§1.14#2ἀλλὰ τούτου τὴν σἰτίαν οὐ τὴν τοῦ κόσμου γένεσιν οἴεσθαι χρή·
しかし、このことの原因を、宇宙の生成変化であると考えてはならない。
γελοῖον γὰρ διὰ μικρὰς καὶ ἀκαριαίας μεταβολὰς κινεῖν τὸ πᾶν, ὁ δὲ τῆς γῆς ὄγκος καὶ τὸ μέγεθος οὐδέν ἐστι δή που πρὸς τὸν ὅλον οὐρανόν·
なぜなら、わずかで一瞬の変化のために、全体を動かすというのは滑稽だからである。 地球の体積と大きさは、全天に対しては、おそらく全く無に等しいからである。
ἀλλὰ πάντων τούτων αἴτιον ὑποληπτέον ὅτι γίγνεται διὰ χρόνων εἱμαρμένων, οἷον ἐν ταῖς κατ᾿ ἐνιαυτὸν ὥραις χειμών, οὕτως περιόδου τινὸς μεγάλης μέγας χειμὼν καὶ ὑπερβολὴ ὄμβρων.
むしろ、これらすべての原因は、定められた時間の周期を経て起こるのだと想定せねばならない。 ちょうど、一年の季節における冬のように、ある大きな周期の大いなる冬、すなわち豪雨が起こるのである。
αὕτη δὲ οὐκ ἀεὶ κατὰ τοὺς αὐτοὺς τόπους, ἀλλ᾿ ὥσπερ ὁ καλούμενος ἐπὶ Δευκαλίωνος κατακλυσμός·
そして、この豪雨は常に同じ場所で起こるわけではなく、例えばデウカリオンの時と言われる大洪水のように起こる。
καὶ γὰρ οὗτος περὶ τὸν Ἑλληνικὸν ἐγένετο τόπον μάλιστα, καὶ τούτου περὶ τὴν Ἑλλάδα τὴν ἀρχαίαν.
実際、この洪水も主にギリシアの地域で起こり、その中でも古代のギリシアの周辺で起こった。
αὕτη δ᾿ ἐστὶν ἡ περὶ Δωδώνην καὶ τὸν Ἀχελῷον·
これはドドネとアケロオス川の周辺である。
οὗτος γὰρ πολλαχοῦ τὸ ῥεῦμα μεταβέβληκεν·
なぜなら、この川は多くの場所でその流れを変えたからである。
ᾤκουν γὰρ οἱ Σελλοὶ ἐνταῦθα καὶ οἱ καλούμενοι τότε μὲν Γραικοὶ νῦν δ᾿ Ἕλληνες.
そこにはセロイが住んでおり、また当時はグライコイと呼ばれ、現在はヘレネスと呼ばれている人々が住んでいた。
ὅταν οὖν γένηται τοιαύτη ὑπερβολὴ ὄμβρων, νομίζειν χρὴ ἐπὶ πολὺν χρόνον διαρκεῖν, καὶ ὥσπερ νῦν τοῦ ἀενάους εἶναί τινας τῶν ποταμῶν τοὺς δὲ μὴ οἱ μέν φασιν αἴτιον εἶναι τὸ μέγεθος τῶν ὑπὸ γῆς χασμάτων, ἡμεῖς δὲ τὸ μέγεθος τῶν ὑψηλῶν τόπων καὶ τὴν πυκνότητα καὶ ψυχρότητα αὐτῶν (οὗτοι γὰρ πλεῖστον καὶ δέχονται ὕδωρ καὶ στέγουσιν καὶ ποιοῦσιν·
したがって、このような豪雨が起こるときには、それが長い時間持続すると考えねばならない。 そして、現在、ある川が絶え間なく流れ、他の川はそうではないことについて、ある人々は地下の空洞の大きさが原因であると言い、私たちは高い場所の大きさ、およびそれらの密度と冷たさが原因であると言うように(なぜなら、これらの高い場所が最も多くの水を受け取り、保水し、また生み出すからである。
ὅσοις δὲ μικραὶ αἱ ἐπικρεμάμεναναι τῶν ὁρῶν συστάσεις ἢ σομφαὶ καὶ λιθώδεις καὶ ἀργιλώδεις, τούτους δὲ προαπολείπειν), οὕτως οἴεσθαι δεῖν τότε, ἐν οἶς ἄν γένηται ἡ τοιαύτη τοῦ ὑγροῦ φορά, οἷον ἀενάους ποιεῖν τὰς ὑγρότητας τῶν τόπων μᾶλλον.
これに対し、山々の覆いかぶさるような集まりが小さいか、あるいはそれらが多孔質で、石だらけで、粘土質である場所では、川は先に枯渇してしまう)、そのように、当時もまた、このような水気の流れが生じた場所において、それらの場所の湿潤さをいわばより絶え間ないものにすると考えねばならない。
τῷ χρόνῳ δὲ ταῦτα ηραίνεται γιγνόμενα μᾶλλον, θάτερα δʼ ἐλάττω τὰ ἔφυὅρα, ἕως ἂν ἔλθῃ πάλιν ἡ καταβολὴ τῆς περιόδου τῆς αὐτῆς.
そして時間の経過とともに、これらの場所は乾燥するようになり、他方で湿潤であった場所は減少する。 再び同じ周期の始まりが訪れるまでは。
ἐπεὶ δʼ ἀνάγκη τοῦ ὅλου γίγνεσθαι μέν τινα μεταβολήν, μμἡ μέντοι γένεσιν καὶ φθοράν, εἴπερ μένει τὸ πᾶν, ἀνάγκη, καθάπερ ἡμεῖς λέγομεν, μἡ τούς αὐτούς ἀεὶ τόπους ὑγρούς τʼ εἶναι θαλάττῃ καὶ ποταμοῖς καὶ ξηρούς.
しかし、全体にある種の変化が生じることは不可避であるものの、もし全体が永続するならば、生成や消滅が起こるわけではないので、私たちが言うように、常に同じ場所が海や河川によって湿潤であったり、あるいは乾燥していたりするわけではないということもまた不可避である。
δηλοῖ δὲ τὸ γιγνόμενον·
そして、現実に起こっていることがそれを示している。
οὖς γάρ φαμεν ἀρχαιοτάτους εἶναι τῶν ἀνθρώπων Αἰγυπτίους, τούτων ἡ χώρα πᾶσα γεγονυῖα φαίνεται καὶ οὖσα τοῦ ποταμοῦ ἔργον.
なぜなら、私たちが人類の中で最も古いと言うエジプト人において、彼らの国土全体が、かつてもそうであり、現在も川の働きによるものであることが明らかだからである。
καὶ τοῦτο κατά τε τὴν χώραν αὐτὴν ὁρῶντι δῆλὸν ἐστιν, καὶ τὰ περὶ τὴν ἐρυθρὰν θάλατταν τεκμήριον ἱκανὸν·
このことは、国土そのものを観察する者にとっても明らかであり、また紅海に関する事柄も十分な証拠となる。
ταύτην γὰρ τῶν βασιλέων τις ἐπειράθη διορύττειν (οὐ γὰρ μικρὰς εἶχεν ἂν αὐτοῖς ὡφελείας πλωτὸς πᾶς ὁ τόπος γενόμενος·
なぜなら、王たちの一人がここを運河でつなごうと試みたからである(もしその場所全体が航行可能になれば、彼らにとって小さからぬ便益をもたらしたであろうから。
λέγεται δὲ πρῶτος Σέσωστρις ἐγχειρῆσαι τῶν παλαιῶν), ἀλλʼ εὖρεν ὑψηλοτέραν οὖσαν τὴν θάλατταν τῆς γῆς·
古代の者たちのうち、セソストリスが最初に試みたと言われている)。 しかし、彼は海が陸地よりも高い位置にあることを見出した。
διὸ ἐκεῖνός τε πρότερον καὶ Δαρεῖος ὕστερον ἐπαύσατο διορύττων, ὅπως μὴ διαφθαρῇ τὸ ῥεῦμα τοῦ ποταμοῦ συμμιγείσης τῆς θαλάττης.
それゆえ、彼も以前に、またダレイオスも後に、海が混ざり合うことで川の流れが損なわれないようにするために、運河を掘るのをやめた。
φανερὸν οὖν ὅτι θάλαττα πάντα μία ταύτῃ συνεχὴς ἦν.
したがって、このあたりでは、すべてが一つの連続した海であったことが明らかである。
διὸ καὶ τὰ περὶ τὴν Λιβύην τὴν Ἀμμμωνίαν χώραν ταπεινότερα φαίνεται καὶ κοιλότερα παρὰ λόγον τῆς κάτωθεν χώρας·
それゆえ、アモンの神託所があるリビアの地方の周辺も、下流の地域に比して、不釣り合いに低く窪んでいるように見える。
δῆλον γὰρ ὡς ἐγχώσεως μὲν γενομένης ἐγένοντο λίμναι καὶ χέρσος, χρόνου δὲ γενομένου τὸ ἐναπολειφθὲν καὶ λιμνάσαν ὕδωρ ξηρανθέν ἐστιν ἤδη φροῦδον.
なぜなら、土砂の堆積が起こったときには湖や陸地となったが、時間が経つにつれて、取り残されて水が溜まっていた部分も乾燥し、今や消え去ってしまったことが明らかだからである。
ἀλλὰ μὴν καὶ τὰ περὶ τὴν Μαιῶτιν λίμνην ἐπιδέδωκε τῇ προσχώσει τῶν ποταμῶν τοσοῦτον, ὥστε πολλῷ ἐλάττω μεγέθει πλοῖα νῦν εἰσπλεῖν πρὸς τὴν ἐργασίαν ἢ ἔτος ἑξηκοστὸν·
さらに、マイオティス湖の周辺も、河川による土砂の堆積によって非常に進んだため、現在、交易のためにそこへ航行して入る船は、60年前よりもはるかに小さいサイズのものである。
ὥστε ἐκ τούτου ῥᾴδιον ἀναλογίσασθαι ὅτι καὶ τὸ πρῶτον, ὥσπερ αἱ πολλαὶ τῶν λιμνῶν, καὶ αὕτη ἔργον ἐστὶ τῶν ποταμῶν, καὶ τὸ τελευταῖον πᾶσαν ἀνάγκη γενέσθαι ξηράν.
したがって、このことから他の多くの湖と同様に、この湖も最初は河川の働きによるものであり、最終的にはそのすべてが乾燥せざるを得ないことを推測するのは容易である。
ἔτι δὲ ὁ Βόσπορος ἀεὶ μὲν ῥεῖ διὰ τὸ προσχοῦσθαι, καὶ ἔστιν ἔτι ταῦτα καὶ τοῖς ὄμμασιν ἰδεῖν ὅν τινα συμβαίνει τρόπον·
さらに、ボスボロスは常に流れているが、それは土砂が堆積しつつあるためであり、これがどのような方法で起こっているかは、今でも実際に目で見て確かめることができる。
ὅτε γὰρ ἀπὸ τῆς Ἀσίας ᾐόνα ποιήσειεν ὁ ῥοῦς, τὸ ὄπισθεν λίμνη ἐγίγνετο μικρὰ τὸ πρῶτον, εἶτʼ ἐξηράνθη ἄν, μετὰ δὲ τοῦτο ἄλλη ἡ ἀπὸ ταύτης ῆών, καὶ λίμνη ἀπὸ ταύτης·
すなわち、流れがアジア側から海岸を形成すると、その背後に最初は小さな湖が生じ、その後それが乾燥する。 そしてその後に、それから別の海岸が形成され、それによってまた湖が生じる。
καὶ τοῦτο ἀεὶ οὕτως συνέβαινεν ὁμοίως·
そしてこのことが常に同様に繰り返されてきた。
τούτου δὲ γιγνομένου πολλάκις ἀνάγκη χρόνου προϊντος ὥσπερ ποταμὸν γενέσθαι, τέλος δὲ καὶ τοῦτον ξηρόν.
これが何度も繰り返されることで、時間が経つにつれて、あたかも川のようにならざるを得ず、最終的にはこれもまた乾燥する。
φανερὸν τοίνυν, ἐπεὶ ὅ τε χρόνος οὐχ ὑπολείψει καὶ τὸ ὅλον ἀἱδιον, ὅτι οὔτε ὁ Τάναϊς οὔτε ὁ Νεῖλος ἀεὶ ἔρρει, ἀλλʼ ἦν ποτε ξηρὸς ὁ τόπος ὅθεν ῥέουσιν·
明らかなのは、時間は尽きることがなく、全体は永遠である以上、タナイス川もナイル川も常に流れていたわけではなく、それらが流れている源の場所も、かつては乾燥していたということである。
τὸ γὰρ ἔργον ἔχει αὐτῶν πέρας, ὁ δὲ χρόνος οὐκ ἔχει.
なぜなら、それらの働きには限界があるが、時間には限界がないからである。
ὁμοίως δὲ τοῦτο καὶ ἐπὶ τῶν ἄλλων ἁρμόδσει ποταμῶν λέγειν.
そして、これと同じことを他の河川についても当てはめて言うことができる。
ἀλλὰ μὴν εἴπερ καὶ οἱ ποταμοὶ γίγνονται καὶ φθείρονται καὶ μὴ ἀεὶ οἱ αὐτοὶ τόποι τῆς γῆς ἕνυδροι, καὶ τὴν θάλατταν ἀνάγκη μεταβάλλειν ὁμοίως.
さらに、もし河川が発生し、消滅し、地球の常に同じ場所が湿潤であるわけではないとするなら、海も同様に変化せざるを得ない。
τῆς δὲ θαλάττης τὰ μὲν ἀπολειπούσης τὰ δʼ ἐπιούσης ἀεὶ φανερὸν ὅτι τῆς πάσης γῆς οὐκ ἀεὶ τὰ αὐτὰ τὰ μέν ἐστιν θάλαττα τὰ δʼ ἢπειρος, ἀλλὰ μεταβάλλει τῷ χρόνῳ πάντα.
そして、海が常にある場所からは退き、別の場所へと進出している以上、全地球において、ある部分が常に海であり、他の部分が常に陸地であるわけではなく、すべてが時間の経過とともに変化することは明らかである。
διότι μὲν οὖν οὐκ ἀεὶ ταὐτὰ οὔτε χερσείύει τῆς γῆς οὔτε πλωτὰ ἐστιν, καὶ διὰ τίνʼ αἰτίαν ταῦτα συμβαίνει, εἴρηται·
したがって、なぜ地球の同じ場所が常に陸地であったり、あるいは航行可能であったりするわけではないのか、そしてどのような原因によってこれらのことが起こるのかは説明された。
ὁμοίως δὲ καὶ διὰ τὶ οἱ μὲν ἀέναοι οἱ δʼ οὔ τῶν ποταμῶν εἰσιν.
同様に、なぜ河川の中にあるものは絶え間なく流れ、他のものはそうではないのかについても説明された。