成;因为同质部分将会由许多异质部分组成。
διὰ μὲν οὖν ταύτας τὰς αἰτίας τὰ μὲν ἁπλᾶ καὶ ὁμοιομερῆ, τὰ δὲ σύνθετα καὶ ἀνομοιομερῆ τῶν μορίων ἐν τοῖς ζῴοις ἐστίν.
因此,由于这些原因,动物的部分中,有些是简单且同质的,有些则是复合且异质的。
ὄντων δὲ τῶν μὲν ὀργανικῶν μερῶν τῶν δʼ αἰσθητηρίων ἐν τοῖς ζῴοις, τῶν μὲν ὀργανικῶν ἕκαστον ἀνομοιομερές ἐστιν, ὥσπερ εἶπον πρότερον, ἡ δʼ αἴσθησις συνεγγίνεται πᾶσιν ἐν τοῖς ὁμοιομερέσι, διὰ τὸ τῶν αἰσθήσεων ὁποιανοῦν ἑνός τινος εἶναι γένους, καὶ τὸ αἰσθητήριον ἑκάστου δεκτικὸν εἶναι τῶν αἰσθητῶν.
既然在动物中,有些是器官性部分(工具部分),有些是感觉器官,那么每个器官性部分都是异质的,正如我先前所说,而感觉则都在同质部分中产生,因为任何一种感觉都属于某一特定的类,且每个感觉器官都能够接收感觉对象。
πάσχει δὲ τὸ δυνάμει ὂν ὑπὸ τοῦ ἐνεργείᾳ ὄντος, ὥστʼ ἔστι τὸ αὐτὸ τῷ γένει καὶ ἐκεῖνο ἓν καὶ τοῦτο ἕν, καὶ διὰ τοῦτο χεῖρα μὲν ἢ πρόσωπον ἢ τῶν τοιούτων τι μορίων οὐδεὶς ἐγχειρεῖ λέγειν τῶν φυσιολόγων τὸ μὲν εἶναι γῆν, τὸ δʼ ὕδωρ, τὸ δὲ πῦρ· τῶν δʼ αἰσθητηρίων ἕκαστον πρὸς ἕκαστον ἐπιζευγνύουσι τῶν στοιχείων, τὸ μὲν ἀέρα φάσκοντες εἶναι, τὸ δὲ πῦρ.
而潜在存在者受现实存在者的作用,因此它们在类上是相同的,且彼为一,此亦为一,正因如此,在手、脸或任何此类部分中,没有一个自然哲学家试图说其中之一是土,另一是水,另一是火;但他们将每个感觉器官与每个元素结合起来,宣称其中之一是空气,另一是火。
§2.1.7οὔσης δὲ τῆς αἰσθήσεως 7 ἐν τοῖς ἁπλοῖς μέρεσιν εὐλόγως μάλιστα συμβαίνει τὴν ἁρὴν ἐν ὁμοιομερεῖ μὲν ἥκιστα δʼ ἀπλῷ τῶν αἰσθητηρίων ἐγγίνεσθαι· μάλιστα γὰρ αὕτη δοκεῖ πλειόνων εἶναι γενῶν, καὶ πολλὰς ἔχειν ἐναντιώσεις τὸ ὑπὸ ταύτην αἰσθητόν, θερμὸν ψυχρὸν, ξηρὸν ὑγρὸν καὶ εἴ τι ἄλλο τοιοῦτον· καὶ τὸ τούτων αἰσθητήριον, ἡ σάρξ, καὶ τὸ ταύτῃ ἀνάλογον σωματωδέστατόν ἐστι τῶν αἰσθητηρίων.
既然感觉存在于简单部分中,那么触觉产生于感觉器官中虽为同质却最不简单的器官中,这是最合理的;因为触觉似乎涉及最多的类,且属于触觉的感觉对象具有许多对立面,即冷与热、干与湿,以及任何其他此类对立;而这些感觉的器官,即肉及与其相应的部分,是感觉器官中最具身体性的。
ἐπεὶ δʼ ἀδύνατον εἶναι ζῷον ἄνευ αἰσθήσεως, καὶ διὰ τοῦτο ἂν εἴη ἀναγκαῖον ἔχειν τοῖς ζῴοις ἔνια μόρια ὁμοιομερῆ· ἡ μὲν γὰρ αἴσθησις ἐν τούτοις, αἱ δὲ πράξεις διὰ τῶν ἀνομοιομερῶν ὑπάρχουσιν αὐτοῖς.
既然动物没有感觉就无法生存,那么因此动物也必然具有某些同质部分;因为感觉存在于这些同质部分中,而活动则是通过异质部分为动物所具有。
§2.1.88 τῆς δʼ αἰσθητικῆς δυνάμεως καὶ τῆς κινούσης τὸ ζῷον καὶ τῆς θρεπτικῆς ἐν ταὐτῷ μορίῳ τού σύματος οὔσης, καθάπερ ἐν ἑτέροις εἴρηται πρότερον, ἀναγκαῖον τὸ ἔχον πρῶτον μόριον τὰς τοιαύτας ἀρχάς, ᾗ μέν ἐστι δεκτικὸν πάντων τῶν αἰσθητῶν, τῶν ἁπλῶν εἶναι μορίων, ᾗ δὲ κινητικὸν καὶ πρακτικὸν, τῶν ἀνομοιομερῶν.
由于感觉能力、运动动物的能力以及营养能力都在身体的同一部分中,正如先前在其他地方所说,那么最先拥有这些原理的部分,在能够接收所有感觉对象的意义上,必然由简单部分构成;但在具有运动和活动能力的意义上,则必然由异质部分构成。
διόπερ ἐν μὲν τοῖς ἀναίμοις ζῴοις τὸ ἀνάλογον, ἐν δὲ τοῖς ἐναίμοις ἡ καρδία τοιοῦτόν ἐστιν· διαιρεῖται μὲν γὰρ εἰς ὁμοιομερῆ καθάπερ τῶν ἄλλων σπλάγχνων ἕκαστον, διὰ δὲ τὴν τοῦ σχήματος μορφὴν ἀνομοιομερές ἐστιν.
因此,在无血动物中,与其相应的部分是如此,而在有血动物中,心脏则是如此;因为心脏可以像其他每个内脏一样被分割成同质部分,但由于其形状的形式,它又是异质的。
ταύτῃ δʼ ἠκολούθηκε καὶ τῶν ἄλλων τῶν καλουμένων σπλάγχνων ἕκαστον. ἐκ τῆς αὐτῆς γὰρ ὕλης συνεστᾶσιν· αἱματικὴ γὰρ ἡ φύσις πάντων αὐτῶν διὰ τὸ τὴν θέσιν ἔχειν ἐπὶ πόροις φλεβικοῖς καὶ διαλήψεσιν.
每个其他所谓内脏也都遵循这一规律;因为它们由相同的物质构成;事实上,由于它们的位置处于血管通道和分支处,它们所有内脏的天性都是多血的。
§2.1.99 καθάπερ οὖν ῥέοντος ὕδατος ἰλύς, τἆλλα σπλάγχνα τῆς διὰ τῶν φλεβῶν ῥύσεως τοῦ αἵματος οἷον προχεύματα ἐστιν· ἡ δὲ καρδία, διὰ τὸ τῶν φλεβῶν ἀρχὴ εἶναι καὶ ἔχειν ἐν αὑτῇ τὴν δύναμιν τὴν δημιουργοῦσαν τὸ αἷμα πρώτην, εὔλογον, ἐξ οἵας δέχεται τροφῆς, ἐκ τοιαύτης συνεστάναι καὶ αὐτήν.
因此,就像流水的泥沙一样,其他内脏就像是血液通过血管流动的溢出物(堆积物);而心脏,由于它是血管的起点,并且自身拥有最先制造血液的能力,因此,心脏自身也由它所接收的同样营养构成,这是合理的。
διότι μὲν οὖν αἱματικὰ τὴν μορφὴν τὰ σπλάγχνα ἐστίν, εἴρηται, καὶ διότι τῇ μὲν ὁμιοιομερῆ τῇ δʼ ἀνομοιομερῆ.
所以,内脏为什么在形式上是多血的,以及为什么它们在某些方面是同质的,在另一些方面是异质的,已经得到了阐明。