Humanitext Reader

アリストテレス · 気象論 §2.9#1

雷鳴と稲妻の成因と先行学説の反論

40 / 68 箇所 · ギリシア語

要旨

雷、稲妻、台風などの諸現象が、雲の中に乾いた蒸発気が閉じ込められ排出されるという同一の始原を持つことを示し、雷鳴と稲妻の発生メカニズムを解説するとともに、雲の中に火が閉じ込められているとする他学説の不合理性を論じる。

§2.9#19 περὶ δὲ ἀστραπῆς καὶ βροντῆς, ἔτι δὲ περὶ τυφῶνος καὶ πρηστῆρος καὶ κεραυνῶν λέγωμεν·
9 次に、稲妻と雷、さらに暴風(テュポン)と旋風(プレステル)および落雷について語ろう。
καὶ γὰρ τούτων τὴν αὐτὴν ἀρχὴν ὑπολαβεῖν δεῖ πάντων.
というのも、これらすべてについても同じ始原を想定せねばならないからである。
τῆς γὰρ ἀναθυμιάσεως, ὥσπερ εἴπομεν, οὔσης διττῆς, τῆς μὲν ὑγρᾶς τῆς δὲ ξηρᾶς, καὶ τῆς συγκρίσεως ἐχούσης ἄμφω ταῦτα δυνάμει καὶ συνισταμένης εἰς νέφος, ὥσπερ εἴρηται πρότερον, ἔτι δὲ πυκνοτέρας τῆς συστάσεως τῶν νεφῶν γιγνομένης πρὸς τὸ ἔσχατον πέρας (ᾗ γὰρ ἐκλείπει τὸ θερμὸν διακρινόμενον εἰς τὸν ἄνω τόπον, ταύτῃ πυκνοτέραν καὶ ψυχροτέραν ἀναγκαῖον εἶναι τὴν σύστασιν·
というのも、我々が述べたように、蒸発気は湿ったものと乾いたものの二通りがあり、その合一(凝縮)はこれら両方を潜在的に含んでおり、以前に述べられたように雲へと組織されるが、さらに、雲の組織化が、最も外側の境界においていっそう密になるとき、(なぜなら、熱が上方の領域へと分離して消えていくところでは、その場所において組織(雲)がいっそう密で冷たくなることが必然だからである。
διὸ καὶ οἱ κεραυνοὶ καὶ οἱ ἐκνεφίαι καὶ πάντα τὰ τοιαῦτα φέρεται κάτω, καίτοι πεφυκότος ἄνω τοῦ θερμοῦ φέρεσθαι παντός·
それゆえ、落雷やエグネピアス(雲から噴き出す暴風)およびそのようなすべての現象は、すべての熱が本来は上へと運ばれる性質を持っているにもかかわらず、下へと運ばれるのである。
ἀλλʼ εἰς τοὐναντίον τῆς πυκνότητος ἀναγκαῖον γίγνεσθαι τὴν ἔκθλιψιν, οἷον οἱ πυρῆνες οἱ ἐκ τῶν δακτύλων ἐκπηδῶντες·
すなわち、凝縮(の圧力)とは逆の方向へと押し出されることが必然なのであり、それはちょうど、指の間から飛び出す果実の種(のようである)。
καὶ γὰρ ταῦτα βάρος ἔχοντα φέρεται πολλάκις ἄνω)·
実際、種は重さがあるにもかかわらず、しばしば上へと運ばれるからである。
ἡ μὲν οὖν ἐκκρινομένη θερμότης εἰς τὸν ἄνω διασπείρεται τόπον·
)――さて、分離された熱は上方の領域へと消散する。
ὅση δʼ ἐμπεριλαμβάνεται τῆς ξηρᾶς ἀναθυμιάσεως ἐν τῇ μεταβολῇ ψυχομένου τοῦ ἀέρος, αὕτη συνιόντων τῶν νεφῶν ἐκκρίνεται, βίᾳ δὲ φερομένη καὶ προσπίπτουσα τοῖς περιεχομένοις νέφεσι ποιεῖ πληγήν, ἧς ὁ ψόφος καλεῖται βροντή.
しかし、空気の冷え込む変化の過程において、乾いた蒸発気のうちで(雲の内部に)閉じ込められた分は、雲が凝縮するにつれて排出され、勢いよく運ばれて、周囲を取り囲んでいる雲に衝突し、衝撃を与える。 その衝撃の音が雷鳴と呼ばれるのである。
γίγνεται δʼ ἡ πληγὴ τὸν αὐτὸν τρόπον, ὡς παρεικάσαι μείζονι μικρὸν πάθος, τῷ ἐν τῇ φλογὶ γιγνομένῳ ψόφῳ, ὃν καλοῦσιν οἱ μὲν τὸν Ἥφαιστον γελᾶν, οἱ δὲ τὴν Ἑστίαν, οἱ δʼ ἀπειλὴν τούτων.
この衝突は、小さな現象をより大きなものにたとえるなら、炎の中で生じる音、すなわちある人々はヘパイストスが笑っていると言い、他の人々はヘスティアが、また別の群はこれら(神々)の脅しだと言うあの音と同じ方法で起こる。
γίγνεται δʼ ὅταν ἡ ἀναθυμίασις εἰς τὴν φλόγα συνεστραμμένη φέρηται, ῥηγνυμένων καὶ ξηραινομένων τῶν ξύλων·
それは、木材が裂け乾くにつれて、蒸発気が一塊になって炎の中へと運ばれるときに起こる。
οὕτως γὰρ καὶ ἐν τοῖς νέφεσι ἡ γιγνομένη τοῦ πνεύματος ἔκκρισις πρὸς τὴν πυκνότητα τῶν νεφῶν ἐμπίπτουσα ποιεῖ τὴν βροντήν.
それと同様に、雲の中でも、生じた風(呼気)の排出が雲の密な部分に激突することによって、雷鳴を引き起こすのである。
παντοδαποὶ δὲ ψόφοι διὰ τὴν ἀνωμαλίαν τε γίγνονται τῶν νεφῶν καὶ διὰ τὰς μεταξὺ κοιλίας, ᾗ τὸ συνεχὲς ἐκλείπει τῆς πυκνότητος.
また、雲の不均一さや、その間にある空洞、すなわち密度の連続性が失われている場所のせいで、あらゆる種類の音が起こる。
ἡ μὲν οὖν βροντἡ τοῦτʼ ἔστι, καὶ γίγνεται διὰ ταύτην τὴν αἰτίαν·
雷鳴とはこのようなものであり、この原因によって起こるのである。
τὸ δὲ πνεῦμα τὸ ἐκθλιβόμενον τὰ πολλὰ μὲν ἐκπυροῦται λεπτῇ καὶ ἀσθενεῖ πυρώσει, καὶ τοῦτʼ ἔστιν ἣν καλοῦμεν ἀστραπήν, ᾗ ἂν ὥσπερ ἐκπῖπτον τὸ πνεῦμα χρωματισθὲν ὀφθῇ.
他方、押し出される風は、その大部分が、微細で弱い発火によって燃え上がり、これが我々が稲妻と呼ぶものである。 それは、ちょうど吹き出す風が着色されて見えるかのようである。
γίγνεται δὲ μετὰ τὴν πληγὴν καὶ ὕστερον τῆς βροντῆς·
そして、それは衝突の後に、すなわち雷鳴よりも後に起こる。
ἀλλὰ φαίνεται πρότερον διὰ τὸ τὴν ὄψιν προτερεῖν τῆς ἀκοῆς.
しかし、視覚が聴覚に先立つために、先に見えるのである。
δηλοῖ δʼ ἐπὶ τῆς εἰρεσίας τῶν τριήρων·
このことは三段櫂船の櫂漕ぎにおいて明らかである。
ἤδη γὰρ ἀναφερόντων πάλιν τὰς κώπας ὁ πρῶτος ἀφικνεῖται ψόφος τῆς κωπηλασίας.
すなわち、漕ぎ手たちがすでに再び櫂を上げているときに、最初の櫂を漕ぎ音が聞こえてくるからである。
καίτοι τινὲς λέγουσιν ὡς ἐν τοῖς νέφεσιν ἐγγίγνεται πῦρ·
もっとも、ある人々は雲の中に火が生じるのだと言っている。
τοῦτο δʼ Ἐμπεδοκλῆς μέν φησιν εἶναι τὸ ἐμπεριλαμβανόμενον τῶν τοῦ ἡλίου ἀκτίνων, Ἀναξαγόρας δὲ τοῦ ἄνωθεν αἰθέρος, ὃ δὴ ἐκεῖνος καλεῖ πῦρ κατενεχθὲν ἄνωθεν κάτω.
これについてエンペドクレスは、それは閉じ込められた太陽の光線であると言い、アナクサゴラスは、彼が火と呼ぶ上方のエーテルが上から下へと運ばれてきたものであると言う。
τὴν μὲν οὖν διάλαμψιν ἀστραπὴν εἶναι τὴν τούτου τοῦ πυρός, τὸν δὲ ψόφον ἐναποσβεννυμένου καὶ τὴν σίξιν βροντήν, ὡς καθάπερ φαίνεται καὶ γιγνόμενον οὕτως καὶ πρότερον τὴν ἀστραπὴν οὖσαν τῆς βροντῆς.
彼らによれば、その火の輝き(閃光)が稲妻であり、それが(雲の中で)消えるときの音、すなわちジュッという音が雷鳴であって、実際に見える通りに、現象としてもそのようにして稲妻が雷鳴よりも先に存在しているのだということになる。
ἄλογος δὲ καὶ ἡ τοῦ πυρὸς ἐμπερίληψις, ἀμφοτέρως μέν, μᾶλλον δʼ ἡ κατάσπασις τοῦ ἄνωθεν αἰθέρος.
しかし、火の封入という想定は、両方の説とも不合理であるが、とりわけ上方のエーテルを引き下ろすという説においてそうである。
τοῦ τε γὰρ κάτω φέρεσθαι τὸ πεφυκὸς ἄνω δεῖ λέγεσθαι τὴν αἰτίαν, καὶ διὰ τὶ ποτε τοῦτο γίγνεται κατὰ τὸν οὐρανὸν ὅταν ἐπινέφελον ᾖ μόνον, ἀλλʼ οὐ συνεχῶς οὕτως· αἰθρίας δὲ οὔσης οὐ γίγνεται.
なぜなら、本来は上へと運ばれる性質を持つものが下へと運ばれる原因が述べられねばならないし、また、なぜこれが曇っているときにのみ空で起こり、そうでないときに連続して起こらないのか、そして晴天のときには起こらないのか(を説明せねばならないからである)。

語釈・文法注

  1. 369a12τῆς γὰρ ἀναθυμιάσεως ... οὔσης διττῆς — 「τῆς γὰρ ἀναθυμιάσεως ... οὔσης」から15行目の「ἔτι δὲ πυκνοτέρας ... γιγνομένης」にいたるまで、一連の属格独立構文(genitive absolute)が並列されている。これらの属格独立節は、24行目の「ἡ μὲν οὖν ...」や25行目の「αὕτη ... ἐκκρίνεται」という主節に対する前提条件あるいは原因を提示している。
  2. 369a30ὡς παρεικάσαι μείζονι μικρὸν πάθος — 「ὡς + 不定詞」は親語的な挿入節であり、「小さな現象(薪のパチパチ音)をより大きな現象(雷鳴)にたとえるならば」という意図を表す。μείζονι は与格で、παρεικάσαι(〜にたとえる)の対象を示し、μικρὸν πάθος はその対格目的語である。
  3. 369b5ᾗ ἂν ὥσπερ ἐκπῖπτον τὸ πνεῦμα χρωματισθὲν ὀφθῇ — 関係副詞 ᾗ(〜のように、〜する方向へ)に ἄν + 接続法 ὀφθῇ が伴い、一般化された条件・様態を表す(「吹き出す風が着色されて見えるような場合にはいつでも」)。分詞 ἐκπῖπτον と χρωματισθέν はともに主語 τὸ πνεῦμα に係り、後者は受動の意味(着色されて)を持つ。

この箇所を引用する

アリストテレス, 気象論 §2.9#1. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0086.tlg026.humanitext-grc2:2.9%231

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。