Humanitext Reader

アリストテレス · 形而上学 §3.1

アポリア検討の必要性と哲学上の難問の一覧

21 / 159 箇所 · ギリシア語

要旨

求められている学問へと進むにあたり、あらかじめアポリア(難問)を十分に提示し検討することの重要性が説かれ、続いて本書で順次扱われる一連の主要な哲学上の難問がリストとして提示される。

§3.1ἀνάγκη πρὸς τὴν ἐπιζητουμένην ἐπιστήμην ἐπελθεῖν ἡμᾶς πρῶτον περὶ ὧν ἀπορῆσαι δεῖ πρῶτον·
求められている学問へと進むためには、我々がまず第一に、まずどのようなことについてアポリアを提示すべきかについて検討することが必要である。
ταῦτα δʼ ἐστὶν ὅσα τε περὶ αὐτῶν ἄλλως ὑπειλήφασί τινες, κἂν εἴ τι χωρὶς τούτων τυγχάνει παρεωραμένον.
そしてこれらは、他の人々がそれらについて異なった仕方で想定したすべての事柄であり、またこれら以外に何か見過ごされているものがあるならば、それである。
ἔστι δὲ τοῖς εὐπορῆσαι βουλομένοις προὔργου τὸ διαπορῆσαι καλῶς·
よく解決(道を見出すこと)したいと望む人々にとって、よくアポリアを検討することは有益である。
ἡ γὰρ ὕστερον εὐπορία λύσις τῶν πρότερον ἀπορουμένων ἐστί, λύειν δʼ οὐκ ἔστιν ἀγνοοῦντας τὸν δεσμόν, ἀλλʼ ἡ τῆς διανοίας ἀπορία δηλοῖ τοῦτο περὶ τοῦ πράγματος·
というのも、のちの解決は、以前にアポリアとなっていた事柄の解きほぐしであり、結び目を知らない者は解きほぐすことができないからである。 しかし、思考のアポリア(行き詰まり)はこのことを事柄に関して明らかにしている。
ᾗ γὰρ ἀπορεῖ, ταύτῃ παραπλήσιον πέπονθε τοῖς δεδεμένοις·
なぜなら、思考が行き詰まっている限りにおいて、その点において結ばれた人々と同様の目にあっているからである。
ἀδύνατον γὰρ ἀμφοτέρως προελθεῖν εἰς τὸ πρόσθεν.
というのも、どちらの場合も、前方へ進むことは不可能だからである。
διὸ δεῖ τὰς δυσχερείας τεθεωρηκέναι πάσας πρότερον, τούτων τε χάριν καὶ διὰ τὸ τοὺς ζητοῦντας ἄνευ τοῦ διαπορῆσαι πρῶτον ὁμοίους εἶναι τοῖς ποῖ δεῖ βαδίζειν ἀγνοοῦσι, καὶ πρὸς τούτοις οὐδʼ εἴ ποτε τὸ ζητούμενον εὕρηκεν ἢ μὴ γιγνώσκειν·
したがって、あらかじめすべての困難を検討しておかなければならない。 それはこれら(上記のこと)のためであり、また、あらかじめアポリアを検討することなしに探究する人々は、どこへ歩むべきかを知らない人々に似ており、さらにこれらに加えて、自分が探究しているものをいつか見出したかどうかさえ(見出してもそれと)知ることができないからである。
τὸ γὰρ τέλος τούτῳ μὲν οὐ δῆλον τῷ δὲ προηπορηκότι δῆλον.
なぜなら、前者にとっては目的が明らかではないが、あらかじめアポリアを検討した者にとっては明らかだからである。
ἔτι δὲ βέλτιον ἀνάγκη ἔχειν πρὸς τὸ κρῖναι τὸν ὥσπερ ἀντιδίκων καὶ τῶν ἀμφισβητούντων λόγων ἀκηκοότα πάντων.
さらに、訴訟当事者の双方から話を聞くように、争い合っているすべての議論を聞いた者の方が、判断を下すのにより良い状態にあるに違いないからである。
—ἔστι δʼ ἀπορία πρώτη μὲν περὶ ὧν ἐν τοῖς πεφροιμιασμένοις διηπορήσαμεν, πότερον μιᾶς ἢ πολλῶν ἐπιστημῶν θεωρῆσαι τὰς αἰτίας·
――そして、最初のアポリアは、序論(前置き)において我々が提起した事柄に関するものであり、原因を検討することは一つの学問に属するのか、それとも多くの学問に属するのか、ということである。
καὶ πότερον τὰς τῆς οὐσίας ἀρχὰς τὰς πρώτας ἐστὶ τῆς ἐπιστήμης ἰδεῖν μόνον ἢ καὶ περὶ τῶν ἀρχῶν ἐξ ὧν δεικνύουσι πάντες, οἷον πότερον ἐνδέχεται ταὐτὸ καὶ ἓν ἅμα φάναι καὶ ἀποφάναι ἢ οὔ, καὶ περὶ τῶν ἄλλων τῶν τοιούτων·
また、実体の第一の原理を見る(認識する)ことだけが学問の役目なのか、それとも、誰もがそれに基づいて証明を行うところの原理(例えば、同一の、かつ一つのものについて、同時に肯定しかつ否定することが可能であるか否か、またその他のそのような事柄)についても(認識すべき)なのか。
εἴ τʼ ἐστι περὶ τὴν οὐσίαν, πότερον μία περὶ πάσας ἢ πλείονές εἰσι, κἂν εἰ πλείονες πότερον ἅπασαι συγγενεῖς ἢ τὰς μὲν σοφίας τὰς δὲ ἄλλο τι λεκτέον αὐτῶν.
また、もし実体に関するものであるなら、すべての実体に関する学問は一つなのか、それとも複数あるのか。 そしてもし複数あるなら、それらはすべて同族(類縁)のものなのか、それとも、あるものは知恵と呼ばれ、他のものは何か別のものであると言われるべきなのか。
καὶ τοῦτο δʼ αὐτὸ τῶν ἀναγκαίων ἐστὶ ζητῆσαι, πότερον τὰς αἰσθητὰς οὐσίας εἶναι μόνον φατέον ἢ καὶ παρὰ ταύτας ἄλλας, καὶ πότερον μοναχῶς ἢ πλείονα γένη τῶν οὐσιῶν, οἷον οἱ ποιοῦντες τά τε εἴδη καὶ τὰ μαθηματικὰ μεταξὺ τούτων τε καὶ τῶν αἰσθητῶν.
また、感覚される実体のみが存在すると言うべきなのか、それともこれら以外にも他の実体があると言うべきなのか、そして、実体の類は一種類だけなのかそれとも複数なのか(例えば、形相(エイドス)と、これらと感覚されるものとの間の中間にある数学的対象を設定する人々のように)、これを探究することもそれ自体不可欠なことの一つである。
περί τε τούτων οὖν, καθάπερ φαμέν, ἐπισκεπτέον, καὶ πότερον περὶ τὰς οὐσίας ἡ θεωρία μόνον ἐστὶν ἢ καὶ περὶ τὰ συμβεβηκότα καθʼ αὑτὰ ταῖς οὐσίαις, πρὸς δὲ τούτοις περὶ ταὐτοῦ καὶ ἑτέρου καὶ ὁμοίου καὶ ἀνομοίου καὶ ἐναντιότητος, καὶ περὶ προτέρου καὶ ὑστέρου καὶ τῶν ἄλλων ἁπάντων τῶν τοιούτων περὶ ὅσων οἱ διαλεκτικοὶ πειρῶνται σκοπεῖν ἐκ τῶν ἐνδόξων μόνων ποιούμενοι τὴν σκέψιν, τίνος ἐστὶ θεωρῆσαι περὶ πάντων·
したがって、我々が言うように、これらのことについて検討せねばならない。 また、観照(探究)は実体についてのみであるのか、それとも実体に固有の属性(自体的な偶性)についても行われるべきなのか、さらには、同一と他、類似と非類似、反対性、また先と後、および、弁証家たちが通説(エンドクサ)のみに基づいて探究しようと試みるその他のあらゆる同様の事柄について、これらすべてを観照することは、いかなる学問に属するのか。
ἔτι δὲ τούτοις αὐτοῖς ὅσα καθʼ αὑτὰ συμβέβηκεν, καὶ μὴ μόνον τί ἐστι τούτων ἕκαστον ἀλλὰ καὶ ἆρα ἓν ἑνὶ ἐναντίον·
さらに、これら自体に固有の属性(自体的な偶性)について、すなわちこれらおのおのが何であるかだけでなく、一つのものには一つのものだけが反対であるのかどうかも(どの学問が観照すべきなのか)。
καὶ πότερον αἱ ἀρχαὶ καὶ τὰ στοιχεῖα τὰ γένη ἐστὶν ἢ εἰς ἃ διαιρεῖται ἐνυπάρχοντα ἕκαστον·
また、原理や元素とは「類」のことなのか、それとも各事物が分割されて得られる、そのうちに内在する構成要素のことなのか。
καὶ εἰ τὰ γένη, πότερον ὅσα ἐπὶ τοῖς ἀτόμοις λέγεται τελευταῖα ἢ τὰ πρῶτα, οἷον πότερον ζῷον ἢ ἄνθρωπος ἀρχή τε καὶ μᾶλλον ἔστι παρὰ τὸ καθʼ ἕκαστον.
そして、もし類であるなら、個物(不可分なもの)について語られる最後(最下級)の類なのか、それとも最初(最上級)の類なのか。 例えば、「動物」と「人間」のどちらが原理であり、個物とは離れてより多く存在する(実在する)と言えるのか。
μάλιστα δὲ ζητητέον καὶ πραγματευτέον πότερον ἔστι τι παρὰ τὴν ὕλην αἴτιον καθʼ αὑτὸ ἢ οὔ, καὶ τοῦτο χωριστὸν ἢ οὔ, καὶ πότερον ἓν ἢ πλείω τὸν ἀριθμόν, καὶ πότερον ἔστι τι παρὰ τὸ σύνολον (λέγω δὲ τὸ σύνολον, ὅταν κατηγορηθῇ τι τῆς ὕλης) ἢ οὐθέν, ἢ τῶν μὲν τῶν δʼ οὔ, καὶ ποῖα τοιαῦτα τῶν ὄντων.
そして何よりも、質料以外にそれ自体としての原因が何か存在するのか否か、また、これは分離可能(離在的)なのか否か、また、数は一つなのか複数なのか。 そして、複合体(私が複合体と言うのは、質料について何らかの規定が語られる場合のことであるが)以外に何か存在するのか、それとも何もないのか、あるいは、あるものについては存在し、他のものについては存在しないのか、そして存在するもののうちのどのようなものがそうなのか、これらを探究し論じるべきである。
ἔτι αἱ ἀρχαὶ πότερον ἀριθμῷ ἢ εἴδει ὡρισμέναι, καὶ αἱ ἐν τοῖς λόγοις καὶ αἱ ἐν τῷ ὑποκειμένῳ;
さらに、原理は数において限定されているのか、それとも種においてそうなのか、そしてそれ(原理)は定義におけるものなのか、それとも基体におけるものなのか。
καὶ πότερον τῶν φθαρτῶν καὶ ἀφθάρτων αἱ αὐταὶ ἢ ἕτεραι, καὶ πότερον ἄφθαρτοι πᾶσαι ἢ τῶν φθαρτῶν φθαρταί;
また、消滅するものの原理と、不滅のものの原理とは、同一なのか異なるのか。 そして、すべて不滅なのか、それとも消滅するものの原理は消滅するのか。
ἔτι δὲ τὸ πάντων χαλεπώτατον καὶ πλείστην ἀπορίαν ἔχον, πότερον τὸ ἓν καὶ τὸ ὄν, καθάπερ οἱ Πυθαγόρειοι καὶ Πλάτων ἔλεγεν, οὐχ ἕτερόν τί ἐστιν ἀλλʼ οὐσία τῶν ὄντων;
さらに、すべての中で最も困難で、最も多くのアポリアを含んでいるのは、「一」と「存在」は、ピュタゴラス派やプラトンが主張したように、何か他のものではなく存在するものたちの実体なのか。
ἢ οὔ, ἀλλʼ ἕτερόν τι τὸ ὑποκείμενον, ὥσπερ Ἐμπεδοκλῆς φησὶ φιλίαν ἄλλος δέ τις πῦρ ὁ δὲ ὕδωρ ἢ ἀέρα·
それともそうではなく、何か他のものが基体であって、例えばエンペドクレスが「愛」と言い、他の誰かが「火」と言い、別の人が「水」あるいは「空気」と言ったようなものなのか、ということである。
καὶ πότερον αἱ ἀρχαὶ καθόλου εἰσὶν ἢ ὡς τὰ καθʼ ἕκαστα τῶν πραγμάτων, καὶ δυνάμει ἢ ἐνεργείᾳ·
また、原理は普遍的なものなのか、それとも事物の個物のようなものなのか。 また、可能態においてなのか、それとも現実活動態においてなのか。
ἔτι πότερον ἄλλως ἢ κατὰ κίνησιν·
さらに、別な仕方においてなのか、あるいは運動に即してなのか。
καὶ γὰρ ταῦτα ἀπορίαν ἂν παράσχοι πολλήν.
なぜなら、これらもまた多くの困難を引き起こすであろうから。
πρὸς δὲ τούτοις πότερον οἱ ἀριθμοὶ καὶ τὰ μήκη καὶ τὰ σχήματα καὶ αἱ στιγμαὶ οὐσίαι τινές εἰσιν ἢ οὔ, κἂν εἰ οὐσίαι πότερον κεχωρισμέναι τῶν αἰσθητῶν ἢ ἐνυπάρχουσαι ἐν τούτοις;
これらに加えて、数、長さ、図形、点はある種の実体なのか否か。 また、もし実体であるなら、感覚されるものから分離しているのか、それともこれらの中に内在しているのか。
περὶ γὰρ τούτων ἁπάντων οὐ μόνον χαλεπὸν τὸ εὐπορῆσαι τῆς ἀληθείας ἀλλʼ οὐδὲ τὸ διαπορῆσαι τῷ λόγῳ ῥᾴδιον καλῶς.
なぜなら、これらすべてのことについて、真理を解決することが困難であるばかりでなく、言論によって難問をうまく提示することさえ容易ではないからである。

語釈・文法注

  1. 995a24πρὸς τὴν ἐπιζητουμένην ἐπιστήμην ἐπελθεῖν ἡμᾶς πρῶτον περὶ ὧν ἀπορῆσαι δεῖ πρῶτον — ἀνάγκη に導かれる対格不定詞構文で、ἡμᾶς が不定詞 ἐπελθεῖν の意味上の主語。副詞 πρῶτον が文中に二度繰り返されており、前者は ἐπελθεῖν(我々がまず進むこと)を、後者は ἀπορῆσαι δεῖ(まずアポリアを提示すべきであること)をそれぞれ修飾している。
  2. 995a28τοῖς εὐπορῆσαι βουλομένοις προὔργου τὸ διαπορῆσαι καλῶς — προὔργου は πρὸ ἔργου の縮約(クラーシス)で、「有益である、役立つ」を意味する述語。与格 τοῖς βουλομένοις は「望む人々にとって」という関係を示し、主語は中性冠詞を伴う不定詞句 τὸ διαπορῆσαι καλῶς(よく難問を検討すること)である。
  3. 995a35τοὺς ζητοῦντας ἄνευ τοῦ διαπορῆσαι πρῶτον ὁμοίους εἶναι τοῖς ποῖ δεῖ βαδίζειν ἀγνοοῦσι — 前置詞 διά に支配される対格不定詞句(τοὺς ζητοῦντας ... ὁμοίους εἶναι)の構造。与格分詞の句 τοῖς ... ἀγνοοῦσι は、形容詞 ὁμοίους(〜に似た)が支配する与格であり、分詞 ἀγνοοῦσι がさらに間接疑問節 ποῖ δεῖ βαδίζειν(どこへ歩むべきか)を従えている。
  4. 995b18πότερον περὶ τὰς οὐσίας ἡ θεωρία μόνον ἐστὶν ἢ καὶ περὶ τὰ συμβεβηκότα καθʼ αὑτὰ ταῖς οὐσίαις — τὰ συμβεβηκότα καθʼ αὑτὰ ταῖς οὐσίαις は「実体に固有の属性(自体的偶性)」を意味する。与格の ταῖς οὐσίαις は、動詞 συμβαίνω(およびその分詞 συμβεβηκός)が「〜に随伴する、備わる」という意味で本来支配する格関係に基づいている。
  5. 995b24τίνος ἐστὶ θεωρῆσαι περὶ πάντων — 疑問代名詞の属格 τίνος は所有・所属、あるいは職能を示すものであり、「いかなる者(ここでは文脈上、いかなる学問)の管轄・役割であるか」を意味する。名詞 ἐπιστήμης が省略されていると解釈される。

この箇所を引用する

アリストテレス, 形而上学 §3.1. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0086.tlg025.humanitext-grc2:3.1

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。