§2.2#2φαίνεται δὲ θαλάττης, ὅτι τὸ μὲν ἁλμυρὸν ὑπομένει διὰ τὸ βάρος, τὸ δὲ γλυκὺ καὶ πότιμον ἀνάγεται διὰ τὴν κουφότητα, καθάπερ ἐν τοῖς τῶν ζῴων σώμασιν.
しかし、それが海のものであるように見えるのは、塩辛い部分はその重さのために下に残り、甘く飲める部分は軽さのために上昇するからであり、ちょうど動物の体内におけるのと同様である。
καὶ γὰρ ἐν τούτοις τῆς τροφῆς εἰσελθούσης γλυκείας ἡ τῆς ὑγρᾶς τροφῆς ὑπόστασις καὶ τὸ περίττωμα φαίνεται πικρὸν ὂν καὶ ἁλμυρόν·
なぜなら、これら体内においても、甘い食物が入ってきた後、液体の食物の沈殿物や排泄物は、苦く塩辛いものとして現れるからである。
τὸ γὰρ γλυκὺ καὶ πότιμον ὑπὸ τῆς ἐμφύτου θερμότητος ἑλκυσθὲν εἰς τὰς σάρκας καὶ τὴν ἄλλην σύνταξιν ἦλθεν τῶν μερῶν, ὡς ἕκαστον πέφυκεν.
なぜなら、甘く飲める部分は、生来の熱によって肉や他の諸部分の組織へと引き寄せられ、それぞれが自然に定められた通りになるからである。
ὥσπερ οὖν κἀκεῖ ἄτοπον εἶ τις τῆς ποτίμου τροφῆς μὴ νομίζοι τόπον εἶναι τὴν κοιλίαν, ὅτι ταχέως ἀφανίζεται, ἀλλὰ τοῦ περιττώματος, ὅτι τοῦθʼ ὁρᾷ ὑπομένον, οὐκ ἂν ὑπολαμβάνοι καλῶς.
したがって、ちょうどあそこでも、もし誰かが、飲める食物の場所は胃ではない、なぜならそれがすぐに消え去るからという理由で、むしろ排泄物の場所である、なぜならこれ(排泄物)がとどまっているのを見るからという理由で考えるのだとすれば、不条理であり、正しく想定していないことになる。
ὁμοίως δὲ καὶ ἐν τούτοις·
同様にこれら気象の現象においてもそうである。
ἔστιν γάρ, ὥσπερ λέγομεν, οὗτος ὁ τόπος ὕδατος·
なぜなら、私たちが言うように、この場所は水のものであるからである。
διὸ καὶ οἱ ποταμοὶ ῥέουσιν εἰς αὐτὸν ἅπαντες καὶ πᾶν τὸ γιγνόμενον ὕδωρ·
それゆえ、川も、そして生成するすべての水も、すべてそこへと流れ込むのである。
εἴς τε γὰρ τὸ κοιλότατον ἡ ῥύσις.
なぜなら、流れは最も低い場所へと向かうからである。
καὶ ἡ θάλαττα τὸν τοιοῦτον ἐπέχει τῆς γῆς τόπον·
そして、海は地球のそのような場所を占めている。
ἀλλὰ τὸ μὲν ἀναφέρεται ταχὺ διὰ τὸν ἥλιον ἅπαν, τὸ δʼ ὑπολείπεται διὰ τὴν εἰρημένην αἰτίαν.
しかし、一方は太陽のためにすべて急速に上昇し、他方は上述の理由のためにあとに残される。
τὸ δὲ ζητεῖν τὴν ἀρχαίαν ἀπορίαν, διὰ τὶ τοσοῦτον πλῆθος ὕδατος οὐδαμοῦ φαίνεται (καθʼ ἑκάστην γὰρ ἡμέραν ποταμῶν ῥεόντων ἀναρίθμων καὶ τὸ μέγεθος ἀπλέτων οὐδὲν ἡ θάλαττα γίγνεται πλείων), τοῦτο οὐδὲν μὲν ἄτοπον ἀπορῆσαί τινας, οὐ μὴν ἐπιβλέψαντά γε χαλεπὸν ἰδεῖν.
しかし、昔からの疑問、すなわち、なぜこれほど大量の水がどこにも余分に見えないのか(なぜなら、毎日、無数で、その大きさも途方もない川が流れ込んでいるのに、海は少しも増えないからである)を詮索することについては、誰かがそれを疑問に思うことは不条理ではないが、しかし目を向けて観察した者にとって、理解することは難しくない。
τὸ γὰρ αὐτὸ πλῆθος ὕδατος εἰς πλάτος τε διαταθὲν καὶ ἀθρόον οὐκ ἐν ἴσῳ χρόνῳ ἀναξηραίνεται, ἀλλὰ διαφέρει τοσοῦτον ὥστε τὸ μὲν διαμεῖναι ἂν ὅλην τὴν ἡμέραν, τὸ δʼ ὥσπερ εἴ τις ἐπὶ τράπεζαν μεγάλην περιτείνειεν ὕδατος κύαθον, ἅμα διανοουμένοις ἄν ἀφανισθείη πᾶν.
なぜなら、同じ量の水であっても、平たく引き伸ばされた場合と、一塊になっている場合とでは、同じ時間で蒸発するわけではなく、非常に異なっており、その結果、一方は一日中残るかもしれないが、他方は、まるで誰かが大きなテーブルの上に小さなコップ一杯の水を広げたかのように、私たちが考えているのと同時に、すべて消え去ってしまうだろうからである。
ὃ δὴ καὶ περὶ τοὺς ποταμοὺς συμβαίνει·
これこそが、まさに川についても起こっていることである。
συνεχῶς γὰρ ῥεόντων ἀθρόων ἀεὶ τὸ ἀφικνούμενον εἰς ἀχανῇ καὶ πλατὺν τόπον ἀναξηραίνεται ταχὺ καὶ ἀδήλως.
なぜなら、川が絶え間なく、まとまって流れているとしても、広大で平らな場所に到着した水は常に、急速に、かつ目に見えない形で蒸発するからである。
τὸ δʼ ἐν τῷ Φαίδωνι γεγραμμένον περί τε τῶν ποταμῶν καὶ τῆς θαλάττης ἀδύνατόν ἐστιν.
しかし、『パイドン』に川と海について書かれていることは、不可能である。
λέγεται γὰρ ὡς ἅπαντα μὲν εἰς ἄλληλα συντέτρηται ὑπὸ γῆν, ἀρχὴ δὲ πάντων εἴη καὶ πηγὴ τῶν ὑδάτων ὁ καλούμενος Τάρταρος, περὶ τὸ μέσον ὕδατός τι πλῆθος, ἐξ οὗ καὶ τὰ ῥἐοντα καὶ τὰ μὴ ῥέοντα ἀναδίδωσιν πάντα·
なぜなら、そこでは次のように言われているからである。 すなわち、すべての水路は地下で互いにつながっており、すべての水の始まりであり水源であるのは、いわゆるタルタロスであり、それは中心の周りにある、ある水の塊であって、そこから、流れる水も流れない水も、すべてが湧き出している、と。
τὴν δʼ ἐπίρρυσιν ποιεῖν ἐφʼ ἕκαστα τῶν ῥευμάτων διὰ τὸ σαλεύειν ἀεὶ τὸ πρῶτον καὶ τὴν ἀρχήν·
そして、個々の流れへの流入を引き起こすのは、根源であり始まりであるものが常に揺れ動いているからである。
οὐκ ἔχειν γὰρ ἕδραν, ἀλλʼ ἀεὶ περὶ τὸ μέσον εἰλεῖσθαι· κινούμενον δʼ ἄνω καὶ κάτω ποιεῖν τὴν ἐπίχυσιν τοῖς ῥεύμασιν.
なぜなら、それは固定された座を持たず、常に中心の周りで渦巻いているからであり、上下に動くことによって、さまざまな流れへと水を送り出すのである。
τὰ δὲ πολλαχοῦ μὲν λιμνάζειν, οἷον καὶ τὴν παρʼ ἡμῖν εἶναι θάλατταν, πάντα δὲ πάλιν κύκλῳ περιάγειν εἰς τὴν ἀρχήν, ὅθεν ἤρξαντο ῥεῖν, πολλὰ μὲν κατὰ τὸν αὐτὸν τόπον, τὰ δὲ καὶ καταντικρὺ τῇ θέσει τῆς ἐκροῆς, οἶον εἰ ῥεῖν ἤρξαντο κάτωθεν, ἄνωθεν εἰσβάλλειν.
また、それらは多くの場所で湖を形成し、たとえば私たちのところにある海もそうであるが、しかしすべては再び円を描いて、流れ始めた始まりの場所へと戻る。 多くは同じ場所に、またあるものは流出口の位置とは真反対の側に、たとえば、下から流れ出たのだとすれば、上から流入する。
εἶναι δὲ μέχρι τοῦ μέσου τὴν κάθεσιν· τὸ γὰρ λοιπὸν πρὸς ἄναντες ἤδη πᾶσιν εἶναι τὴν φοράν.
そして、下への落下は中心までであり、なぜなら、残りの部分は、すべての流れにとってすでに上り坂への流れになるからである。
τοὺς δὲ χυμοὺς καὶ τὰς χρόας ἴσχειν τὸ ὕδωρ διʼ οἵας ἄν τύχωσι ῥέοντα γῆς.
また、水がさまざまな味や色を帯びるのは、流れる土地がたまたまどのような土壌であるかによる。
συμβαίνει δὲ τοὺς ποταμοὺς ῥεῖν οὐκ ἐπὶ ταὐτὸν ἀεὶ κατὰ τὸν λόγον τοῦτον·
しかし、この説に従うと、川は常に同じ方向へ流れるとは限らなくなる。
ἐπεὶ γὰρ εἰς τὸ μέσον εἰσρέουσιν ἀφʼ οὗπερ ἐκρέουσιν, οὐδὲν μᾶλλον ῥευσοῦνται κάτωθεν ἢ ἄνωθεν, ἀλλʼ ἐφʼ ὁπότερ’ ἄν ῥέψη κυμαίνων ὁ Τάρταρος.
なぜなら、彼らは流れ出るその場所へと流れ込むのだから、下から流れることも上から流れることも同じくらいあり得ることになり、むしろ、うねるタルタロスがどちらの方向へ傾くかによって流れることになるからである。
καίτοι τούτου συμβαίνοντος γένοιτʼ ἂν τὸ λεγόμενον ἄνω ποταμῶν· ὅπερ ἀδύνατον.
しかし、もしこれが起こるなら、いわゆる「川が逆流する」ということが生じるだろうが、それは不可能である。
ἔτι τὸ γιγνόμενον ὕδωρ καὶ τὸ πάλιν ἀναγόμενον πόθεν ἔσται;
さらに、新しく生成する水や、再び上昇する水は、どこから来るというのか。
τοῦτο γὰρ ἐξαίρειν ὅλον ἀναγκαῖον, εἴπερ ἀεὶ σῴζεται τὸ ἴσον·
なぜなら、もし常に等しい量が保たれるとすれば、これを丸ごと除外せざるを得ないからである。
ὅσον γὰρ ἔξω ῥεῖ, πάλιν ῥεῖ πρὸς τὴν ἀρχήν.
なぜなら、外へと流れ出るのと同量の水が、再び始まりの場所へと流れ込むからである。
καίτοι πάντες οἱ ποταμοὶ φαίνονται τελευτῶντες εἰς τὴν θάλατταν, ὅσοι μὴ εἰς ἀλλήλους·
しかし、互いに流れ込むものを除けば、すべての川は海へと注いで終わっているのが見える。
εἰς δὲ γῆν οὐδείς, ἀλλὰ κἂν ἀφανισθῇ, πάλιν ἀναδύνουσιν.
大地の中に注いで終わるものは一つもなく、たとえ見えなくなったとしても、再び湧き出してくる。
μεγάλοι δὲ γίγνονται τῶν ποταμῶν οἱ μακρὰν ῥέοντες διὰ κοίλης·
川のうち、窪んだ土地を長く流れるものが大きくなる。
πολλῶν γὰρ δέχονται ῥεύματα ποταμῶν, ὑποτεμνόμενοι τῷ τόπῳ καὶ τῷ μήκει τὰς ὁδοὺς·
なぜなら、それらは多くの川の流れを受け入れるからであり、その場所と長さによって、他の川の経路を遮るからである。
διόπερ ὅ τʼ Ἴστρος καὶ ὁ Νεῖλος μέγιστοι τῶν ποταμῶν εἰσιν τῶν εἰς τήνδε τὴν θάλατταν ἐξιόντων.
それゆえ、イストロス川とナイル川は、この海に流れ込む川の中で最大のものである。
καὶ περὶ τῶν πηγῶν ἄλλοι λέγουσιν ἑκάστου τῶν ποταμῶν ἄλλας αἰτίας διὰ τὸ πολλοὺς εἰς τὸν αὐτὸν ἐμβάλλειν.
また、水源についても、多くの川が同一の川に流れ込むため、人々はそれぞれの川に対して異なる原因を語っている。
ταῦτα δὴ πάντα φανερὸν ὡς ἀδύνατόν ἐστι συμβαίνειν ἄλλως τε καὶ τῆς θαλάττης ἐκεῖθεν τὴν ἀρχὴν ἐχούσης.
これらすべてのことが起こり得ないことは明らかであり、とりわけ、海がそこから始まりを持っているとするなら、なおさらである。
ὅτι μὲν οὖν ὕδατός τε ὁ τόπος ἐστὶν οὗτος καὶ οὐ θαλάττης, καὶ διὰ τίνʼ αἰτίαν τὸ μὲν πότιμον ἄδηλον πλὴν ῥέον, τὸ δʼ ὑπομένον, καὶ διότι τελευτὴ μᾶλλον ὕδατος ἢ ἀρχή ἐστιν ἡ θάλαττα, καθάπερ τὸ ἐν τοῖς σώμασιν περίττωμα τῆς τροφῆς πάσης, καὶ μάλιστα τὸ τῆς ὑγρᾶς, εἰρήσθω τοσαῦθʼ ἡμῖν.
したがって、この場所は水のものであって海のものではないこと、また、どのような原因で、飲める部分は流れている時以外は見えなくなり、他方が残るのかということ、そして、なぜ海は水の始まりというよりはむしろ終わりであるのかということ、まるで体内におけるすべての食物の排泄物、とりわけ液体のそれと同じように。 これらについて、私たちからはこれだけを語ったことにしておこう。 したがって、この場所は水のものであって海のものではないこと、また、どのような原因で、飲める部分は流れている時以外は見えなくなり、他方が残るのかということ、そして、なぜ海は水の始まりというよりはむしろ終わりであるのかということ(まるで体内におけるすべての食物の排泄物、とりわけ液体のそれと同じように)、これらについて、私たちからはこれだけを語ったことにしておこう。