§1.6#16 περὶ δὲ τῶν κομητῶν καὶ τοῦ καλουμένου γάλακτος λέγωμεν, διαπορήσαντες πρὸς τὰ παρὰ τῶν ἄλλων εἰρημένα πρῶτον.
6 彗星と、いわゆる天の川について、まず他者によって語られたことに対して検討を加えた上で、語ることにしよう。
Ἀναξαγόρας μὲν οὖν καὶ Δημόκριτός φασιν εἶναι τοὺς κομήτας σύμφασιν τῶν πλανήτων ἀστέρων, ὅταν διὰ τὸ πλησίον ἐλθεῖν δόξωσι θιγγάνειν ἀλλήλων.
まず、アナクサゴラスとデモクリトスは、彗星とは惑星たちが互いに接近することによって接触しているように見えるときの、それらの重なり合って見える像であると主張している。
τῶν δʼ Ἰταλικῶν τινες καλουμένων Πυθαγορείων ἕνα λέγουσιν αὐτὸν εἶναι τῶν πλανήτων ἀστέρων, ἀλλὰ διὰ πολλοῦ τε χρόνου τὴν φαντασίαν αὐτοῦ εἶναι καὶ τὴν ὑπερβολὴν ἐπὶ μικρόν, ὅπερ συμβαίνει καὶ περὶ τὸν τοῦ Ἑρμοῦ ἀστέρα·
一方、いわゆるピュタゴラス派と呼ばれるイタリアの人々のうちのある者たちは、それ(彗星)は惑星の一つであるが、その出現は長い時間の周期をおいてであり、その(地平線上への)超過はわずかな間だけであって、これは水星についても起こることと同じであると主張している。
διὰ γὰρ τὸ μικρὸν ἐπαναβαίνειν πολλὰς ἐκλείπει φάσεις, ὥστε διὰ χρόνου φαίνεσθαι πολλοῦ, παραπλησίως δὲ τούτοις καὶ οἱ περὶ Ἱπποκράτην τὸν Χῖον καὶ τὸν μαθητὴν αὐτοῦ Αἰσχύλον ἀπεφήναντο, πλὴν τήν γε κόμην οὐκ ἐξ αὑτοῦ φασιν ἔχειν, ἀλλὰ πλανώμενον διὰ τὸν τόπον ἐνίοτε λαμβάνειν ἀνακλωμένης τῆς ἡμετέρας ὄψεως ἀπὸ τῆς ἑλκομένης ὑγρότητος ὑπʼ αὐτοῦ πρὸς τὸν ἥλιον.
というのも、水星はわずかしか上昇しないために、多くの出現の機会を欠き、その結果、長い時間をおいてしか現れないからである。 これらとほぼ同様のことを、キオスのヒッポクラテスの一派やその弟子のアイスキュロスも表明したが、ただし、彼らは尾を彗星自身から生じているのではなく、それがその場所を巡っているときに、彗星によって太陽の方へと引き寄せられた湿気から我々の視線が反射されることによって、時として尾を得るのだと主張している。
διὰ δὲ τὸ ὑπολείπεσθαι βραδύτατα τῷ χρόνῳ διὰ πλείστου χρόνου φαίνεσθαι τῶν ἄλλων ἄστρων, ὡς ὅταν ἐκ ταὐτοῦ φανῇ ὑπολελειμμένον ὅλον τὸν ἑαυτοῦ κύκλον·
また、それが時間的に最も遅く取り残されるために、他の星々のなかで最も長い時間をおいて現れるのであり、それは、同じ場所から再び現れるときには、その軌道円全体を取り残してきた(一周遅れてきた)かのようであるとされる。
ὑπολείπεσθαι δʼ αὐτὸν καὶ πρὸς ἄρκτον καὶ πρὸς νότον.
そして、それは北にも南にも取り残される(偏る)。
ἐν μὲν οὖν τῷ μεταξὺ τόπῳ τῶν τροπικῶν οὐχ ἕλκειν τὸ ὕδωρ πρὸς ἑαυτὸν διὰ τὸ κεκαῦσθαι ὑπὸ τῆς τοῦ ἡλίου φορᾶς·
それゆえ、回帰線の間の領域においては、太陽の運行によって焦がされているために、水分を自身の方へと引き寄せない。
πρὸς δὲ νότον ὅταν φέρηται, δαψίλειαν μὲν ἔχειν τῆς τοιαύτης νοτίδος, ἀλλὰ διὰ τὸ μικρὸν εἶναι τὸ ὑπὲρ τῆς γῆς τμῆμα τοῦ κύκλου, τὸ δὲ κάτω πολλαπλάσιον, οὐ δύνασθαι τὴν ὄψιν τῶν ἀνθρώπων φέρεσθαι κλωμένην πρὸς τὸν ἥλιον οὔτε τῷ τροπικῷ τόπῳ πλησιάζοντος οὔτʼ ἐπὶ θεριναῖς τροπαῖς ὄντος τοῦ ἡλου·
一方、南へと運ばれるときには、そのような湿気は十分に存在するものの、地平線上にある軌道の弧が小さく、地平線下の部分がその何倍もあるため、人間の視線が反射されて太陽に向けて届くことができない。 それは、彗星が回帰線の領域に接近しているときも、太陽が夏至にあるときも同様である。
διόπερ ἐν τούτοις μὲν τοῖς τόποις οὐ γίγνεσθαι κομήτην αὐτόν·
それゆえ、これらの領域においては、それは彗星にならない。
ὅταν δὲ πρὸς βορέαν ὑπολειφθεὶς τύχῃ, λαμβάνειν κόμην διὰ τὸ μεγάλην εἶναι τὴν περιφέρειαν τὴν ἄνωθεν τοῦ ὁρίζοντος, τὸ δὲ κάτω μέρος τοῦ κύκλου μικρόν·
しかし、それが北に取り残されることになったときには、地平線より上の円周が大きく、軌道の地平線下の部分が小さいために、尾を得る。
ῥᾳδίως γὰρ τὴν ὄψιν τῶν ἀνθρώπων ἀφικνεῖσθαι τότε πρὸς τὸν ἥλιον.
というのも、そのときには人間の視線が容易に太陽へと到達するからである。
πᾶσιν δὲ τούτοις τὰ μὲν κοινῇ συμπίπτει λέγειν ἀδύνατα, τὰ δὲ χωρίς.
しかし、これらすべての説には、共通して不可能なことを主張している点もあれば、個別に不可能な点もある。
πρῶτον μὲν οὖν τοῖς λέγουσιν ὅτι τῶν πλανωμένων ἐστὶν εἰς ἀστέρων ὁ κομήτης· οἱ γὰρ πλανώμενοι πάντες ἐν τῷ κύκλῳ ὑπολείπονται τῷ τῶν ζῳδίων, κομῆται δὲ πολλοὶ ἑωραμένοι εἰσὶν ἔξω τοῦ κύκλου.
まず第一に、彗星は惑星の一つであると主張する者たちについて言えば、すべての惑星は黄道帯の円内において取り残されるのであるが、多くの彗星が黄道帯の円の外側で目撃されている。
εἶτα καὶ πλείους ἑνὸς ἄμα γεγένηνται πολλάκις.
さらに、しばしば二つ以上の彗星が同時に現れたこともある。
πρὸς δὲ τούτοις, εἰ διὰ τὴν ἀνάκλασιν τὴν κόμην ἴσχουσι, καθάπερ φησὶν Αἰσχύλος καὶ Ἱπποκράτης, ἔδει ποτὲ φαίνεσθαι καὶ ἄνευ κόμης τὸν ἀστέρα τοῦτον, ἐπειδήπερ ὑπολείπεται μὲν καὶ εἰς ἄλλους τόπους, τὴν δὲ κόμην ἴσχει οὐ πανταχοῦ·
これらに加えて、もしアイスキュロスやヒッポクラテスが言うように、反射のゆえに尾を持つのであれば、この星は時に尾なしでも見えるはずである。 なぜなら、この星は他の場所にも取り残される(移動する)のに対して、尾を持つのはいたる所においてではないからである。
νῦν δʼ οὐδεὶς ὦπται παρὰ τοὺς πέντε ἀστέρας·
しかし、現実には五つの惑星以外には尾を持たない惑星は一つも目撃されていない。
οὗτοι δὲ πολλάκις ἅμμα πάντες μετέωροι φαίνονται ὑπὲρ τοῦ ὁρίζοντος.
そして、これら五つの惑星は、しばしばすべて同時に地平線の上に高く現れている。