§2.2.1Κύψελος ὁ Κορίνθιος εὐξάμενος τῷ Διί, ἐὰν κύριος γένηται τῆς πόλεως, τὰ ὄντα Κορινθίοις πάντα ἀναθήσειν, ἐκέλευσεν αὐτοὺς ἀπογράψασθαι.
科林斯人库普塞鲁斯曾向宙斯许愿,若能成为城邦的统治者,便将科林斯人的全部财产奉献给神,于是他命令他们进行财产登记。
ἀπογραψαμένων δὲ τούτων τὸ δέκατον μέρος παρʼ ἑκάστου ἔλαβε, τοῖς δὲ λοιποῖς ἐκέλευσεν ἐργάζεσθαι.
在他们登记之后,他从每个人那里抽取了十分之一,并命令他们用剩余的财产去劳作。
περιελθόντος δὲ τοῦ ἐνιαυτοῦ τὸ αὐτὸ τοῦτο ἐποίησεν, ὥστε συνέβαινεν ἐν δέκα ἔτεσι κεῖνόν τε ἅπαντα ἔχειν, ἅπερ ἀνιέρωσεν, τούς τε Κορινθίους ἕτερα κεκτῆσθαι.
当一年过去,他再次如法炮制,结果在十年内,他自己便拥有了所有他曾许愿奉献的财产,而科林斯人则拥有了其他新的财产。
§2.2.2Λύγδαμις Νάξιος ἐκβαλὼν φυγάδας, ἐπειδὴ τὰ κτήματα αὐτῶν οὐθεὶς ἠθέλησεν ἀλλʼ ἢ βραχέος ἀγοράζειν, αὐτοῖς τοῖς φυγάσιν ἀπέδοτο.
纳克索斯人利格达米斯驱逐了流亡者,由于除了极低的价格外无人愿意购买他们的财产,他便将这些财产卖回给流亡者本人。
τά τε ἀναθήματα, ὅσα ἦν αὐτῶν ἔν τισιν ἐργαστηρίοις ἡμίεργα ἀνακείμενα, ἐπώλει τοῖς τε φυγάσι καὶ τῶν ἄλλων τῷ βουλομένῳ ὥστʼ ἐπιγραφῆναι τὸ τοῦ πριαμένου ὄνομα.
此外,对于在某些作坊里尚未完工的他们的奉献物,他也将其卖给流亡者以及其他任何愿意购买的人,以便在上面刻上购买者的名字。
§2.2.3Βυζάντιοι δὲ δεηθέντες χρημάτων τὰ τεμένη τὰ δημόσια ἀπέδοντο, τὰ μὲν κάρπιμα χρόνον τινά, τὰ δὲ ἄκαρπα ἀεννάως·
拜占庭人因需要资金而卖掉了公有的圣地:有产出的土地限期卖出,无产出的土地则永久卖出。
τά τε θιασωτικὰ καὶ τὰ πατριωτικὰ ὡσαύτως, καὶ ὅσα ἐν χωρίοις ἰδιωτικοῖς ἦν· ὠνοῦντο γὰρ πολλοῦ ὧν ἦν καὶ τὸ ἄλλο κτῆμα.
对于祭祀团体和氏族的财产,以及位于私人庄园内的圣地,他们也同样处理;因为那些拥有周围其他财产的人,以高价购买了它们。
τοῖς δὲ θιασώταις ἕτερα χωρία, τὰ δημόσια, ὅσα ἦν περὶ τὸ γυμνάσιον ἢ τὴν ἀγορὰν ἢ τὸν λιμένα, τούς τε τόπους τοὺς ἀγοραίους, ἐν οἷς ἐπώλει τίς τι· καὶ τῆς θαλάττης τὴν ἁλιείαν, καὶ τὴν τῶν ἁλῶν ἁλοπωλίαν, τῶν τʼ ἐργαζομένων θαυματοποιῶν καὶ μάντεων καὶ φαρμακοπωλῶν καὶ τῶν ἄλλων τῶν τοιουτοτρόπων· τὸ τρίτον δὲ μέρος τοῦ ἐργαζομένου ἀποτελεῖν ἔταξαν.
他们给祭祀团体的成员拨了其他公有土地,即体育馆、广场或港口周围的土地,以及人们出售商品的市场摊位、海上的捕鱼权、盐的销售权,还有对街头艺人、占卜者、药贩及其他此类从业者的征税权;他们规定这些人要缴纳其所得的三分之一。
τῶν τε νομισμάτων τὴν καταλλαγὴν ἀπέδοντο μιᾷ τραπέζῃ, ἑτέρῳ δὲ οὐκ ἦν οὐθενὶ οὔτε ἀποδόσθαι ἑτέρῳ οὔτε πρίασθαι παρʼ ἑτέρου· εἰ δὲ μή, στέρησις ἦν.
他们还将货币兑换权独家卖给了一家银行,其他任何人都不得向他人兑换或向他人购买,否则将予以没收。
ὄντος δὲ νόμου αὐτοῖς μὴ εἶναι πολίτην ὃς ἂν μὴ ἐξ ἀστῶν ἀμφοτέρων ᾖ, χρημάτων δεηθέντες ἐψηφίσαντο τὸν ἐξ ἑνὸς ὄντα ἀστοῦ καταβαλόντα μνᾶς τριάκοντα εἶναι πολίτην.
他们原本有一条法律,规定父母双方均为公民者方可成为公民,但由于需要资金,他们通过决议,规定只有单亲为公民者在缴纳三十米纳后即可成为公民。
ἐν σιτοδείᾳ δὲ γενόμενοι καὶ ἀποροῦντες χρημάτων κατήγαγον τὰ πλοῖα τὰ ἐκ τοῦ Πόντου· χρόνου δὲ γενομένου, τῶν ἐμπόρων ἀγανακτούντων, ἐτέλουν αὐτοῖς τόκους ἐπιδεκάτους, τοῖς δʼ ὠνουμένοις τι ἔταξαν χωρὶς τῆς τιμῆς διδόναι τὸ ἐπιδέκατον.
在发生粮食短缺且缺乏资金时,他们扣留了来自蓬托斯的船只;过了一段时间,因商人表示愤慨,他们便向其支付十分之一的利息,并规定购买者在货款之外还须支付十分之一。
μετοίκων δέ τινων ἐπιδεδανεικότων ἐπὶ κτήμασιν, οὐκ οὔσης αὐτοῖς ἐγκτήσεως ἐψηφίσαντο τὸ τρίτον μέρος εἰσφέροντα τοῦ δανείου τὸν βουλόμενον κυρίως ἔχειν τὸ κτῆμα.
有一些侨民以地产为抵押借出资金,但由于他们没有地产所有权,他们便通过决议,规定任何希望拥有该财产合法所有权的人,通过交出贷款的三分之一,即可合法拥有该财产。
§2.2.4Ἱππίας Ἀθηναῖος τὰ ὑπερέχοντα τῶν ὑπερῴων εἰς τὰς δημοσίας ὁδοὺς καὶ τοὺς ἀναβαθμοὺς καὶ τὰ προφράγματα καὶ τὰς θύρας τὰς ἀνοιγομένας ἔξω ἐπώλησεν· ὠνοῦντο οὖν ὧν ἦν τὰ κτήματα, καὶ συνελέγη χρήματα οὕτω συχνά.
雅典人希庇亚斯将伸向公路上方的阁楼突出部分、台阶、围栏以及向外开的门予以出售;因此,拥有这些房产的人纷纷购买,从而收集到了大笔资金。
τό τε νόμισμα τὸ ὂν Ἀθηναίοις ἀδόκιμον ἐποίησε, τάξας δὲ τιμὴν ἐκέλευσε πρὸς αὑτὸν ἀνακομίζειν· συνελθόντων δὲ ἐπὶ τῷ κόψαι ἕτερον χαρακτῆρα, ἐξέδωκε τὸ αὐτὸ ἀργύριον.
他还宣布雅典现行的货币无效,并在规定价格后命令人们将货币送到他那里;但当人们为了铸造新印记而聚集在一起时,他却退还了同样的银币。
ὅσοι τε τριηραρχεῖν ἢ φυλαρχεῖν ἢ χορηγεῖν ἤ τινα εἰς ἑτέραν λειτουργίαν τοιαύτην ἤμελλον δαπανᾶν, τίμημα τάξας μέτριον ἐκέλευσε τὸν βουλόμενον ἀποτίσαντα τοῦτο ἐγγράφεσθαι εἰς τοὺς λελειτουργηκότας.
凡是本应在装备三段击船、担任部落长、赞助合唱队或承担其他类似公益服务上花钱的人,他规定了一个适度的金额,命令任何愿意的人在支付此费用后,即可登记在已完成公益服务者的名册中。
τῇ τε ἱερείᾳ τῇ τῆς Ἀθηνᾶς τῆς ἐν ἀκροπόλει ὑπὲρ τοῦ ἀποθανόντος φέρειν χοίνικα κριθῶν καὶ πυρῶν ἑτέραν καὶ ὀβολόν, καὶ ὅτῳ ἂν παιδάριον γένηται, τὸ αὐτὸ τοῦτο.
他还规定,对于给卫城上的雅典娜女祭司,凡有死者,须为其缴纳一干尼克斯大麦、一干尼克斯小麦和一奥博尔,凡有婴儿出生者亦同。
§2.2.5Ἀθηναῖοι δὲ οἱ ἐν Ποτιδαίᾳ οἰκοῦντες δεόμενοι χρημάτων εἰς τὸν πόλεμον ἀπογράψασθαι ἅπασι συνέταξαν τὰς οὐσίας, μὴ ἁθρόας εἰς τὸν αὑτοῦ δῆμον ἕκαστον, ἀλλὰ κατὰ κτῆμα ἐν ᾧ τόπῳ ἕκαστον εἴη, ἵνα οἱ πένητες δύνωνται ὑποτιμᾶσθαι· ὅτῳ δὲ μὴ ἦν κτῆμα μηθέν, τὸ σῶμα διμναῖον τιμήσασθαι.
居住在波提狄亚的雅典人因战争需要资金,命令所有人登记其财产,并非由每个人将其财产汇总在自己所在的德莫里,而是根据每个财产所在的地点分别登记,以便穷人能够申报较低的价值;而对于没有任何财产的人,则将其自身评估为两米纳。
ἀπὸ τούτων οὖν εἰσέφερον τὸ ἐπιγραφὲν ἕκαστος σῷον τῇ πόλει.
于是,每个人都根据这些登记,将足额的税款上缴给城邦。