§2.1.1τὸν οἰκονομεῖν μέλλοντά τι κατὰ τρόπον τῶν τε τόπων, περὶ οὓς ἂν πραγματεύηται, μὴ ἀπείρως ἔχειν, καὶ τῇ φύσει εὐφυῆ εἶναι καὶ τῇ προαιρέσει φιλόπονόν τε καὶ δίκαιον·
適切に管理を行おうとする者は、自分が携わることになる地域について無知であってはならず、生まれつき才能に恵まれ、また意志において勤勉かつ公正でなければならない。
ὅ τι γὰρ ἂν ἀπῇ τούτων τῶν μερῶν, πολλὰ διαμαρτήσεται περὶ τὴν πραγματείαν ἣν μεταχειρίζεται.
というのも、これらの要素のうちのどれかが欠けていれば、自分が手掛ける業務において多くの過ちを犯すことになるからである。
οἰκονομίαι δέ εἰσι τέσσαρες, ὡς ἐν τύπῳ διελέσθαι ʽτὰς γὰρ ἄλλας εἰς τοῦτο ἐμπιπτούσας εὑρήσομεν̓, βασιλική σατραπική πολιτική ἰδιωτική.
家政には四つの種類があり、大まかに分類すると(というのも、他の形態はすべてこれらに還元されることがわかるからである)、王室の、太守の、国家の、個人のものである。
§2.1.2τούτων δὲ μεγίστη μὲν καὶ ἁπλουστάτη ἡ βασιλική,, ποικιλωτάτη δὲ καὶ ῥᾴστη ἡ πολιτική, ἐλαχίστη δὲ καὶ ποικιλωτάτη ἡ ἰδιωτική.
これらのうち、王室のものは最も規模が大きく、最も単純であり、、国家のものは最も多様で最も容易であり、個人のものは最も規模が小さく最も多様である。
ἐπικοινωνεῖν μὲν τὰ πολλὰ ἀλλήλαις ἀναγκαῖόν ἐστιν· ὅσα δὲ μάλιστα διʼ αὐτῶν ἑκάστῃ συμβαίνει, ταῦτα ἐπισκεπτέον ἡμῖν ἐστιν.
これらが多くの点で互いに共通していることは必然的であるが、それぞれの管理形態に特に特有の事象について、我々は検討しなければならない。
πρῶτον μὲν τοίνυν τὴν βασιλικὴν ἴδωμεν.
まず王室のものから見てみよう。
ἔστι δὲ αὕτη δυναμένη μὲν τὸ καθόλου, εἴδη δὲ ἔχουσα τέσσαρα·
これは包括的な影響力を持つものであるが、四つの種類に分けられる。
περὶ νόμισμα, περὶ τὰ ἐξαγώγιμα, περὶ τὰ εἰσαγώγιμα, περὶ τὰ ἀναλώματα.
貨幣、輸出、輸入、支出に関するものである。
§2.1.3τούτων δὲ ἕκαστον περὶ τὸ νόμισμα λέγω ποῖον καὶ πότε τίμιον ἢ εὔωνον ποιητέον, περὶ δὲ τὰ ἐξαγώγιμα καὶ εἰσαγώγιμα πότε καὶ τίνα παρὰ τῶν σατραπῶν ἐν τῇ ταγῇ ἐκλαβόντι αὐτῷ λυσιτελήσει διατίθεσθαι, περὶ δὲ τὰ ἀναλώματα τίνα περιαιρετέον καὶ πότε, καὶ πότερον δοτέον νόμισμα εἰς τὰς δαπάνας ἢ ἃ τῷ νομίσματι ὤνια.
これらの一つひとつについて述べる。 貨幣については、いかなる貨幣を、いつ、高くするか、あるいは安くすべきかということ。 輸出と輸入については、いつ、どのような品物を、太守たちからその割当において受け取って、自ら処分するのが有利になるかということ。 支出については、いかなる支出を、いつ削減すべきか、そして費用として貨幣を与えるべきか、それとも貨幣で購入できる物品を与えるべきか、ということである。
§2.1.4δεύτερον δὲ τὴν σατραπικήν.
第二に、太守のものを。
ἔστι δὲ ταύτης εἴδη ἓξ τῶν προσόδων ἀπὸ γῆς, ἀπὸ τῶν ἐν τῇ χώρᾳ ἰδίων γινομένων, ἀπὸ ἐμπορίων, ἀπὸ τελῶν, ἀπὸ βοσκημάτων, ἀπὸ τῶν ἄλλων.
これには、土地から、国内の特産物から、交易から、諸税から、家畜から、そしてその他のものからの、六つの収入源がある。
αὐτῶν δὲ τούτων πρώτη μὲν καὶ κρατίστη ἡ ἀπὸ τῆς γῆς ʽαὕτη δέ ἐστιν ἣν οἱ μὲν ἐκφόριον, οἱ δὲ δεκάτην προσαγορεύουσιν̓, δευτέρα δὲ ἡ ἀπὸ τῶν ἰδίων γινομένη, οὗ μὲν χρυσίον, οὗ δὲ ἀργύριον, οὗ δὲ χαλκός, οὗ δὲ ὁπόσα δύναται γίνεσθαι, τρίτη δὲ καὶ ἡ ἀπὸ τῶν ἐμπορίων τετάρτη δὲ καὶ ἡ ἀπὸ τῶν κατὰ γῆν τε καὶ ἀγοραίων τελῶν γινομένη, πέμπτη δὲ ἡ ἀπὸ τῶν βοσκημάτων, ἐπικαρπία τε καὶ δεκάτη καλουμένη, ἕκτη δὲ ἡ ἀπὸ τῶν ἄλλων, ἐπικεφάλαιόν τε καὶ χειρωνάξιον προσαγορευομένη.
これらの中で、第一で最も重要なのは土地からの収入(これはある人々は地代と呼び、他の人々は十分の一税と呼んでいる)であり、第二は特産物からの収入、すなわち、ある場所では金、別の場所では銀、別の場所では銅、その他生み出されうるあらゆるものである。 第三は交易からの収入であり、第四は陸路および市場の関税から生じる収入であり、第五は家畜からの収入で、利用料あるいは十分の一税と呼ばれ、第六はその他のものからの収入で、人頭税や手工業税と呼ばれているものである。
§2.1.5τρίτον δὲ τὴν πολιτικήν.
第三に、国家のものを。
ταύτης δὲ κρατίστη μὲν πρόσοδος ἡ ἀπὸ τῶν ἰδίων ἐν τῇ χώρᾳ γινομένων, εἶτα ἡ ἀπὸ τῶν ἐμπορίων καὶ διαγωγῶν, εἶτα ἡ ἀπὸ τῶν ἐγκυκλίων.
これの最も主要な収入は、国内の特産物からのものであり、次いで交易や通過税からのもの、さらに次いで定期的な諸税からのものである。
§2.1.6τέταρτον δὲ καὶ τελευταῖον τὴν ἰδιωτικήν.
第四に、そして最後に、個人のものを。
αὕτη δέ ἐστιν ἀνώμαλος μὲν διὰ τὸ δεῖν μὴ πρὸς ἕνα σκοπὸν οἰκονομεῖν, ἐλαχίστη δὲ διὰ τὸ καὶ τὰς προσόδους καὶ τὰ ἀναλώματα βραχέα γίνεσθαι.
これは、単一の目的に従って管理すべきではないために不規則なものであり、収入も支出も少額であるために最小規模である。
αὐτῆς δὲ ταύτης κρατίστη μὲν πρόσοδος ἡ ἀπὸ γῆς γινομένη, δευτέρα δὲ ἡ ἀπὸ τῶν ἄλλων ἐγκλημάτων, τρίτη δὲ ἡ ἀπὸ ἀργυρίου.
この個人管理において、最も主要な収入は土地から生じるものであり、第二は他の資産からのものであり、第三は貨幣からのものである。
χωρὶς δὲ τούτων ὃ πάσαις μὲν ἐπικοινωνεῖται ταῖς οἰκονομίαις καὶ προσήκει σκοπεῖν αὐτὸ μὴ παρέργως, μάλιστα δὲ ταύτῃ, τὸ τἀναλώματα μὴ μείζω τῶν προσόδων γίνεσθαι.
これらとは別に、すべての家政管理に共通し、おざなりにではなく考慮すべきこと、とりわけ個人の家政においてそうであることは、支出が収入を上回らないようにすることである。
§2.1.7ἐπεὶ τοίνυν τὰς διαιρέσεις εἰρήκαμεν, μετὰ τοῦτο πάλιν νοητέον ἡμῖν, ἡ σατραπεία, περὶ ἣν ἂν πραγματευώμεθα, ἢ πόλις, πότερον ἃ πάντα ἄρτι διειλόμεθα ἢ τὰ μέγιστα τούτων εἰ δυνατὴ φέρειν ἐστί, τούτοις χρηστέον·
さて、我々は分類を述べたので、この後、我々が携わる太守領や都市が、今しがた分類したこれらすべてを、あるいはこれらのうちで最も重要なものを負担できるかどうかを、改めて考慮しなければならず、これらを用いるべきである。
μετὰ δὲ τοῦτο ποῖαι τῶν προσόδων ἢ τὸ παράπαν οὐκ εἰσί, δυναταὶ δʼ εἰσὶ γενέσθαι, ἢ μικραὶ νῦν οὖσαι μείζους οἷαί τινες κατασκευασθῆναι, ἢ τῶν ἀναλωμάτων τῶν νῦν ἀναλουμένων, τίνα τε καὶ πόσα περιαιρεθέντα τὰ ὅλα μηθὲν βλάψει.
そして、この後、収入のうち、まったく存在しないが新たに生み出すことができるものはどれか、あるいは現在は小さいがより大きく整備できるものはどれか、また現在支出されている支出のうち、どれをどれだけ削減すれば全体として何ら支障をきたさないかを[考慮しなければならない]。
§2.1.8τὰ μὲν οὖν περὶ τὰς οἰκονομίας τε καὶ τὰ μέρη τὰ τούτων εἰρήκαμεν·
さて、家政管理とその部門に関する事柄については述べた。
ὅσα δέ τινες τῶν πρότερον πεπράγασιν εἰς πόρον χρημάτων ἢ τεχνικῶς τι διῴκησαν, ἃ ὑπελαμβάνομεν ἀξιόλογα αὐτῶν εἶναι, συναγηόχαμεν.
かつての人々が資金調達のために行ったことや、技術的に管理したことのうち、注目に値すると我々が判断したものを、我々は収集しておいた。
οὐδὲ γὰρ ταύτην τὴν ἱστορίαν ἀχρεῖον ὑπολαμβάνομεν εἶναι.
というのも、このような歴史的記録を調べることは無益ではないと考えるからである。
ἔστι γὰρ ὅτε τούτων ἐφαρμόσει τοῖς οἷα ἂν αὐτὸς πραγματεύηται.
なぜなら、これら[の事例]が、自ら携わることになる事実に適合する場合があるからである。