§1.14#114 οὐκ αἰεὶ δ᾿ οἱ αὐτοὶ τόποι τῆς γῆς οὔτ᾿ ἔνυγροί εἰσιν οὔτε ξηροί, ἀλλὰ μεταβάλλουσιν κατὰ τὰς τῶν ποταμῶν γενέσεις καὶ τὰς ἀπολείψεις·
14 大地的同一地方并非总是潮湿或干燥的,而是随着河流的产生和枯竭而发生变化。
διὸ καὶ τὰ περὶ τὴν ἤπειρον μεταβάλλει καὶ τὴν θάλατταν, καὶ οὐκ αἰεὶ τὰ μὲν γῆ τὰ δὲ θάλαττα διατελεῖ πάντα τὸν χρόνον, ἀλλὰ γίγνεται θάλαττα μὲν ὅπου χέρσος, ἔνθα δὲ νῦν θάλαττα, πάλιν ἐνταῦθα γῆ.
因此,大陆和海洋的状况也会发生变化,并非某些地方在整个时间里始终是陆地,而其他地方始终是海洋,而是曾在干涸陆地的地方产生海洋,而在现在是海洋的地方,再次在该处产生陆地。
κατὰ μέντοι τινὰ τάξιν νομίζειν χρὴ ταῦτα γίγνεσθαι καὶ περίοδον.
然而,我们必须认为这些事情是按照某种秩序和周期发生的。
ἀρχὴ δὲ τούτων καὶ αἴτιον ὅτι καὶ τῆς γῆς τὰ ἐντός, ὥσπερ τὰ σώματα τῶν φυτῶν καὶ ζῴων, ἀκμὴν ἔχει καὶ γῆρας.
这些变化的起点和原因在于,大地的内部也像动植物的身体一样,有着全盛期和衰老期。
πλὴν ἐκείνοις μὲν οὐ κατὰ μέρος ταῦτα συμβαίνει πάσχειν, ἀλλ᾿ ἅμα πᾶν ἀκμάζειν καὶ φθίνειν ἀναγκαῖον· τῇ δὲ γῇ τοῦτο γίγνεται κατὰ μέρος διὰ ψύξιν καὶ θερμότητα.
不过,对于动植物而言,这些变化并非局部发生,而是整个身体必然同时兴盛和衰亡;而对于大地而言,这则是由于冷和热而局部发生的。
ταῦτα μὲν οὖν αὔξεται καὶ φθίνει διὰ τὸν ἥλιον καὶ τὴν περιφοράν, διὰ δὲ ταῦτα καὶ τὴν δύναμιν τὰ μέρη τῆς γῆς λαμβάνει διαφέρουσαν, ὥστε μέχρι τινὸς ἔνυδρα δύναται διαμένειν, εἶτα ξηραίνεται καὶ γηράσκει πάλιν· ἕτεροι δὲ τόποι βιώσκονται καὶ ἔνυδροι γίγνονται κατὰ μέρος.
这些冷热因太阳及其运行而增减;由于这些原因,大地的各个部分也获得了不同的能力,以至于它们在一定程度上能够保持潮湿,随后又变干并再次衰老;而其他地方则局部地复苏并变得潮湿。
ἀνάγκη δὲ τῶν μὲν τόπων γιγνομένων ξηροτέρων τὰς πηγὰς ἀφανίζεσθαι, τούτων δὲ συμβαινόντων τοὺς ποταμοὺς πρῶτον μὲν ἐκ μεγάλων μικρούς, εἶτα τέλος γίγνεσθαι ξηρούς, τῶν δὲ ποταμῶν μεθισταμένων καὶ ἔνθεν μὲν ἀφανιζομένων ἐν ἄλλοις δ᾿ ἀνάλογον γιγνομένων μεταβάλλειν τὴν θάλατταν· ὅπου μὲν γὰρ ἐξωθουμένη ὑπὸ τῶν ποταμῶν ἐπλεόναζεν, ἀπιοῦσαν ξηρὰν ποιεῖν ἀναγκαῖον, ὅπου δὲ τοῖς ῥεύμασιν πληθύουσα ἐξηραίνετο προσχουμένη, πάλιν ἐνταῦθα λιμνάζειν.
随着地方变得更加干燥,源头必然会消失,而当这些发生时,河流首先从巨大的河流变小,然后最终变干。 当河流发生迁移,在一处消失而在其他地方相应产生时,海洋也随之发生变化;因为在被河流推挤而溢出的地方,随着水的退去,必然会使该处变成干地;而在因水流充盈、淤泥堆积而变干的地方,现在该处又会积水成湖。
ἀλλὰ διὰ τὸ γίγνεσθαι πᾶσαν τὴν φυσικὴν περὶ τὴν γῆν γένεσιν ἐκ προσαγωγῆς καὶ ἐν χρόνοις παμμήκεσι πρὸς τὴν ἡμετέραν ζωήν, λανθάνει ταῦτα γιγνόμενα, καὶ πρότερον ὅλων τῶν ἐθνῶν ἀπώλειαι γίγνονται καὶ φθοραὶ πρὶν μνημονευθῆναι τὴν τούτων μεταβολὴν ἐξ ἀρχῆς εἰς τέλος.
但是,因为关于大地的一切自然生成都是逐渐发生的,且其经历的时间与我们的寿命相比极其漫长,所以这些变化的发生是不易被察觉的。 在这些变化从始至终的过程被人们记住之前,整个民族的灭亡和毁灭就已经先发生了。
μέγισται μὲν οὖν φθοραὶ γίγνονται καὶ τάχισται ἐν τοῖς πολέμοις, ἄλλαι δὲ νόσοις, αἱ δὲ ἀφορίαις, καὶ ταύταις αἱ μὲν μεγάλαι αἱ δὲ κατὰ μικρόν, ὥστε λανθάνουσι τῶν γε τοιούτων ἐθνῶν καὶ αἱ μεταναστάσεις διὰ τὸ τοὺς μὲν λείπειν τὰς χώρας, τοὺς δὲ ὑπομένειν μέχρι τούτου μέχριπερ ἂν μηκέτι δύνηται τρέφειν ἡ χώρα πλῆθος μηδέν.
最大且最迅速的毁灭发生在战争中,其他的则由疾病引起,还有一些由饥荒引起。 在这些原因中,有些是重大的,有些是逐渐发生的,以至于这些民族的迁移甚至也未被察觉,因为有些人离开了土地,而另一些人则坚守在那里,直到土地再也无法养活任何人口。
ἀπὸ τῆς πρώτης οὖν ἀπολείψεως εἰς τὴν ὑστέραν εἰκὸς γίγνεσθαι μακροὺς χρόνους, ὥστε μηδένα μνημονεύειν, ἀλλὰ σῳζομένων ἔτι τῶν ὑπομενόντων ἐπιλελῆσθαι διὰ χρόνου πλῆθος.
因此,从最初的离去到最后的撤离,很可能经历了漫长的岁月,以至于无人记得,即使仍有坚守者的后代留存,他们也因时间的漫长而遗忘了。
τὸν αὐτὸν δὲ τρόπον χρὴ νομίζειν καὶ τοὺς κατοικισμοὺς λανθάνειν πότε πρῶτον ἐγένοντο τοῖς ἔθνεσιν ἑκάστοις εἰς τὰ μεταβάλλοντα καὶ γιγνόμενα ξηρὰ ἐξ ἑλωδῶν καὶ ἐνύδρων· καὶ γὰρ ἐνταῦθα κατὰ μικρὸν ἐν πολλῷ γίγνεται χρόνῳ ἡ ἐπίδοσις, ὥστε μὴ μνημονεύειν τίνες πρῶτοι καὶ πότε καὶ πῶς ἐχόντων ἦλθον τῶν τόπων, οἷον συμβέβηκεν καὶ τὰ περὶ Αἴγυπτον·
同样,我们必须认为,各民族最初在那些由沼泽和湿地变干的地方定居下来,其过程也是不被察觉的;因为在这些地方,向干燥土地的发展也是在漫长的时间中逐渐发生的,以至于人们不记得谁是先来者、何时到来以及当时该地方处于什么状态。
καὶ γὰρ οὗτος ἀεὶ ξηρότερος ὁ τόπος φαίνεται γιγνόμενος καὶ πᾶσα ἡ χώρα τοῦ ποταμοῦ πρόσχωσις οὖσα τοῦ Νείλου, διὰ δὲ τὸ κατὰ μικρὸν ξηραινομένων τῶν ἑλῶν τοὺς πλησίον εἰσοικίζεσθαι τὸ τοῦ χρόνου μῆκος ἀφῄρηται τὴν ἀρχήν.
这正像发生在埃及的情况一样;因为这个地方也显得一直在变干,且其整个国土都是尼罗河泥沙淤积的结果。 但是,由于沼泽逐渐干涸,邻近的人们迁入其中,时间的漫长便抹去了这一过程的开端。
φαίνεται οὖν καὶ τὰ στόματα πάντα, πλὴν ἑνὸς τοῦ Κανωβικοῦ, χειροποίητα καὶ οὐ τοῦ ποταμοῦ ὄντα, καὶ τὸ ἀρχαῖον ἡ Αἴγυπτος Θῆβαι καλούμεναι.
因此,除了坎诺勃斯一个河口之外,所有的河口看起来都是人工开凿的,而不是河流自然形成的,并且在古代,埃及被称为“底比斯”。
δηλοῖ δὲ καὶ Ὁμηρος, οὕτως πρόσφατος ὢν ὡς εἰπεῖν πρὸς τὰς τοιαύτας μεταβολάς· ἐκείνου γὰρ τοῦ τόπου ποιεῖται μνείαν ὡς οὔπω Μέμφιος οὔσης ἢ ὅλως ἢ οὐ τηλικαύτης.
这一点也由荷马指出了,对于这类变化而言,他可以说是非常近代的人物;因为他提到了那个地方(底比斯),当时孟斐斯要么根本还不存在,要么还没有那么大。
τοῦτο δ᾿ εἰκὸς οὕτω συμβαίνειν· οἱ γὰρ κάτωθεν τόποι τῶν ἄνωθεν ὕστερον ᾠκίσθησαν· ἑλώδεις γὰρ ἐπὶ πλείω χρόνον ἀναγκαῖον εἶναι τοὺς ἐγγύτερον τῆς προσχώσεως διὰ τὸ λιμνάζειν ἐν τοῖς ἐσχάτοις ἀεὶ μᾶλλον.
这种情况显然是自然发生的;因为下游的地方比上游的地方定居得更晚;因为越接近淤积层的地方,必然在更长的时间内保持沼泽状态,因为水流总是在最边缘的部分积聚。
μεταβάλλει δὲ τοῦτο καὶ πάλιν εὐθενεῖ· ξηραινόμενοι γὰρ οἱ τόποι ἔρχονται εἰς τὸ καλῶς ἔχειν, οἱ δὲ πρότερον εὐκραεῖς ὑπερξηραινόμενοί ποτε γίγνονται χείρους.
但是,这种情况会发生变化,并再次变得繁荣;因为随着干涸,这些地方开始处于良好的状态,而以前气候适宜的地方,由于变得过于干燥,有时会变得更差。
ὅπερ συμβέβηκε τῆς Ἑλλάδος καὶ περὶ τὴν Ἀργείων καὶ Μυκηναίων χώραν· ἐπὶ μὲν γὰρ τῶν Τρωικῶν ἡ μὲν Ἀργεία διὰ τὸ ἑλώδης εἶναι ὀλίγους ἐδύνατο τρέφειν, ἡ δὲ Μυκηναία καλῶς εἶχεν (διὸ ἐντιμοτέρα ἦν), νῦν δὲ τοὐναντίον διὰ τὴν προειρημένην αἰτίαν· ἡ μὲν γὰρ ἀργὴ γέγονεν καὶ ξηρὰ πάμπαν, τῆς δὲ τὰ τότε διὰ τὸ λιμνάζειν ἀργὰ νῦν χρήσιμα γέγονεν.
这正是希腊在阿戈斯和迈锡尼土地周围发生的事情;在特洛伊时代,阿戈斯地区因为是沼泽,只能养活少数人,而迈锡尼地区则状况良好(因此更受尊崇),但现在由于前述原因,情况正好相反;因为后者已经变得荒芜且完全干涸,而前者当时因积水而荒芜的部分现在已经变得有用。
ὥσπερ οὖν ἐπὶ τούτου τοῦ τόπου συμβέβηκεν ὄντος μικροῦ, ταὐτὸ δεῖ νομίζειν τοῦτο συμβαίνειν καὶ περὶ μεγάλους τόπους καὶ χώρας ὅλας.
因此,就像在这一块狭小的土地上发生的情况一样,我们必须认为,这同样的事情也发生在广大的地区和整个国家。
οἱ μὲν οὖν βλέποντες ἐπὶ μικρὸν αἰτίαν οἴονται τῶν τοιούτων εἶναι παθημάτων τὴν τοῦ ὅλου μεταβολὴν ὡς γιγνομένου τοῦ οὐρανοῦ· διὸ καὶ τὴν θάλατταν ἐλάττω γίγνεσθαί φασιν ὡς ξηραινομένην, ὅτι πλείους φαίνονται τόποι τοῦτο πεπονθότες νῦν ἢ πρότερον.
那些只看到局部的人,认为这类变化的原因在于整个宇宙的变化,仿佛天体正在发生生成变化;因此他们也说海洋正在变小,仿佛正在干涸,因为现在看起来经历这种变化的地方比以前更多。
ἔστιν δὲ τούτων τὸ μὲν ἀληθὲς τὸ δ᾿ οὐκ ἀληθές· πλείους μὲν γάρ εἰσιν οἱ πρότερον ἔνυδροι νῦν δὲ χερσεύοντες, οὐ μὴν ἀλλὰ καὶ τοὐναντίον· πολλαχῇ γὰρ σκοποῦντες εὑρήσουσιν ἐπεληλυθυῖαν τὴν θάλατταν.
但这些说法有的正确,有的不正确;因为以前潮湿而现在变成干地的地方确实更多,但相反的情况也同样存在;因为如果他们在许多地方观察,就会发现海洋已经侵蚀了陆地。