§2.2.1Κύψελος ὁ Κορίνθιος εὐξάμενος τῷ Διί, ἐὰν κύριος γένηται τῆς πόλεως, τὰ ὄντα Κορινθίοις πάντα ἀναθήσειν, ἐκέλευσεν αὐτοὺς ἀπογράψασθαι.
コリントス人のキュプセロスは、もし自分が都市の支配者となったなら、コリントス人の全財産をゼウスに捧げると誓いを立てていたので、彼らに財産目録を登録するよう命じた。
ἀπογραψαμένων δὲ τούτων τὸ δέκατον μέρος παρʼ ἑκάστου ἔλαβε, τοῖς δὲ λοιποῖς ἐκέλευσεν ἐργάζεσθαι.
彼らが登録すると、彼は各人から10分の1を受け取り、残りの部分で生業に励むよう命じた。
περιελθόντος δὲ τοῦ ἐνιαυτοῦ τὸ αὐτὸ τοῦτο ἐποίησεν, ὥστε συνέβαινεν ἐν δέκα ἔτεσι κεῖνόν τε ἅπαντα ἔχειν, ἅπερ ἀνιέρωσεν, τούς τε Κορινθίους ἕτερα κεκτῆσθαι.
1年が経過すると、彼はこれと全く同じことを行い、その結果、10年で彼自身が、神に捧げると誓ったすべての財産を所有することになり、一方コリントス人自身は別の新たな財産を所有することになった。
§2.2.2Λύγδαμις Νάξιος ἐκβαλὼν φυγάδας, ἐπειδὴ τὰ κτήματα αὐτῶν οὐθεὶς ἠθέλησεν ἀλλʼ ἢ βραχέος ἀγοράζειν, αὐτοῖς τοῖς φυγάσιν ἀπέδοτο.
ナクソス人のリュグダミスは、追放者たちを追い出したが、彼らの財産を極めて安値でしか誰も買おうとしなかったため、その追放者たち自身に売り戻した。
τά τε ἀναθήματα, ὅσα ἦν αὐτῶν ἔν τισιν ἐργαστηρίοις ἡμίεργα ἀνακείμενα, ἐπώλει τοῖς τε φυγάσι καὶ τῶν ἄλλων τῷ βουλομένῳ ὥστʼ ἐπιγραφῆναι τὸ τοῦ πριαμένου ὄνομα.
また、彼らの奉納物のうち、いくつかの工房に未完成のまま置かれていたものを、追放者たちや、他の希望する者に販売し、買い手の名前が刻まれるようにした。
§2.2.3Βυζάντιοι δὲ δεηθέντες χρημάτων τὰ τεμένη τὰ δημόσια ἀπέδοντο, τὰ μὲν κάρπιμα χρόνον τινά, τὰ δὲ ἄκαρπα ἀεννάως·
ビュザンティオン人たちは資金を必要として、公有の聖地を売却した。 実りのある土地はある限られた期間だけ、実りのない土地は永久に売却した。
τά τε θιασωτικὰ καὶ τὰ πατριωτικὰ ὡσαύτως, καὶ ὅσα ἐν χωρίοις ἰδιωτικοῖς ἦν·
祭祀集団の所有地や一族の所有地についても同様にし、また私有地の中にあったものについても同様にした。
ὠνοῦντο γὰρ πολλοῦ ὧν ἦν καὶ τὸ ἄλλο κτῆμα.
というのも、その周囲の他の土地を所有していた人々が、それを高値で買い取ったからである。
τοῖς δὲ θιασώταις ἕτερα χωρία, τὰ δημόσια, ὅσα ἦν περὶ τὸ γυμνάσιον ἢ τὴν ἀγορὰν ἢ τὸν λιμένα, τούς τε τόπους τοὺς ἀγοραίους, ἐν οἷς ἐπώλει τίς τι· καὶ τῆς θαλάττης τὴν ἁλιείαν, καὶ τὴν τῶν ἁλῶν ἁλοπωλίαν, τῶν τʼ ἐργαζομένων θαυματοποιῶν καὶ μάντεων καὶ φαρμακοπωλῶν καὶ τῶν ἄλλων τῶν τοιουτοτρόπων·
また彼らは、祭祀集団の会員には、ジムナシオンや広場や港の周辺にある他の公有地を代わりに与えた。 また、人々が物を売っていた市場の区画、海での漁業権、塩の販売権、さらに大道芸人、占い師、薬売り、その他同類の手工業者・稼ぎ手から徴税する権利も売却した。
τὸ τρίτον δὲ μέρος τοῦ ἐργαζομένου ἀποτελεῖν ἔταξαν.
彼らは、彼らの稼ぎの3分の1を納めるように定めた。
τῶν τε νομισμάτων τὴν καταλλαγὴν ἀπέδοντο μιᾷ τραπέζῃ, ἑτέρῳ δὲ οὐκ ἦν οὐθενὶ οὔτε ἀποδόσθαι ἑτέρῳ οὔτε πρίασθαι παρʼ ἑτέρου·
また、貨幣の両替権を単一の両替商に売却した。 他の誰も、別の者に売ることも、他から買うこともできなかった。
εἰ δὲ μή, στέρησις ἦν.
もし違反すれば、没収に処された。
ὄντος δὲ νόμου αὐτοῖς μὴ εἶναι πολίτην ὃς ἂν μὴ ἐξ ἀστῶν ἀμφοτέρων ᾖ, χρημάτων δεηθέντες ἐψηφίσαντο τὸν ἐξ ἑνὸς ὄντα ἀστοῦ καταβαλόντα μνᾶς τριάκοντα εἶναι πολίτην.
両親とも市民でなければ市民になれないという法律が彼らにあったが、資金が必要になったため、片親だけが市民である者も、30ミナを支払えば市民になれるという決議を採択した。
ἐν σιτοδείᾳ δὲ γενόμενοι καὶ ἀποροῦντες χρημάτων κατήγαγον τὰ πλοῖα τὰ ἐκ τοῦ Πόντου·
また穀物不足に陥り、資金にも窮したため、彼らはポントスからの船を強制入港させた。
χρόνου δὲ γενομένου, τῶν ἐμπόρων ἀγανακτούντων, ἐτέλουν αὐτοῖς τόκους ἐπιδεκάτους, τοῖς δʼ ὠνουμένοις τι ἔταξαν χωρὶς τῆς τιμῆς διδόναι τὸ ἐπιδέκατον.
時が経ち、商人が不満を募らせたため、彼らは商人に10分の1の利息を支払うことにし、購入者に対しては、価格とは別に10分の1を支払うよう定めた。
μετοίκων δέ τινων ἐπιδεδανεικότων ἐπὶ κτήμασιν, οὐκ οὔσης αὐτοῖς ἐγκτήσεως ἐψηφίσαντο τὸ τρίτον μέρος εἰσφέροντα τοῦ δανείου τὸν βουλόμενον κυρίως ἔχειν τὸ κτῆμα.
一部の在留外国人が土地を担保にして金を貸していたが、彼らには土地所有権がなかったため、彼らは、その土地の合法的な所有権を得たいと望む者が、貸付額の3分の1を支払えばそれを所有できるようにする、という決議を採択した。
§2.2.4Ἱππίας Ἀθηναῖος τὰ ὑπερέχοντα τῶν ὑπερῴων εἰς τὰς δημοσίας ὁδοὺς καὶ τοὺς ἀναβαθμοὺς καὶ τὰ προφράγματα καὶ τὰς θύρας τὰς ἀνοιγομένας ἔξω ἐπώλησεν·
アテナイ人のヒッピアスは、公道に突き出ている上階の突出部、階段、囲い、および外開きのドアを売りに出した。
ὠνοῦντο οὖν ὧν ἦν τὰ κτήματα, καὶ συνελέγη χρήματα οὕτω συχνά.
そのため、それらの建物を所有する者たちが買い取ることになり、このようにして多額の資金が集まった。
τό τε νόμισμα τὸ ὂν Ἀθηναίοις ἀδόκιμον ἐποίησε, τάξας δὲ τιμὴν ἐκέλευσε πρὸς αὑτὸν ἀνακομίζειν·
また、彼はアテナイの既存の貨幣を通用不可とし、一定の価値を定めて、自分のところに持参するよう命じた。
συνελθόντων δὲ ἐπὶ τῷ κόψαι ἕτερον χαρακτῆρα, ἐξέδωκε τὸ αὐτὸ ἀργύριον.
人々が新しい刻印を鋳造するために集まった時、彼は同じ銀貨をそのまま返還した。
ὅσοι τε τριηραρχεῖν ἢ φυλαρχεῖν ἢ χορηγεῖν ἤ τινα εἰς ἑτέραν λειτουργίαν τοιαύτην ἤμελλον δαπανᾶν, τίμημα τάξας μέτριον ἐκέλευσε τὸν βουλόμενον ἀποτίσαντα τοῦτο ἐγγράφεσθαι εἰς τοὺς λελειτουργηκότας.
また、三段櫂船の建造、騎兵隊長、合唱隊支援、あるいはその他の同様の公的奉仕のために支出する義務のあった人々に対して、彼は適度な免除額を定め、希望する者がこれを支払えば、すでに奉仕を終えた者のリストに登録されるよう命じた。
τῇ τε ἱερείᾳ τῇ τῆς Ἀθηνᾶς τῆς ἐν ἀκροπόλει ὑπὲρ τοῦ ἀποθανόντος φέρειν χοίνικα κριθῶν καὶ πυρῶν ἑτέραν καὶ ὀβολόν, καὶ ὅτῳ ἂν παιδάριον γένηται, τὸ αὐτὸ τοῦτο.
また、アクロポリスのアテナの女祭司に対して、死者が出た場合には、大麦1コイニクス、小麦1コイニクス、および1オボロスを納めるべきとし、子供が生まれた者に対してもこれと全く同じことを課した。
§2.2.5Ἀθηναῖοι δὲ οἱ ἐν Ποτιδαίᾳ οἰκοῦντες δεόμενοι χρημάτων εἰς τὸν πόλεμον ἀπογράψασθαι ἅπασι συνέταξαν τὰς οὐσίας, μὴ ἁθρόας εἰς τὸν αὑτοῦ δῆμον ἕκαστον, ἀλλὰ κατὰ κτῆμα ἐν ᾧ τόπῳ ἕκαστον εἴη, ἵνα οἱ πένητες δύνωνται ὑποτιμᾶσθαι·
ポテイダイアに居住するアテナイ人たちは、戦争資金を必要として、全員にその財産を登録することを命じた。 各人が自分の登録された区に一括して登録するのではなく、それぞれの財産が存在する場所ごとに個別に登録させ、貧しい人々が低く評価して申告できるようにした。
ὅτῳ δὲ μὴ ἦν κτῆμα μηθέν, τὸ σῶμα διμναῖον τιμήσασθαι.
また、何の財産も持たない者については、その身体を2ミナと評価して登録させた。
ἀπὸ τούτων οὖν εἰσέφερον τὸ ἐπιγραφὲν ἕκαστος σῷον τῇ πόλει.
そして、これらに基づいて、各人は課された税額を欠損なく都市に納めた。