Humanitext Reader

亚里士多德 · 气象学 §2.9#1

雷鸣与闪电的成因及对先行学说的反驳

第 40 段,共 68 段 · 希腊语

内容简介

作者指出雷鸣、闪电、台风等现象均源于被包围在云层中并被排挤出来的干性蒸发气这一相同始因,阐明了雷鸣与闪电的产生机制,并反驳了关于云中存在被包围之火的其他学说。

§2.9#19 περὶ δὲ ἀστραπῆς καὶ βροντῆς, ἔτι δὲ περὶ τυφῶνος καὶ πρηστῆρος καὶ κεραυνῶν λέγωμεν· καὶ γὰρ τούτων τὴν αὐτὴν ἀρχὴν ὑπολαβεῖν δεῖ πάντων.
9 接下来让我们讨论闪电与雷鸣,以及台风、旋风和霹雳;因为我们必须假定这一切都具有相同的始因。
τῆς γὰρ ἀναθυμιάσεως, ὥσπερ εἴπομεν, οὔσης διττῆς, τῆς μὲν ὑγρᾶς τῆς δὲ ξηρᾶς, καὶ τῆς συγκρίσεως ἐχούσης ἄμφω ταῦτα δυνάμει καὶ συνισταμένης εἰς νέφος, ὥσπερ εἴρηται πρότερον, ἔτι δὲ πυκνοτέρας τῆς συστάσεως τῶν νεφῶν γιγνομένης πρὸς τὸ ἔσχατον πέρας (ᾗ γὰρ ἐκλείπει τὸ θερμὸν διακρινόμενον εἰς τὸν ἄνω τόπον, ταύτῃ πυκνοτέραν καὶ ψυχροτέραν ἀναγκαῖον εἶναι τὴν σύστασιν· διὸ καὶ οἱ κεραυνοὶ καὶ οἱ ἐκνεφίαι καὶ πάντα τὰ τοιαῦτα φέρεται κάτω, καίτοι πεφυκότος ἄνω τοῦ θερμοῦ φέρεσθαι παντός· ἀλλʼ εἰς τοὐναντίον τῆς πυκνότητος ἀναγκαῖον γίγνεσθαι τὴν ἔκθλιψιν, οἷον οἱ πυρῆνες οἱ ἐκ τῶν δακτύλων ἐκπηδῶντες· καὶ γὰρ ταῦτα βάρος ἔχοντα φέρεται πολλάκις ἄνω)· ἡ μὲν οὖν ἐκκρινομένη θερμότης εἰς τὸν ἄνω διασπείρεται τόπον· ὅση δʼ ἐμπεριλαμβάνεται τῆς ξηρᾶς ἀναθυμιάσεως ἐν τῇ μεταβολῇ ψυχομένου τοῦ ἀέρος, αὕτη συνιόντων τῶν νεφῶν ἐκκρίνεται, βίᾳ δὲ φερομένη καὶ προσπίπτουσα τοῖς περιεχομένοις νέφεσι ποιεῖ πληγήν, ἧς ὁ ψόφος καλεῖται βροντή.
因为,正如我们所说,蒸发气有两种,一种是湿的,另一种是干的,而它们的结合体潜在地包含这两者,并如前所述聚集成云,并且,随着云的凝聚在向着最外围的边界时变得更加稠密(因为在热量分离并逸向高空处,该处的凝聚必然更加稠密和寒冷;因此,霹雳、暴风以及所有此类现象都向下移动,尽管所有热量在天性上都倾向于向上移动;但排挤过程必然发生在与稠密相反的方向上,就像从手指间弹飞出来的果核一样;因为这些果核虽然有重量,却也常常向上飞去)——那么,分离出来的热量会消散到上方的空间;但在空气冷却的变化中,被包围在其中的那部分干性蒸发气,随着云的聚集而被排挤出来,并以猛烈的势头运动,撞击周围的云层,产生冲击,其声响就被称为雷鸣。
γίγνεται δʼ ἡ πληγὴ τὸν αὐτὸν τρόπον, ὡς παρεικάσαι μείζονι μικρὸν πάθος, τῷ ἐν τῇ φλογὶ γιγνομένῳ ψόφῳ, ὃν καλοῦσιν οἱ μὲν τὸν Ἥφαιστον γελᾶν, οἱ δὲ τὴν Ἑστίαν, οἱ δʼ ἀπειλὴν τούτων.
这种撞击发生的方式(若将小现象比作大现象的话)就如同火焰中产生的声响,有些人称其为赫菲斯托斯的笑声,另一些人称其为赫斯提亚的笑声,还有人称其为这些神明的威胁。
γίγνεται δʼ ὅταν ἡ ἀναθυμίασις εἰς τὴν φλόγα συνεστραμμένη φέρηται, ῥηγνυμένων καὶ ξηραινομένων τῶν ξύλων· οὕτως γὰρ καὶ ἐν τοῖς νέφεσι ἡ γιγνομένη τοῦ πνεύματος ἔκκρισις πρὸς τὴν πυκνότητα τῶν νεφῶν ἐμπίπτουσα ποιεῖ τὴν βροντήν.
这发生在随着木材开裂和干燥,蒸发气凝结成团并冲入火焰中时;因为同样地,在云中产生的风(气流)的排挤,当它撞击到云层的稠密处时,便产生了雷鸣。
παντοδαποὶ δὲ ψόφοι διὰ τὴν ἀνωμαλίαν τε γίγνονται τῶν νεφῶν καὶ διὰ τὰς μεταξὺ κοιλίας, ᾗ τὸ συνεχὲς ἐκλείπει τῆς πυκνότητος.
由于云层的不均匀以及它们之间的空隙(在这些空隙中稠密性的连续性中断),因而产生了各种各样的声响。
ἡ μὲν οὖν βροντἡ τοῦτʼ ἔστι, καὶ γίγνεται διὰ ταύτην τὴν αἰτίαν· τὸ δὲ πνεῦμα τὸ ἐκθλιβόμενον τὰ πολλὰ μὲν ἐκπυροῦται λεπτῇ καὶ ἀσθενεῖ πυρώσει, καὶ τοῦτʼ ἔστιν ἣν καλοῦμεν ἀστραπήν, ᾗ ἂν ὥσπερ ἐκπῖπτον τὸ πνεῦμα χρωματισθὲν ὀφθῇ.
因此,雷鸣就是这个,并且是因为这个原因产生的;而那被排挤出来的风,在大多数情况下会以微细而微弱的燃烧而起火,这就是我们所说的闪电,此时那风就像是坠落出来、被着色而显现出来一样。
γίγνεται δὲ μετὰ τὴν πληγὴν καὶ ὕστερον τῆς βροντῆς· ἀλλὰ φαίνεται πρότερον διὰ τὸ τὴν ὄψιν προτερεῖν τῆς ἀκοῆς.
闪电其实是在撞击之后、在雷鸣之后发生的;但它看起来更早,是因为视觉先于听觉。
δηλοῖ δʼ ἐπὶ τῆς εἰρεσίας τῶν τριήρων· ἤδη γὰρ ἀναφερόντων πάλιν τὰς κώπας ὁ πρῶτος ἀφικνεῖται ψόφος τῆς κωπηλασίας.
这在三段击桨战船的划桨中显而易见;因为当桨手们已经再次举起船桨时,第一次划桨的声音才传到我们耳中。
καίτοι τινὲς λέγουσιν ὡς ἐν τοῖς νέφεσιν ἐγγίγνεται πῦρ· τοῦτο δʼ Ἐμπεδοκλῆς μέν φησιν εἶναι τὸ ἐμπεριλαμβανόμενον τῶν τοῦ ἡλίου ἀκτίνων, Ἀναξαγόρας δὲ τοῦ ἄνωθεν αἰθέρος, ὃ δὴ ἐκεῖνος καλεῖ πῦρ κατενεχθὲν ἄνωθεν κάτω.
然而,有些人说云层中产生了火;对此,恩培多克勒说这是被包围在其中的太阳光线,而阿那克萨哥拉则说这是上方的以太,他确实将这称为从上面带到下面的火。
τὴν μὲν οὖν διάλαμψιν ἀστραπὴν εἶναι τὴν τούτου τοῦ πυρός, τὸν δὲ ψόφον ἐναποσβεννυμένου καὶ τὴν σίξιν βροντήν, ὡς καθάπερ φαίνεται καὶ γιγνόμενον οὕτως καὶ πρότερον τὴν ἀστραπὴν οὖσαν τῆς βροντῆς.
因此他们认为,这种火的光芒闪烁就是闪电,而它熄灭时发出的声响和嘶嘶声就是雷鸣,从而正如它看起来那样,在实际发生上闪电也是先于雷鸣的。
ἄλογος δὲ καὶ ἡ τοῦ πυρὸς ἐμπερίληψις, ἀμφοτέρως μέν, μᾶλλον δʼ ἡ κατάσπασις τοῦ ἄνωθεν αἰθέρος.
然而,这两种关于火被包围的观点都是不合理的,而将上方的以太拉下则更为不合理。
τοῦ τε γὰρ κάτω φέρεσθαι τὸ πεφυκὸς ἄνω δεῖ λέγεσθαι τὴν αἰτίαν, καὶ διὰ τὶ ποτε τοῦτο γίγνεται κατὰ τὸν οὐρανὸν ὅταν ἐπινέφελον ᾖ μόνον, ἀλλʼ οὐ συνεχῶς οὕτως· αἰθρίας δὲ οὔσης οὐ γίγνεται.
因为,必须说明为什么本来倾向于向上运动的东西会被向下运送的原因,并且还必须说明为什么这种情况只在天空中多云时才会发生,而不是一直以这种方式发生;因为晴天时它是不会发生的。

词汇与语法注释

  1. 369a12τῆς γὰρ ἀναθυμιάσεως ... οὔσης διττῆς — 从 “τῆς γὰρ ἀναθυμιάσεως ... οὔσης” 一直延伸到第15行的 “ἔτι δὲ πυκνοτέρας ... γιγνομένης” 是一连串并列的属格绝对结构(genitive absolute)。这些属格绝对句为第24行(“ἡ μὲν οὖν ...”)或第25行(“αὕτη ... ἐκκρίνεται”)开始的主句提供了背景条件或原因。
  2. 369a30ὡς παρεικάσαι μείζονι μικρὸν πάθος — 带 “ὡς” 的不定式插入小句,意为“如果将较小的现象(木柴的噼啪声)比作较大的现象(雷鸣)”。“μείζονι” 是与格,作为 “παρεικάσαι”(比作)的对象,而 “μικρὸν πάθος” 是其宾格宾语。
  3. 369b5ᾗ ἂν ὥσπερ ἐκπῖπτον τὸ πνεῦμα χρωματισθὲν ὀφθῇ — 关系副词 “ᾗ” 与 “ἄν” 及虚拟语气 “ὀφθῇ” 连用,表示普遍化的条件或方式(“无论在何种情况下,那仿佛坠落出来的风若显现出着色”)。分词 “ἐκπῖπτον” 与 “χρωματισθέν” 均修饰主语 “τὸ πνεῦμα”,后者具有被动含义(被着色)。

引用这一段

亚里士多德, 气象学 §2.9#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg026.humanitext-grc2:2.9%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。