Humanitext Reader

亚里士多德 · 气象学 §1.6#1

关于彗星的前人学说及其反驳

第 7 段,共 68 段 · 希腊语

内容简介

亚里士多德开始对彗星进行探讨,介绍了阿那克萨哥拉、德谟克利特、毕达哥拉斯派以及奇奥斯的希波克拉底等人的观点,并驳斥了彗星是行星之一的说法。

§1.6#16 περὶ δὲ τῶν κομητῶν καὶ τοῦ καλουμένου γάλακτος λέγωμεν, διαπορήσαντες πρὸς τὰ παρὰ τῶν ἄλλων εἰρημένα πρῶτον.
6 关于彗星以及所谓的银河,我们在首先对其他人所说的话提出质疑后,再行论述。
Ἀναξαγόρας μὲν οὖν καὶ Δημόκριτός φασιν εἶναι τοὺς κομήτας σύμφασιν τῶν πλανήτων ἀστέρων, ὅταν διὰ τὸ πλησίον ἐλθεῖν δόξωσι θιγγάνειν ἀλλήλων.
阿那克萨哥拉和德谟克利特主张,彗星是行星之间的合相,即由于它们彼此接近而显得互相接触。
τῶν δʼ Ἰταλικῶν τινες καλουμένων Πυθαγορείων ἕνα λέγουσιν αὐτὸν εἶναι τῶν πλανήτων ἀστέρων, ἀλλὰ διὰ πολλοῦ τε χρόνου τὴν φαντασίαν αὐτοῦ εἶναι καὶ τὴν ὑπερβολὴν ἐπὶ μικρόν, ὅπερ συμβαίνει καὶ περὶ τὸν τοῦ Ἑρμοῦ ἀστέρα·
被称为毕达哥拉斯派的某些意大利哲学家则认为,它属于行星之一,但它要在很长时间后才显现,且在(地平线上)停留的时间极短,这与水星的情况相同。
διὰ γὰρ τὸ μικρὸν ἐπαναβαίνειν πολλὰς ἐκλείπει φάσεις, ὥστε διὰ χρόνου φαίνεσθαι πολλοῦ, παραπλησίως δὲ τούτοις καὶ οἱ περὶ Ἱπποκράτην τὸν Χῖον καὶ τὸν μαθητὴν αὐτοῦ Αἰσχύλον ἀπεφήναντο, πλὴν τήν γε κόμην οὐκ ἐξ αὑτοῦ φασιν ἔχειν, ἀλλὰ πλανώμενον διὰ τὸν τόπον ἐνίοτε λαμβάνειν ἀνακλωμένης τῆς ἡμετέρας ὄψεως ἀπὸ τῆς ἑλκομένης ὑγρότητος ὑπʼ αὐτοῦ πρὸς τὸν ἥλιον.
因为水星只稍微上升,从而错过了许多显现的机会,以致每隔很长时间才显现一次。 与这些人的观点非常相似,奇奥斯的希波克拉底及其弟子埃斯库罗斯也作出了陈述,但他们主张彗星的尾巴并不是它自身拥有的,而是当它在太空中漫游时,我们的视线由于从被它吸向太阳的湿气中反射回来,从而有时获得了尾巴。
διὰ δὲ τὸ ὑπολείπεσθαι βραδύτατα τῷ χρόνῳ διὰ πλείστου χρόνου φαίνεσθαι τῶν ἄλλων ἄστρων, ὡς ὅταν ἐκ ταὐτοῦ φανῇ ὑπολελειμμένον ὅλον τὸν ἑαυτοῦ κύκλον·
另外,由于它在时间上滞后得最慢,因此在其他星体中要隔最长时间才显现,就像在同一个地方显现时,它已经落后了其运行的整个圆周。
ὑπολείπεσθαι δʼ αὐτὸν καὶ πρὸς ἄρκτον καὶ πρὸς νότον.
而且它既向北滞后,也向南滞后。
ἐν μὲν οὖν τῷ μεταξὺ τόπῳ τῶν τροπικῶν οὐχ ἕλκειν τὸ ὕδωρ πρὸς ἑαυτὸν διὰ τὸ κεκαῦσθαι ὑπὸ τῆς τοῦ ἡλίου φορᾶς· πρὸς δὲ νότον ὅταν φέρηται, δαψίλειαν μὲν ἔχειν τῆς τοιαύτης νοτίδος, ἀλλὰ διὰ τὸ μικρὸν εἶναι τὸ ὑπὲρ τῆς γῆς τμῆμα τοῦ κύκλου, τὸ δὲ κάτω πολλαπλάσιον, οὐ δύνασθαι τὴν ὄψιν τῶν ἀνθρώπων φέρεσθαι κλωμένην πρὸς τὸν ἥλιον οὔτε τῷ τροπικῷ τόπῳ πλησιάζοντος οὔτʼ ἐπὶ θεριναῖς τροπαῖς ὄντος τοῦ ἡλου·
因此,在南北回归线之间的区域,由于太阳运行的炙烤,它不会将水分吸向自身;而当它向南运动时,尽管有充足的此类湿气,但由于地平线以上的圆弧部分很小,地平线以下的部分却大出许多倍,因此人类的视线无法被反射到太阳那里,无论在彗星接近回归线区域时,还是在太阳处于夏至时都是如此。
διόπερ ἐν τούτοις μὲν τοῖς τόποις οὐ γίγνεσθαι κομήτην αὐτόν·
所以,在这些区域它不会成为彗星。
ὅταν δὲ πρὸς βορέαν ὑπολειφθεὶς τύχῃ, λαμβάνειν κόμην διὰ τὸ μεγάλην εἶναι τὴν περιφέρειαν τὴν ἄνωθεν τοῦ ὁρίζοντος, τὸ δὲ κάτω μέρος τοῦ κύκλου μικρόν· ῥᾳδίως γὰρ τὴν ὄψιν τῶν ἀνθρώπων ἀφικνεῖσθαι τότε πρὸς τὸν ἥλιον.
但当它刚好向北滞后时,它便获得尾巴,因为地平线以上的圆周很大,而地平线以下的部分很小;因为届时人类的视线很容易到达太阳。
πᾶσιν δὲ τούτοις τὰ μὲν κοινῇ συμπίπτει λέγειν ἀδύνατα, τὰ δὲ χωρίς. πρῶτον μὲν οὖν τοῖς λέγουσιν ὅτι τῶν πλανωμένων ἐστὶν εἰς ἀστέρων ὁ κομήτης·
对于所有这些学者,他们所说的话有些共同被证明是不可能的,有些则是分别被证明是不可能的。
οἱ γὰρ πλανώμενοι πάντες ἐν τῷ κύκλῳ ὑπολείπονται τῷ τῶν ζῳδίων, κομῆται δὲ πολλοὶ ἑωραμένοι εἰσὶν ἔξω τοῦ κύκλου.
首先,对于那些认为彗星是行星之一的人来说:因为所有的行星都在黄道带的圆内滞后,但许多彗星却被目击到在黄道圆外。
εἶτα καὶ πλείους ἑνὸς ἄμα γεγένηνται πολλάκις.
其次,常常有不止一个彗星同时出现。
πρὸς δὲ τούτοις, εἰ διὰ τὴν ἀνάκλασιν τὴν κόμην ἴσχουσι, καθάπερ φησὶν Αἰσχύλος καὶ Ἱπποκράτης, ἔδει ποτὲ φαίνεσθαι καὶ ἄνευ κόμης τὸν ἀστέρα τοῦτον, ἐπειδήπερ ὑπολείπεται μὲν καὶ εἰς ἄλλους τόπους, τὴν δὲ κόμην ἴσχει οὐ πανταχοῦ·
此外,如果如埃斯库罗斯和希波克拉底所说,它们是因为反射而具有尾巴,那么这颗星有时也应当在没有尾巴的情况下显现,因为既然它也会向其他地方滞后,且并非在任何地方都具有尾巴。
νῦν δʼ οὐδεὶς ὦπται παρὰ τοὺς πέντε ἀστέρας· οὗτοι δὲ πολλάκις ἅμμα πάντες μετέωροι φαίνονται ὑπὲρ τοῦ ὁρίζοντος.
然而实际上,除了那五颗行星外,并没有目击到其他不带尾巴的行星;而这五颗行星常常同时高高显现在地平线上。

词汇与语法注释

  1. 342b25διαπορήσαντες — 主动词 `λέγωμεν` 的前置伴随或手段不定过去时分词,意为“在充分探讨(他人学说的)疑难之后”。
  2. 343a3ὑπολείπεσθαι — 希腊天文学的专业术语,指行星相对于天球自东向西的日周运动,自身由西向东运动而“滞后”或“落后”。
  3. 343a22τοῖς λέγουσιν — 与格。对应前文的 `πᾶσιν` 并在句法上关联于上文的 `συμπίπτει`,表示“对于那些主张……的人来说(会产生不可能的情况)”。

引用这一段

亚里士多德, 气象学 §1.6#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg026.humanitext-grc2:1.6%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。