§2.8#4προέρχεται δὲ ὁ ψόφος τῆς κινήσεως διὰ τὸ λεπτομερέστερον εἶναι καὶ μᾶλλον διὰ παντὸς ἰέναι τοῦ πνεύματος τὸν ψόφον.
また、揺れに先立って音が進むのは、音が風よりも微細な部分からなり、すべてをより通り抜けやすいからである。
ὅταν δʼ ἔλαττον ᾖ ἢ ὥστε κινῆσαι τῆν γῆν διὰ λεπτότητα, διὰ μὲν τὸ ῥάδίως διηθεῖσθαι οὐ δύναται κινεῖν, διὰ δὲ τὸ προσπίπτειν στερεοῖς ὄγκοις καὶ κοίλοις καὶ παντοδαποῖς σχήμασι παντοδαπὴν ἀφίησι φωνήν, ὥστʼ ἐνίοτε δοκεῖν ὅπερ λέγουσιν οἱ τερατολογοῦντες, μυκᾶσθαι τὴν γῆν.
しかし、(風が)微細であるために地を動かすには足りないとき、容易に浸透するために地を動かすことはできないが、固体のかたまりや空洞、さまざまな形状のものに衝突することによって、あらゆる音を発し、そのため時には、怪異を語る者たちが言うように、大地が吠えていると思われるほどである。
ἤδη δὲ καὶ ὕδατα ἀνερράγη γιγνομένων σεισμῶν·
また、すでに地震が起こっているときに、水が噴き出したこともある。
ἀλλʼ οὐ διὰ τοῦτο αἴτιον τὸ ὕδωρ τῆς κινήσεως, ἀλλʼ ἂν ᾗ ἐξ ἐπιπολῆς ἢ κάτωθεν βιάζηται τὸ πνεῦμα, ἐκεῖνο τὸ κινοῦν ἐστιν, ὥσπερ τῶν κυμάτων οἱ ἄνεμοι ἀλλʼ οὐ τὰ κύματα τῶν ἀνέμων εἰσὶν αἴτια, ἐπεὶ καὶ τὴν γῆν οὕτως ἄν τις αἰτιῷτο τοῦ πάθους·
しかし、このことのゆえに水が揺れの原因なのではなく、地表からであれ下からであれ風が勢いよく進むなら、動かすのはその風なのである。 それはちょうど、波の原因が風であって、波が風の原因ではないのと同様である。 なぜなら、そうでないなら、大地そのものをこの現象の原因とみなすこともできてしまうからである。
ἀνατρέπεται γὰρ σειομένη, καθάπερ ὕδωρ (ἡ γὰρ ἔκχυσις ἀνάτρεψίς τίς ἐστιν).
実際、大地は揺すぶられると、水のように覆るからである(というのも、あふれ出ることは一種の転覆だからである)。
ἀλλʼ αἴτια ταῦτα μὲν ἄμφω ὡς ὕλη (πάσχει γάρ, ἀλλʼ οὐ ποιεῖ), τὸ δὲ πνεῦμα ὡς ἀρχή.
しかし、これら両方は質料としての原因であり(なぜなら、それらは作用を受けるのであって、作用を及ぼすのではないからである)、風が始原としての原因なのである。
ὅπου δʼ ἄμα κῦμα σεισμῷ γέγονεν, αἴτιον, ὅταν ἐναντία γίγνηται τὰ πνεύματα.
そして、地震と同時に高波が生じたところでは、風が互いに相反するときがその原因である。
τοῦτο δὲ γίγνεται ὅταν τὸ σεῖον τὴν γῆν πνεῦμα φερομένην ὑπʼ ἄλλου πνεύματος τὴν θάλατταν ἀπῶσαι μὲν ὅλως μὴ δύνηται, προωθοῦν δὲ καὶ συστέλλον εἰς ταὐτὸν συναθροίσῃ πολλήν·
これが起こるのは、地を揺らす風が、別の風によって運ばれている海をまったく押し返すことができず、しかしそれを前へと押し進め、また縮めさせて、同じ場所に大量の海水を蓄積させるときである。
τότε γὰρ ἀναγκαῖον ἡττηθέντος τούτου τοῦ πνεύματος ἀθρόαν ὠθουμένην ὑπὸ τοῦ ἐναντίου πνεύματος ἐκρήγνυσθαι καὶ ποιεῖν τὸν κατακλυσμόν.
なぜなら、そのときには、この風が敗北すると、対向する風によって一挙に押された海が、噴き出して洪水を引き起こすことが必然だからである。
ἐγένετο δὲ τοῦτο καὶ περὶ Ἀχαΐαν·
そして、このことはアカイア地方でも起こった。
ἕξω μὲν γὰρ ἦν νότος, ἐκεῖ δὲ βορέας, νηνεμίας δὲ γενομένης καὶ ῥυέντος εἴσω τοῦ ἀνέμου ἐγένετο τὸ τε κῦμα καὶ ὁ σεισμὸς ἅμα, καὶ μᾶλλον διὰ τὸ τὴν θάλατταν μὴ διδόναι διαπνοὴν τῷ ὑπὸ τὴν γῆν ὡρμημένῳ πνεύματι, ἀλλʼ ἀντιφράττειν·
すなわち、外海では南風が吹いていたが、そこでは北風が吹いており、静穏になって風が内部へと流れ込んだときに、高波と地震が同時に起こったのである。 そして、海が地中へ突進した風に抜け道を与えず、かえってそれを遮ったことによって、いっそうそうなった。
ἀποβιαζόμενα γὰρ ἄλληλα τὸ μὲν πνεῦμα τὸν σεισμὸν ἐποίησεν, ἡ δ᾿ ὑπόστασις τοῦ κύματος τὸν κατακλυσμόν.
なぜなら、互いに押し合って、風は地震を引き起こし、高波の堆積は洪水を引き起こしたからである。
κατὰ μέρος δὲ γίγνονται οἱ σεισμοὶ τῆς γῆς, καὶ πολλάκις ἐπὶ μικρὸν τόπον, οἱ δʼ ἄνεμοι οὔ·
また、大地の地震は局所的に、しばしば狭い場所で起こるが、風はそうではない。
κατὰ μέρος μέν, ὅταν αἱ ἀναθυμιάσεις αἱ κατὰ τὸν τόπον αὐτὸν καὶ τὸν γειτνιῶντα συνέλθωσιν εἰς ἕν, ὥσπερ καὶ τοὺς αὐχμοὺς ἔφαμεν γίγνεσθαι καὶ τὰς ὑπερομβρίας τὰς κατὰ μέρος.
局所的に起こるというのは、その場所自体および隣接する場所の蒸発気が一つに集まるときであり、それはちょうど、干ばつや局所的な豪雨が起こると私たちが述べたのと同様である。
καὶ οἱ μὲν σεισμοὶ γίγνονται διὰ τοῦτον τὸν τρόπον, οἱ δʼ ἄνεμοι οὔ·
そして、地震はこのようにして起こるが、風はそうではない。
τὰ μὲν γὰρ ἐν τῇ γῇ τὴν ἀρχὴν ἔχει, ὥστʼ ἐφʼ ἓν ἁπάσας ὁρμᾶν· ὁ δʼ ἥλιος οὐχ ὁμοίως δύναται, τὰς δὲ μετεώρους μᾶλλον, ὥστε ῥεῖν, ὅταν ἀρχὴν λάβωσιν ἀπὸ τῆς τοῦ ἡλίου φορᾶς ἤδη κατὰ τὰς διαφορὰς τῶν τόπων, ἐφʼ ἕν.
なぜなら、前者は地中に源泉を持つため、すべてが一つの場所へと突進するが、太陽は同様の力を及ぼせず、むしろ高空の蒸発気に対して力を及ぼすため、それらが太陽の運行から始動力を得たときには、すでに場所の違いに応じて、一つの方向へと流れるからである。
ὅταν μὲν οὖν ᾗ πολὺ τὸ πνεῦμα, κινεῖ τὴν γῆν, ὥσπερ δὲ ὁ τρόμος, ἐπὶ πλάτος·
したがって、風が多量であるときには、大地を身震いのように横方向に動かす。
γίγνεται δʼ ὀλιγάκις καὶ κατά τινας τόπους, οἶον σφυγμός, ἄνω κάτωθεν·
しかし、脈拍のように下から上へと動くことは、稀に、かつ特定の場所でのみ起こる。
διὸ καὶ ἐλαττονάκις σείει τοῦτον τὸν τρόπον·
それゆえ、この方法で揺れることはより少ない。
οὐ γὰρ [δίδωσιν] ῥᾴδιον οὕτω πολλὴν συνελθεῖν ἀρχήν·
なぜなら、このように多くの始動源が集まることは容易ではないからである。
ἐπὶ μῆκος γὰρ πολλαπλασία τῆς ἀπὸ τοῦ βάθους ἡ διάκρισις.
すなわち、深さからの分離に比べて、長さ(水平方向)に沿った分離は何倍も大きいからである。
ὅπου δʼ ἂν γένηται τοιοῦτος σεισμός, ἐπιπολάζει πλῆθος λίθων, ὥσπερ τῶν ἐν τοῖς λίκνοις ἀναβραττομένων·
そして、このような地震が起こるところでは、みの中で揺すぶられるもののよう、多くの石が地表に浮き上がる。
τοῦτον γὰρ τὸν τρόπον γενομένου σεισμοῦ τά τε περὶ Σίπυλον ἀνετράπη καὶ τὸ Φλεγραῖον καλούμενον πεδίον καὶ τὰ περὶ τὴν Λιγυστικὴν χώραν.
実際、この方法で地震が起こったときに、シピュロス周辺や、いわゆるフレグライオン平原、およびリグリア地方周辺が転覆したのである。
ἐν δὲ ταῖς νήσοις ταῖς ποντίαις ἧττον γίγνονται σεισμοὶ τῶν προσγείων·
他方、外洋の島々では、沿岸の島々よりも地震が起こりにくい。
τὸ γὰρ πλῆθος τῆς θαλάττης καταψύχει τὰς ἀναθυμιάσεις καὶ κωλύει τῷ βάρει καὶ ἀποβιάζεται·
なぜなら、大量の海水が蒸発気を冷却し、その重みで抑えつけ、押し返すからである。
ἔτι δὲ ῥεῖ καὶ οὐ σείεται κρατουμένη ὑπὸ τῶν πνευμάτων·
さらに、海は風に支配されて流れるのであって、揺すぶられない。
καὶ διὰ τὸ πολὺν ἐπέχειν τόπον οὐκ εἰς ταύτην ἀλλʼ ἐκ ταύτης αἱ ἀναθυμιάσεις γίγνονται, καὶ ταύταις ἀκολουθοῦσιν αἱ ἐκ τῆς γῆς.
また、海が広い場所を占めているため、蒸発気は海へと向かうのではなく、海から生じるのであり、陸からの蒸発気はこれらに追随するからである。
αἱ δʼ ἐγγὺς τῆς ἠπείρου μόριόν εἰσιν τῆς ἠπείρου·
しかし、大陸に近い島々は大陸の一部である。
τὸ γὰρ μεταξὺ διὰ μικρότητα οὐδεμίαν ἔχει δύναμιν·
なぜなら、その間にある海は狭いために何の力も持たないからである。
τὰς δὲ ποντίας οὐκ ἔστιν κινῆσαι ἄνευ τῆς θαλάττης ὅλης, ὑφʼ ἧς περιεχόμεναι τυγχάνουσιν.
これに対して、外洋の島々を、それらを取り囲んでいる海全体なしに動かすことは不可能だからである。
περὶ μὲν οὖν σεισμῶν καὶ τίς ἡ φύσις, καὶ διὰ τίνα αἰτίαν γίγνονται, καὶ περὶ τῶν ἄλλων τῶν συμβαινόντων περὶ αὐτούς, εἴρηται σχεδὸν περὶ τῶν μεγίστων.
かくて、地震とその本性、およびそれらがどのような原因で起こるか、また、それらに関して生じる他の現象については、主要な点についてほぼ語り終えた。