§1.14#114 οὐκ αἰεὶ δ᾿ οἱ αὐτοὶ τόποι τῆς γῆς οὔτ᾿ ἔνυγροί εἰσιν οὔτε ξηροί, ἀλλὰ μεταβάλλουσιν κατὰ τὰς τῶν ποταμῶν γενέσεις καὶ τὰς ἀπολείψεις·
14 大地の同じ場所が常に湿潤であったり乾燥していたりするわけではなく、河川の発生とその枯渇に応じて変化する。
διὸ καὶ τὰ περὶ τὴν ἤπειρον μεταβάλλει καὶ τὴν θάλατταν, καὶ οὐκ αἰεὶ τὰ μὲν γῆ τὰ δὲ θάλαττα διατελεῖ πάντα τὸν χρόνον, ἀλλὰ γίγνεται θάλαττα μὲν ὅπου χέρσος, ἔνθα δὲ νῦν θάλαττα, πάλιν ἐνταῦθα γῆ.
それゆえ、陸地と海に関する事柄も変化し、ある部分が常に陸地であり続け、他の部分が常に海であり続けるわけではなく、陸地であったところに海が生じ、現在海であるところに、再びそこに陸地が生じる。
κατὰ μέντοι τινὰ τάξιν νομίζειν χρὴ ταῦτα γίγνεσθαι καὶ περίοδον.
しかしながら、これらのことはある種の秩序と周期に従って起こると考えねばならない。
ἀρχὴ δὲ τούτων καὶ αἴτιον ὅτι καὶ τῆς γῆς τὰ ἐντός, ὥσπερ τὰ σώματα τῶν φυτῶν καὶ ζῴων, ἀκμὴν ἔχει καὶ γῆρας.
これらの始まりであり原因であるのは、植物や動物の身体と同様に、地球の内部も全盛期と老衰期を持つということである。
πλὴν ἐκείνοις μὲν οὐ κατὰ μέρος ταῦτα συμβαίνει πάσχειν, ἀλλ᾿ ἅμα πᾶν ἀκμάζειν καὶ φθίνειν ἀναγκαῖον·
ただし、それら(動植物)においては、これらの変化が部分ごとに起こるのではなく、全体が同時に全盛を迎え、衰退することが不可避である。
τῇ δὲ γῇ τοῦτο γίγνεται κατὰ μέρος διὰ ψύξιν καὶ θερμότητα.
これに対して、地球においては、冷却と加熱のために、これが部分ごとに起こる。
ταῦτα μὲν οὖν αὔξεται καὶ φθίνει διὰ τὸν ἥλιον καὶ τὴν περιφοράν, διὰ δὲ ταῦτα καὶ τὴν δύναμιν τὰ μέρη τῆς γῆς λαμβάνει διαφέρουσαν, ὥστε μέχρι τινὸς ἔνυδρα δύναται διαμένειν, εἶτα ξηραίνεται καὶ γηράσκει πάλιν·
これら(冷却と加熱)は太陽とその運行によって増大・減少する。 そして、これら(太陽と運行)によって、地球の各部分は異なる性質を受け取り、その結果、ある程度までは湿潤な状態を維持できるが、その後乾燥し、再び老いる。
ἕτεροι δὲ τόποι βιώσκονται καὶ ἔνυδροι γίγνονται κατὰ μέρος.
一方で、他の場所は部分ごとに再生し、湿潤になる。
ἀνάγκη δὲ τῶν μὲν τόπων γιγνομένων ξηροτέρων τὰς πηγὰς ἀφανίζεσθαι, τούτων δὲ συμβαινόντων τοὺς ποταμοὺς πρῶτον μὲν ἐκ μεγάλων μικρούς, εἶτα τέλος γίγνεσθαι ξηρούς, τῶν δὲ ποταμῶν μεθισταμένων καὶ ἔνθεν μὲν ἀφανιζομένων ἐν ἄλλοις δ᾿ ἀνάλογον γιγνομένων μεταβάλλειν τὴν θάλατταν·
そして、ある場所が乾燥していくにつれて源泉が消滅せざるを得ず、これが起こることで、河川は最初は巨大なものから小さなものになり、最終的には枯渇する。 そして、河川が移動し、ある場所から消滅する一方で、別の場所にそれに応じて発生することにより、海も変化する。
ὅπου μὲν γὰρ ἐξωθουμένη ὑπὸ τῶν ποταμῶν ἐπλεόναζεν, ἀπιοῦσαν ξηρὰν ποιεῖν ἀναγκαῖον, ὅπου δὲ τοῖς ῥεύμασιν πληθύουσα ἐξηραίνετο προσχουμένη, πάλιν ἐνταῦθα λιμνάζειν.
すなわち、河川に押し出されて溢れていた場所では、水が引くことでそこが陸地にならざるを得ず、かつて流れによって満たされ、土砂が堆積して乾燥していた場所では、今度はそこに水が溜まって湖になる。
ἀλλὰ διὰ τὸ γίγνεσθαι πᾶσαν τὴν φυσικὴν περὶ τὴν γῆν γένεσιν ἐκ προσαγωγῆς καὶ ἐν χρόνοις παμμήκεσι πρὸς τὴν ἡμετέραν ζωήν, λανθάνει ταῦτα γιγνόμενα, καὶ πρότερον ὅλων τῶν ἐθνῶν ἀπώλειαι γίγνονται καὶ φθοραὶ πρὶν μνημονευθῆναι τὴν τούτων μεταβολὴν ἐξ ἀρχῆς εἰς τέλος.
しかし、地球に関するすべての自然な生成は徐々に、かつ我々の寿命に比してきわめて長い時間をかけて起こるため、これらの出来事が起きていることは気づかれない。 そして、これらの変化が最初から最後まで記憶にとどめられるよりも前に、民族全体の滅亡や崩壊が先に起こってしまう。
μέγισται μὲν οὖν φθοραὶ γίγνονται καὶ τάχισται ἐν τοῖς πολέμοις, ἄλλαι δὲ νόσοις, αἱ δὲ ἀφορίαις, καὶ ταύταις αἱ μὲν μεγάλαι αἱ δὲ κατὰ μικρόν, ὥστε λανθάνουσι τῶν γε τοιούτων ἐθνῶν καὶ αἱ μεταναστάσεις διὰ τὸ τοὺς μὲν λείπειν τὰς χώρας, τοὺς δὲ ὑπομένειν μέχρι τούτου μέχριπερ ἂν μηκέτι δύνηται τρέφειν ἡ χώρα πλῆθος μηδέν.
最も大きく最も急速な崩壊は戦争において起こり、他は疫病によって、また他は飢饉によって起こる。 そして、これら(飢饉など)のうち、あるものは規模が大きく、あるものは徐々に進行するため、このような民族の移住すら気づかれない。 なぜなら、ある人々は土地を去り、他の人々はその土地がもはやいかなる人口をも養えなくなる時まで踏みとどまるからである。
ἀπὸ τῆς πρώτης οὖν ἀπολείψεως εἰς τὴν ὑστέραν εἰκὸς γίγνεσθαι μακροὺς χρόνους, ὥστε μηδένα μνημονεύειν, ἀλλὰ σῳζομένων ἔτι τῶν ὑπομενόντων ἐπιλελῆσθαι διὰ χρόνου πλῆθος.
それゆえ、最初の放棄から最後の放棄までに長い時間が経過するのが常であり、そのため誰も記憶しておらず、踏みとどまった人々の子孫がまだ生き残っていても、膨大な時間の経過ゆえに忘れ去られているのである。
τὸν αὐτὸν δὲ τρόπον χρὴ νομίζειν καὶ τοὺς κατοικισμοὺς λανθάνειν πότε πρῶτον ἐγένοντο τοῖς ἔθνεσιν ἑκάστοις εἰς τὰ μεταβάλλοντα καὶ γιγνόμενα ξηρὰ ἐξ ἑλωδῶν καὶ ἐνύδρων·
同様に、各民族が、湿地や湿潤な場所から乾燥した場所へと変化した土地に、いつ最初に定住したかも気づかれないと考えねばならない。
καὶ γὰρ ἐνταῦθα κατὰ μικρὸν ἐν πολλῷ γίγνεται χρόνῳ ἡ ἐπίδοσις, ὥστε μὴ μνημονεύειν τίνες πρῶτοι καὶ πότε καὶ πῶς ἐχόντων ἦλθον τῶν τόπων, οἷον συμβέβηκεν καὶ τὰ περὶ Αἴγυπτον·
なぜなら、そこでも乾燥地への進出は長い時間をかけて徐々に起こるため、誰が最初に、いつ、その場所がどのような状態のときに来たのかが記憶されないからである。 例えば、エジプトに関する事柄もそうである。
καὶ γὰρ οὗτος ἀεὶ ξηρότερος ὁ τόπος φαίνεται γιγνόμενος καὶ πᾶσα ἡ χώρα τοῦ ποταμοῦ πρόσχωσις οὖσα τοῦ Νείλου, διὰ δὲ τὸ κατὰ μικρὸν ξηραινομένων τῶν ἑλῶν τοὺς πλησίον εἰσοικίζεσθαι τὸ τοῦ χρόνου μῆκος ἀφῄρηται τὴν ἀρχήν.
実際、この地方は常に乾燥しつつあるように見え、その国土全体がナイル川による堆積物であるが、湿地が徐々に乾燥するにつれて近隣の住民が移り住んできたため、時間の長さがその始まりを奪い去ってしまった。
φαίνεται οὖν καὶ τὰ στόματα πάντα, πλὴν ἑνὸς τοῦ Κανωβικοῦ, χειροποίητα καὶ οὐ τοῦ ποταμοῦ ὄντα, καὶ τὸ ἀρχαῖον ἡ Αἴγυπτος Θῆβαι καλούμεναι.
それゆえ、カノボス口という唯一のものを除いて、すべての河口は人工のものであり、川自体の手によるものではないように見え、また古代にはエジプトは「テーバイ」と呼ばれていた。
δηλοῖ δὲ καὶ Ὁμηρος, οὕτως πρόσφατος ὢν ὡς εἰπεῖν πρὸς τὰς τοιαύτας μεταβολάς·
このことは、このような変化に比べれば、いわばごく最近の人物であるホメロスも示している。
ἐκείνου γὰρ τοῦ τόπου ποιεῖται μνείαν ὡς οὔπω Μέμφιος οὔσης ἢ ὅλως ἢ οὐ τηλικαύτης.
なぜなら、彼はあの場所に言及しているが、メンフィスはまだ存在していないか、あるいは全体としてまだそれほど大きくはなかったからである。
τοῦτο δ᾿ εἰκὸς οὕτω συμβαίνειν·
これは当然そうなるはずのことである。
οἱ γὰρ κάτωθεν τόποι τῶν ἄνωθεν ὕστερον ᾠκίσθησαν·
なぜなら、下流の場所は上流の場所よりも後に人が住むようになったからである。
ἑλώδεις γὰρ ἐπὶ πλείω χρόνον ἀναγκαῖον εἶναι τοὺς ἐγγύτερον τῆς προσχώσεως διὰ τὸ λιμνάζειν ἐν τοῖς ἐσχάτοις ἀεὶ μᾶλλον.
沖積に近い場所ほど、常に最端部に水が溜まるために、より長い時間湿地のままであったはずだからである。
μεταβάλλει δὲ τοῦτο καὶ πάλιν εὐθενεῖ·
しかし、この状態は変化し、再び繁栄する。
ξηραινόμενοι γὰρ οἱ τόποι ἔρχονται εἰς τὸ καλῶς ἔχειν, οἱ δὲ πρότερον εὐκραεῖς ὑπερξηραινόμενοί ποτε γίγνονται χείρους.
すなわち、乾燥するにつれてそれらの場所は良好な状態へと至るが、以前は適度な気候であった場所が過度に乾燥することで、やがてより悪い状態になる。
ὅπερ συμβέβηκε τῆς Ἑλλάδος καὶ περὶ τὴν Ἀργείων καὶ Μυκηναίων χώραν·
これと同じことがギリシア、すなわちアルゴスとミュケナイの土地の周辺でも起こった。
ἐπὶ μὲν γὰρ τῶν Τρωικῶν ἡ μὲν Ἀργεία διὰ τὸ ἑλώδης εἶναι ὀλίγους ἐδύνατο τρέφειν, ἡ δὲ Μυκηναία καλῶς εἶχεν (διὸ ἐντιμοτέρα ἦν), νῦν δὲ τοὐναντίον διὰ τὴν προειρημένην αἰτίαν·
トロイア戦争の時代には、アルゴス地方は湿地であったために少数の人しか養えなかったが、ミュケナイ地方は良好な状態にあった(それゆえより高い地位にあった)。 しかし現在は、前述の理由によって逆になっている。
ἡ μὲν γὰρ ἀργὴ γέγονεν καὶ ξηρὰ πάμπαν, τῆς δὲ τὰ τότε διὰ τὸ λιμνάζειν ἀργὰ νῦν χρήσιμα γέγονεν.
前者の土地は不毛で完全に乾燥してしまい、後者の当時は水が溜まって不毛であった場所が、今や有用な土地となっている。
ὥσπερ οὖν ἐπὶ τούτου τοῦ τόπου συμβέβηκεν ὄντος μικροῦ, ταὐτὸ δεῖ νομίζειν τοῦτο συμβαίνειν καὶ περὶ μεγάλους τόπους καὶ χώρας ὅλας.
したがって、規模の小さいこの場所でこのようなことが起こったように、これと全く同じことが、広大な場所や国全体についても起こると考えねばならない。
οἱ μὲν οὖν βλέποντες ἐπὶ μικρὸν αἰτίαν οἴονται τῶν τοιούτων εἶναι παθημάτων τὴν τοῦ ὅλου μεταβολὴν ὡς γιγνομένου τοῦ οὐρανοῦ·
それゆえ、狭い視野しか持たない人々は、このような変化の原因が、天全体が生成変化しているかのような、全体的な変化であると考える。
διὸ καὶ τὴν θάλατταν ἐλάττω γίγνεσθαί φασιν ὡς ξηραινομένην, ὅτι πλείους φαίνονται τόποι τοῦτο πεπονθότες νῦν ἢ πρότερον.
それゆえ、彼らは海もまた乾燥しつつあり小さくなっていると主張する。 なぜなら、以前よりも多くの場所が現在この状態を被っているように見えるからである。
ἔστιν δὲ τούτων τὸ μὲν ἀληθὲς τὸ δ᾿ οὐκ ἀληθές·
しかし、これらの主張には真実な部分とそうでない部分がある。
πλείους μὲν γάρ εἰσιν οἱ πρότερον ἔνυδροι νῦν δὲ χερσεύοντες, οὐ μὴν ἀλλὰ καὶ τοὐναντίον·
確かに、以前は湿潤であったが現在は陸地になっている場所のほうが多い。
πολλαχῇ γὰρ σκοποῦντες εὑρήσουσιν ἐπεληλυθυῖαν τὴν θάλατταν.
とはいえ、逆のこともまた真実であり、多くの場所を観察すれば、海が陸地に進出しているのを見出すであろうから。