Humanitext Reader

亚里士多德 · 气象学 §2.2#2

海洋的终极性与对塔尔塔罗斯说的批判

第 24 段,共 68 段 · 希腊语

内容简介

作者通过动物消化系统的比喻,解释了海洋是水的终点而非起点,且流入海洋的河水通过蒸发保持总量平衡。同时,他批判了柏拉图在《斐多篇》中提出的以地下塔尔塔罗斯为源头的水循环理论。

§2.2#2φαίνεται δὲ θαλάττης, ὅτι τὸ μὲν ἁλμυρὸν ὑπομένει διὰ τὸ βάρος, τὸ δὲ γλυκὺ καὶ πότιμον ἀνάγεται διὰ τὴν κουφότητα, καθάπερ ἐν τοῖς τῶν ζῴων σώμασιν.
但是它看起来像是属于海洋的,因为咸的部分由于其重量留在了后面,而甘甜可饮用的部分由于其轻便被提升了上去,正如在动物的身体中一样。
καὶ γὰρ ἐν τούτοις τῆς τροφῆς εἰσελθούσης γλυκείας ἡ τῆς ὑγρᾶς τροφῆς ὑπόστασις καὶ τὸ περίττωμα φαίνεται πικρὸν ὂν καὶ ἁλμυρόν· τὸ γὰρ γλυκὺ καὶ πότιμον ὑπὸ τῆς ἐμφύτου θερμότητος ἑλκυσθὲν εἰς τὰς σάρκας καὶ τὴν ἄλλην σύνταξιν ἦλθεν τῶν μερῶν, ὡς ἕκαστον πέφυκεν.
因为在这些身体中,甘甜的食物进入之后,液体营养的沉淀物和排泄物显得是苦而咸的;因为甘甜可饮用的部分被生来的热力吸引,走向肌肉以及身体各部分的其他组织,正如各部分自然形成的那样。
ὥσπερ οὖν κἀκεῖ ἄτοπον εἶ τις τῆς ποτίμου τροφῆς μὴ νομίζοι τόπον εἶναι τὴν κοιλίαν, ὅτι ταχέως ἀφανίζεται, ἀλλὰ τοῦ περιττώματος, ὅτι τοῦθʼ ὁρᾷ ὑπομένον, οὐκ ἂν ὑπολαμβάνοι καλῶς.
因此,就像在身体中一样,如果有人认为胃不是可饮用营养的位置(因为它们很快就消失了),而是排泄物的位置(因为他看到排泄物留存在那里),那他的想法是不对的。
ὁμοίως δὲ καὶ ἐν τούτοις·
同样,在这些气象现象中也是如此。
ἔστιν γάρ, ὥσπερ λέγομεν, οὗτος ὁ τόπος ὕδατος· διὸ καὶ οἱ ποταμοὶ ῥέουσιν εἰς αὐτὸν ἅπαντες καὶ πᾶν τὸ γιγνόμενον ὕδωρ· εἴς τε γὰρ τὸ κοιλότατον ἡ ῥύσις.
因为正如我们所说,这个位置是属于水的;所以所有的河流以及所有生成的水都流向这里;因为流动是朝向最洼处的。
καὶ ἡ θάλαττα τὸν τοιοῦτον ἐπέχει τῆς γῆς τόπον·
而海洋正是占据了大地上的这样一个位置。
ἀλλὰ τὸ μὲν ἀναφέρεται ταχὺ διὰ τὸν ἥλιον ἅπαν, τὸ δʼ ὑπολείπεται διὰ τὴν εἰρημένην αἰτίαν.
但是,其中一部分由于太阳而全部迅速提升,而另一部分则由于上述原因留在了后面。
τὸ δὲ ζητεῖν τὴν ἀρχαίαν ἀπορίαν, διὰ τὶ τοσοῦτον πλῆθος ὕδατος οὐδαμοῦ φαίνεται (καθʼ ἑκάστην γὰρ ἡμέραν ποταμῶν ῥεόντων ἀναρίθμων καὶ τὸ μέγεθος ἀπλέτων οὐδὲν ἡ θάλαττα γίγνεται πλείων), τοῦτο οὐδὲν μὲν ἄτοπον ἀπορῆσαί τινας, οὐ μὴν ἐπιβλέψαντά γε χαλεπὸν ἰδεῖν.
但是,探讨这个古老的困难——为什么如此巨大的水量在任何地方都看不出增加(因为每天都有无数且体量巨大的河流流入,海洋却一点也没有变大)——有人对此产生疑问并非不合理,但对于观察过的人来说,这并不难理解。
τὸ γὰρ αὐτὸ πλῆθος ὕδατος εἰς πλάτος τε διαταθὲν καὶ ἀθρόον οὐκ ἐν ἴσῳ χρόνῳ ἀναξηραίνεται, ἀλλὰ διαφέρει τοσοῦτον ὥστε τὸ μὲν διαμεῖναι ἂν ὅλην τὴν ἡμέραν, τὸ δʼ ὥσπερ εἴ τις ἐπὶ τράπεζαν μεγάλην περιτείνειεν ὕδατος κύαθον, ἅμα διανοουμένοις ἄν ἀφανισθείη πᾶν.
因为同样数量的水,如果平铺开来和聚集在一起,并不会在相同的时间内蒸发,而是相差极大,以至于一者可以维持一整天,而另一者——就像如果有人把一小杯水泼在巨大的桌子上一样——在我们思考的同时就会全部消失。
ὃ δὴ καὶ περὶ τοὺς ποταμοὺς συμβαίνει· συνεχῶς γὰρ ῥεόντων ἀθρόων ἀεὶ τὸ ἀφικνούμενον εἰς ἀχανῇ καὶ πλατὺν τόπον ἀναξηραίνεται ταχὺ καὶ ἀδήλως.
这也正是河流上发生的事情;因为虽然它们源源不断地聚集流淌,但到达宽阔平坦地方的水总是迅速且不露痕迹地蒸发。
τὸ δʼ ἐν τῷ Φαίδωνι γεγραμμένον περί τε τῶν ποταμῶν καὶ τῆς θαλάττης ἀδύνατόν ἐστιν.
然而,《斐多篇》中所写的关于河流和海洋的内容是不可能的。
λέγεται γὰρ ὡς ἅπαντα μὲν εἰς ἄλληλα συντέτρηται ὑπὸ γῆν, ἀρχὴ δὲ πάντων εἴη καὶ πηγὴ τῶν ὑδάτων ὁ καλούμενος Τάρταρος, περὶ τὸ μέσον ὕδατός τι πλῆθος, ἐξ οὗ καὶ τὰ ῥἐοντα καὶ τὰ μὴ ῥέοντα ἀναδίδωσιν πάντα· τὴν δʼ ἐπίρρυσιν ποιεῖν ἐφʼ ἕκαστα τῶν ῥευμάτων διὰ τὸ σαλεύειν ἀεὶ τὸ πρῶτον καὶ τὴν ἀρχήν· οὐκ ἔχειν γὰρ ἕδραν, ἀλλʼ ἀεὶ περὶ τὸ μέσον εἰλεῖσθαι· κινούμενον δʼ ἄνω καὶ κάτω ποιεῖν τὴν ἐπίχυσιν τοῖς ῥεύμασιν.
因为书中说,所有的水路在地下都是互相贯通的,且所有水分的起点和源头是所谓的塔尔塔罗斯,这是围绕中心的大量水分,所有流动的和不流动的水都从中涌出;而之所以会向各个水流产生涌入,是因为其第一原理和起点一直在摇晃;因为它没有固定的基座,而是始终围绕中心旋转;当它上下运动时,便使水流溢出。
τὰ δὲ πολλαχοῦ μὲν λιμνάζειν, οἷον καὶ τὴν παρʼ ἡμῖν εἶναι θάλατταν, πάντα δὲ πάλιν κύκλῳ περιάγειν εἰς τὴν ἀρχήν, ὅθεν ἤρξαντο ῥεῖν, πολλὰ μὲν κατὰ τὸν αὐτὸν τόπον, τὰ δὲ καὶ καταντικρὺ τῇ θέσει τῆς ἐκροῆς, οἶον εἰ ῥεῖν ἤρξαντο κάτωθεν, ἄνωθεν εἰσβάλλειν.
此外,它们在许多地方汇集成湖泊,例如我们这里的海洋也是如此,但所有这些又都绕圈返回到它们开始流出的起点,许多在同一侧,有些则在与流出口相反的位置——例如,如果它们开始从下方流出,便从上方流入。
εἶναι δὲ μέχρι τοῦ μέσου τὴν κάθεσιν· τὸ γὰρ λοιπὸν πρὸς ἄναντες ἤδη πᾶσιν εἶναι τὴν φοράν.
而且,向下坠落最多到中心为止;因为对于所有的流动来说,其余的路程已经是向上的了。
τοὺς δὲ χυμοὺς καὶ τὰς χρόας ἴσχειν τὸ ὕδωρ διʼ οἵας ἄν τύχωσι ῥέοντα γῆς.
而水之所以带有不同的味道和颜色,取决于它们刚好流经什么样的土地。
συμβαίνει δὲ τοὺς ποταμοὺς ῥεῖν οὐκ ἐπὶ ταὐτὸν ἀεὶ κατὰ τὸν λόγον τοῦτον· ἐπεὶ γὰρ εἰς τὸ μέσον εἰσρέουσιν ἀφʼ οὗπερ ἐκρέουσιν, οὐδὲν μᾶλλον ῥευσοῦνται κάτωθεν ἢ ἄνωθεν, ἀλλʼ ἐφʼ ὁπότερ’ ἄν ῥέψη κυμαίνων ὁ Τάρταρος.
但是,根据这种说法,河流将不会总是流向同一个方向;因为它们流入它们所流出的中心,所以它们从下方流动的可能性并不比从上方流动大,而是取决于波动着的塔尔塔罗斯偏向哪一侧。
καίτοι τούτου συμβαίνοντος γένοιτʼ ἂν τὸ λεγόμενον ἄνω ποταμῶν· ὅπερ ἀδύνατον.
然而,如果这种情况发生,就会出现所谓的“河流倒流”,而这是不可能的。
ἔτι τὸ γιγνόμενον ὕδωρ καὶ τὸ πάλιν ἀναγόμενον πόθεν ἔσται;
此外,新生成的水和再次被提升的水将从何而来?
τοῦτο γὰρ ἐξαίρειν ὅλον ἀναγκαῖον, εἴπερ ἀεὶ σῴζεται τὸ ἴσον· ὅσον γὰρ ἔξω ῥεῖ, πάλιν ῥεῖ πρὸς τὴν ἀρχήν.
因为如果总水量保持恒定,就必须将这部分水完全排除在外;因为流向外面的水量,会再次流回起点。
καίτοι πάντες οἱ ποταμοὶ φαίνονται τελευτῶντες εἰς τὴν θάλατταν, ὅσοι μὴ εἰς ἀλλήλους· εἰς δὲ γῆν οὐδείς, ἀλλὰ κἂν ἀφανισθῇ, πάλιν ἀναδύνουσιν.
然而,除了流入彼此的河流之外,所有的河流显然都终结于海洋;流入大地的则一个也没有,即使消失了,它们也会再次涌现。
μεγάλοι δὲ γίγνονται τῶν ποταμῶν οἱ μακρὰν ῥέοντες διὰ κοίλης· πολλῶν γὰρ δέχονται ῥεύματα ποταμῶν, ὑποτεμνόμενοι τῷ τόπῳ καὶ τῷ μήκει τὰς ὁδοὺς· διόπερ ὅ τʼ Ἴστρος καὶ ὁ Νεῖλος μέγιστοι τῶν ποταμῶν εἰσιν τῶν εἰς τήνδε τὴν θάλατταν ἐξιόντων.
在河流中,流经洼地时间长、距离远的河流会变得巨大;因为它们接纳了许多河流的水流,凭借其位置和长度截断了其他河流的路径;因此,伊斯特罗斯河和纳罗河是流向这个海洋的河流中最大的。
καὶ περὶ τῶν πηγῶν ἄλλοι λέγουσιν ἑκάστου τῶν ποταμῶν ἄλλας αἰτίας διὰ τὸ πολλοὺς εἰς τὸν αὐτὸν ἐμβάλλειν.
关于源头,也有人对每条河流提出其他的解释,因为许多河流都汇入同一条河。
ταῦτα δὴ πάντα φανερὸν ὡς ἀδύνατόν ἐστι συμβαίνειν ἄλλως τε καὶ τῆς θαλάττης ἐκεῖθεν τὴν ἀρχὴν ἐχούσης.
显然,所有这些事情都是不可能发生的,尤其是如果海洋是从那里(塔尔塔罗斯)获得其起点的话。
ὅτι μὲν οὖν ὕδατός τε ὁ τόπος ἐστὶν οὗτος καὶ οὐ θαλάττης, καὶ διὰ τίνʼ αἰτίαν τὸ μὲν πότιμον ἄδηλον πλὴν ῥέον, τὸ δʼ ὑπομένον, καὶ διότι τελευτὴ μᾶλλον ὕδατος ἢ ἀρχή ἐστιν ἡ θάλαττα, καθάπερ τὸ ἐν τοῖς σώμασιν περίττωμα τῆς τροφῆς πάσης, καὶ μάλιστα τὸ τῆς ὑγρᾶς, εἰρήσθω τοσαῦθʼ ἡμῖν.
因此,这个位置是属于水而不是属于海洋的,以及为什么可饮用的部分除了流动时以外都是看不见的,而另一部分则留存下来,还有为什么海洋更多是水的终点而不是起点(正如身体中所有食物的排泄物,尤其是液体的排泄物一样),关于这些,我们就说这么多。

词汇与语法注释

  1. ¦5¦τῆς τροφῆς εἰσελθούσης γλυκείας — 这是以 τῆς τροφῆς 为逻辑主语、εἰσελθούσης 为分词的属格独立结构,其中 γλυκείας 作表语性修饰(“当食物以甘甜的状态进入后”)。
  2. ¦15¦ὥσπερ οὖν κἀκεῖ ἄτοπον εἴ τις τῆς ποτίμου τροφῆς μὴ νομίζοι τόπον εἶναι τὴν κοιλίαν ... οὐκ ἂν ὑπολαμβάνοι καλῶς — 该句包含一个混合条件结构,其中 ἄτοπον [ἂν εἴη](将是荒谬的)与 οὐκ ἂν ὑπολαμβάνοι καλῶς(其假设将是不正确的)共同作为条件从句 εἴ τις ... μὴ νομίζοι ...(如果有人认为……)的结句。
  3. ¦30¦ἅμα διανοουμένοις ἂν ἀφανισθείη πᾶν — 该句中 ἅμα 结合与格分词 διανοουμένοις(意为“在人们思考的同时”),是一种表示“转瞬之间”或“一瞬间”的惯用表达方式。
  4. ¦356a¦τὴν δʼ ἐπίρρυσιν ποιεῖν ἐφʼ ἕκαστα τῶν ῥευμάτων — 这是转述柏拉图《斐多篇》学说的间接引语部分(由 λέγεται ὡς 引导),其主动词以不定式形式(ποιεῖν、ἔχειν、εἰλεῖσθαι 等)出现,其中 ποιεῖν 的逻辑主语为前文的“塔尔塔罗斯”或 τὸ πρῶτον καὶ τὴν ἀρχήν。
  5. ¦20¦τοῦτο γὰρ ἐξαίρειν ὅλον ἀναγκαῖον — τοῦτο 指代前一句中的“新生成的水和再次被提升的水”。不定式 ἐξαίρειν(“排除/不予考虑”)作为无人称结构 ἀναγκαῖον [ἐστί] 的补足语。

引用这一段

亚里士多德, 气象学 §2.2#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg026.humanitext-grc2:2.2%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。