Humanitext Reader

アリストテレス · 気象論 §1.13#3

山脈から生じる河川の源流と地下水路の事例

19 / 68 箇所 · ギリシア語

要旨

北方のリパイ山脈やリビュア、ギリシア等の山脈が河川の源流であることを紹介し、河川の源流は地下の空洞ではなく、山地で湿気が集まり配給される仕組みであると論じる。また、河川が地下に吸い込まれる現象や、海中からの湧水、地下水路の事例を挙げてこれを実証する。

§1.13#3ὑπʼ αὐτὴν δὲ τὴν ἄρκτον ὑπὲρ τῆς ἐσχάτης Σκυθίας αἱ καλούμεναι Ῥῖπαι, περὶ ὧν τοῦ μεγέθους λίαν εἰσὶν οἱ λεγόμενοι λόγοι μυθώδεις·
北極の真下、最果てのスキティアの彼方に、いわゆるリパイ山脈があり、その大きさについては、語られている話が極めて神話的である。
ῤέουσι δʼ οὖν οἱ πλεῖστοι καὶ μέγιστοι μετὰ τὸν Ἴστρον τῶν ἄλλων ποταμῶν ἐντεῦθεν, ὥς φασιν.
ともあれ、人々が言うには、イストロス川に次いで、他の河川の大部分かつ最大多数がここから流れている。
ὁμοίως δὲ καὶ περὶ τὴν Λιβύην οἱ μὲν ἐκ τῶν Αἰθιοπικῶν ὁρῶν, ὅ τε Αἰγὼν καὶ ὁ Νύσης, οἱ δὲ μέγιστοι τῶν διωνομασμένων, ὅ τε Χρεμέτης καλούμενος, ὃς εἰς τὴν ἔξω ῥεῖ θάλατταν, καὶ τοῦ Νείλου τὸ ῥεῦμα τὸ πρῶτον, ἐκ τοῦ Ἀργυροῦ καλουμένου ὄρους.
同様に、リビュアにおいても、一部の河川、すなわちアイゴン川やニュセス川はエチオピアの山々から流れ、名高い河川のうちで最大の部類に入るもの、すなわち外海へと流れるいわゆるクレメテス川や、ナイル川の最初の流れは、いわゆる銀の山から流れている。
τῶν δὲ περὶ τὸν Ἑλληνικὸν τόπον ὁ μὲν Ἀχελῷος ἐκ Πίνδου, καὶ ὁ Ἴναχος ἐντεῦθεν, ὁ δὲ Στρυμὼν καὶ Νέσσος καὶ ὁ Ἕβρος ἅπαντες τρεῖς ὄντες ἐκ τοῦ Σκόμβρου· πολλὰ δὲ ῥεύματα καὶ ἐκ τῆς Ῥοδόπης ἐστίν.
ギリシア地方の河川については、アケロオス川はピンドス山脈から流れ、イナコス川もそこから、ストリュモン川、ネッソス川、へブロス川は3つともすべてスコンブロス山から流れており、多くの流れがロドペ山脈からも生じている。
ὁμοίως δὲ καὶ τοὺς ἄλλους ποταμοὺς εὕροι τις ἄν ῥέοντας· ἀλλὰ μαρτυρίου χάριν τούτους εἴπομεν·
他の河川についても同様に流れていることを誰もが見出せるであろうが、我々がこれらを挙げたのは証拠のためである。
ἐπεὶ καὶ ὅσοι αὐτῶν ῥέουσιν ἐξ ἐλῶν, τὰ ἕλη ὑπὸ ὄρη κεῖσθαι συμβαίνει πάντα σχεδὸν ἢ τόπους ὑψηλοὺς ἐκ προσαγωγῆς.
というのも、沼沢から流れている河川についても、それらの沼沢はほぼすべて、山々の下、あるいは徐々に高くなっていく高地の下に位置しているからである。
ὅτι μὲν οὖν οὐ δεῖ νομίζειν οὕτω γίγνεσθαι τὰς ἀρχὰς τῶν ποταμῶν ὡς ἐξ ἀφωρισμένων κοιλιῶν, φανερόν·
したがって、河川の源泉が画定された空洞から生じるかのように考えてはならないことは明らかである。
οὔτε γὰρ ἄν ὁ τόπος ἱκανὸς ἦν ὁ τῆς γῆς ὡς εἰπεῖν, ὥσπερ οὐδʼ ὁ τῶν νεφῶν, εἰ τὸ ὂν ἔδει ῥεῖν μόνον, ἀλλὰ μὴ τὸ μὲν ἀπῄει τὸ δʼ ἐγίγνετο, ἀλλʼ αἰεὶ ἀπὸ ὄντος ἐταμιεύετο·
なぜなら、もし、すでに存在しているものだけが流れ、一方で水が去り他方で新たに生じるということがなく、常にあらかじめ存在しているものから配給されるのだとしたら、雲の場所が十分でないのと同様に、大地の場所も、いわば十分ではないからである。
τὸ τε ὑπὸ τοῖς ὄρεσιν ἔχειν τὰς πηγὰς μαρτυρεῖ διότι τῷ συρρεῖν εἰς ὀλίγον καὶ κατὰ μικρὸν ἐκ πολλῶν νοτίδων διαδίδωσιν ὁ τόπος καὶ γίγνονται οὕτως αἱ πηγαὶ τῶν ποταμῶν.
また、山々の下に源泉を有しているという事実が証言しているのは、多くの湿気から少しずつ狭い場所へと流れ集まることによって、その場所が水を分配し、このようにして河川の源泉が形成されるということである。
οὐ μὴν ἀλλὰ καὶ τοιούτους εἶναι τόπους ἔχοντας πλῆθος ὕδατος, οἷον λίμνας, οὐδὲν ἄτοππον, πλὴν οὔτι τηλικαύτας ὥστε τοῦτο συμβαίνειν, οὐδὲν μᾶλλον ἢ εἴ τις οἴοιτο τὰς φανερὰς εἶναι πηγὰς τῶν ποταμῶν·
とはいえ、湖のように大量の水を湛える場所が存在すること自体は、何ら不都合ではない。 ただし、そのような現象を引き起こすほどに巨大なものではないし、それは、誰かが目に見える泉が河川の全水量であると考えるのと同様に誤っている。
σχεδὸν γὰρ ἐκ κρηνῶν οἱ πλεῖστοι ῥέουσιν.
なぜなら、大半の河川はほぼ泉から流れているのだから。
ὅμοιον οὖν τὸ ἐκείνας καὶ τὸ ταύτας νομίζειν εἶναι τὸ σῶμα τὸ τοῦ ὕδατος πᾶν.
したがって、あれら(地下の湖)や、これら(目に見える泉)が、水の全生命であると考えることは、同様の誤りである。
ὅτι δʼ εἰσὶν τοιαῦται φάραγγες καὶ διαστάσεις τῆς γῆς, δηλοῦσιν οἱ καταπινόμενοι τῶν ποταμῶν.
大体にそのような割れ目や裂け目が存在することは、吸い込まれる河川が示している。
συμβαίνει δὲ τοῦτο πολλαχοῦ τῆς γῆς, οἷον τῆς μὲν Πελοποννήσου πλεῖστα τοιαῦτα περὶ τὴν Ἀρκαδίαν ἐστίν.
このことは大地の多くの場所で起こっており、例えばペロポネソス半島では、アルカディアの周辺にそのような事例が最も多く見られる。
αἴτιον δὲ διὰ τὸ ὀρεινὴν οὖσαν μὴ ἔχειν ἐκροὰς ἐκ τῶν κοίλων εἰς θάλατταν·
その原因は、この地方が山がちであるために、窪地から海へと至る流出口を持たないからである。
πληροὺμενοι γὰρ οἱ τόποι καὶ οὐκ ἔχοντες ἔκρυσιν αὑτοῖς εὑρίσκονται τὴν δίοδον εἰς βάθος, ἀποβιαζομένου τοῦ ἄνωθεν ἐπιόντος ὕδατος.
なぜなら、それらの場所は満たされ、自ら流出する道を持たないために、上から押し寄せる水の圧力に押し出されて、深部へと至る通路を見出すからである。
περὶ μὲν οὖν τὴν Ἑλλάδα μικρὰ τοιαῦτα παντελῶς ἐστιν γιγνόμενα· ἀλλʼ ἥ γε ὑπὸ τὸν Καύκασον λίμνη, ἣν καλοῦσιν οἱ ἐκεῖ θάλατταν·
さて、ギリシアの周辺で起こるこのような事例は完全に小規模なものであるが、カウカソス山脈の麓にある湖は別であり、現地の活動家はこれを「海」と呼んでいる。
αὔτη γὰρ ποταμῶν πολλῶν καὶ μεγάλων εἰσβαλλόντων οὐκ ἔχουσα ἔκρουν φανερὸν ἐκδίδωσιν ὑπὸ γῆν κατὰ Κοραξούς, περὶ τὰ καλούμενα βαθέα τοῦ Πόντου·
なぜなら、この湖には多くの巨大な河川が流れ込んでいるにもかかわらず、目に見える流出口を持たず、コラキソイ地方の近く、ポントスのいわゆる深淵の周辺で、地下を通って流出しているからである。
ταῦτα δʼ ἐστὶν ἄπειρόν τι τῆς θαλάττης βάθος· οὐδεὶς γοῦν πώποτε καθεὶς ἐδυνήθη πέρας εὑρεῖν.
この深淵は海の無限の深さであり、ともかく、これまでに誰も錘を降ろしてその底を見出すことができなかった。
ταύτῇ δὲ πόρρω τῆς γῆς σχεδὸν περὶ τριακόσια στάδια πότιμον ἀναδίδωσιν ὕδωρ ἐπὶ πολὺν τόπον, οὐ συνεχῆ δέ, ἀλλὰ τρισσαχῇ.
そしてこの場所では、陸地から遠く離れた、ほぼ300スタディオンのところで、広い範囲にわたって、飲用可能な淡水を湧き出させている。 ただし連続的にではなく、3つの場所においてである。
καὶ περὶ τὴν Λιγυστικὴν οὐκ ἐλάττων τοῦ Ῥοδανοῦ καταπίνεταί τις ποταμός, καὶ πάλιν ἀναδίδωσιν κατ᾿ ἄλλον τόπον·
また、リグリア地方の周辺でも、ローヌ川に劣らない規模のある河川が吸い込まれ、再び別の場所で湧き出している。
ὁ δὲ Ῥοδανὸς ποταμὸς ναυσιπέρατός ἐστιν.
なお、ローヌ川自体は船の通行が可能な河川である。

語釈・文法注

  1. 5αἱ καλούμεναι Ῥῖπαι — 主格の句である αἱ καλούμεναι Ῥῖπαι には主節の動詞が明示されていない。これは存在動詞 εἰσίν が省略された名詞文(或いは後続の ῥέουσι に緩やかに繋がる一種の主格の宙吊り)として解釈される。
  2. 25εἰ τὸ ὂν ἔδει ῥεῖν μόνον — 接続詞 εἰ に直説法過去(未完了)の ἔδει が続き、主節の οὔτε γὰρ ἂν ὁ τόπος ἱκανὸς ἦν(ἂν +直説法過去)と呼応して、現在の事実に反する仮定(反実仮想)の条件文を構成している。
  3. 10ἀλλʼ ἥ γε ὑπὸ τὸν Καύκασον λίμνη — 主語である ἥ γε ... λίμνη に対する主節の動詞が欠けており、文法的な破格(アナコルトン)が生じている。意味上は、関係節のように機能する文脈の中で、後続の ἐκδίδωσιν(流出する)によって主文の述語としての役割が事実上代行されている。

この箇所を引用する

アリストテレス, 気象論 §1.13#3. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0086.tlg026.humanitext-grc2:1.13%233

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。