Humanitext Reader

亚里士多德 · 形而上学 §3.1

考察疑难的必要性与主要哲学难题列表

第 21 段,共 159 段 · 希腊语

内容简介

为了着手探讨所寻求的科学,本文阐明了预先充分提出并考究疑难的重要性,随后列出了本书中将要依次探讨的一系列主要哲学疑难。

§3.1ἀνάγκη πρὸς τὴν ἐπιζητουμένην ἐπιστήμην ἐπελθεῖν ἡμᾶς πρῶτον περὶ ὧν ἀπορῆσαι δεῖ πρῶτον· ταῦτα δʼ ἐστὶν ὅσα τε περὶ αὐτῶν ἄλλως ὑπειλήφασί τινες, κἂν εἴ τι χωρὶς τούτων τυγχάνει παρεωραμένον.
为了探讨我们所寻求的科学,我们首先必须研究那些首先需要提出疑难的问题;这些问题包括其他人在这些事情上已经形成的不同看法,以及此外任何碰巧被忽视了的事情。
ἔστι δὲ τοῖς εὐπορῆσαι βουλομένοις προὔργου τὸ διαπορῆσαι καλῶς· ἡ γὰρ ὕστερον εὐπορία λύσις τῶν πρότερον ἀπορουμένων ἐστί, λύειν δʼ οὐκ ἔστιν ἀγνοοῦντας τὸν δεσμόν, ἀλλʼ ἡ τῆς διανοίας ἀπορία δηλοῖ τοῦτο περὶ τοῦ πράγματος·
对于那些希望获得解决的人来说,很好地探讨疑难是有益的;因为随后的解决正是对先前疑难的解开,而如果不知道结在哪里,就不能解开它,但思想的困惑正表明了关于事物的这一情况。
ᾗ γὰρ ἀπορεῖ, ταύτῃ παραπλήσιον πέπονθε τοῖς δεδεμένοις· ἀδύνατον γὰρ ἀμφοτέρως προελθεῖν εἰς τὸ πρόσθεν.
因为在思想困惑的限度内,它的处境就类似于被捆绑的人;因为在这两种情况下,向前迈进都是不可能的。
διὸ δεῖ τὰς δυσχερείας τεθεωρηκέναι πάσας πρότερον, τούτων τε χάριν καὶ διὰ τὸ τοὺς ζητοῦντας ἄνευ τοῦ διαπορῆσαι πρῶτον ὁμοίους εἶναι τοῖς ποῖ δεῖ βαδίζειν ἀγνοοῦσι, καὶ πρὸς τούτοις οὐδʼ εἴ ποτε τὸ ζητούμενον εὕρηκεν ἢ μὴ γιγνώσκειν· τὸ γὰρ τέλος τούτῳ μὲν οὐ δῆλον τῷ δὲ προηπορηκότι δῆλον.
因此,必须事先考察过所有的困难,这既是为了这些原因,也是因为那些进行寻求却不先探讨疑难的人,就像那些不知道该往哪里走的人,此外,他们甚至不知道自己找到了所寻求的东西;因为对于前者来说,目的并不明确,但对于那些预先探讨过疑难的人来说,目的则是明确的。
ἔτι δὲ βέλτιον ἀνάγκη ἔχειν πρὸς τὸ κρῖναι τὸν ὥσπερ ἀντιδίκων καὶ τῶν ἀμφισβητούντων λόγων ἀκηκοότα πάντων.
此外,一个听过所有争论和相互对立的论据的人,必然处于更好的判断地位,就像听取诉讼双方的辩词一样。
—ἔστι δʼ ἀπορία πρώτη μὲν περὶ ὧν ἐν τοῖς πεφροιμιασμένοις διηπορήσαμεν, πότερον μιᾶς ἢ πολλῶν ἐπιστημῶν θεωρῆσαι τὰς αἰτίας· καὶ πότερον τὰς τῆς οὐσίας ἀρχὰς τὰς πρώτας ἐστὶ τῆς ἐπιστήμης ἰδεῖν μόνον ἢ καὶ περὶ τῶν ἀρχῶν ἐξ ὧν δεικνύουσι πάντες, οἷον πότερον ἐνδέχεται ταὐτὸ καὶ ἓν ἅμα φάναι καὶ ἀποφάναι ἢ οὔ, καὶ περὶ τῶν ἄλλων τῶν τοιούτων·
——而第一个疑难是关于我们在引论中已经提出过的那些问题:考察原因属于一门科学还是多门科学;科学是否不仅要认识实体的第一原理,还要认识所有人赖以进行证明的原理——例如,是否可能对同一且单一的事物在同一时间既予以肯定又予以否定,还是不能,以及其他此类问题。
εἴ τʼ ἐστι περὶ τὴν οὐσίαν, πότερον μία περὶ πάσας ἢ πλείονές εἰσι, κἂν εἰ πλείονες πότερον ἅπασαι συγγενεῖς ἢ τὰς μὲν σοφίας τὰς δὲ ἄλλο τι λεκτέον αὐτῶν.
又如果这是关于实体的,那么对于所有实体的研究是只有一门科学还是有多门;如果是多门,它们是否都具有亲缘关系,还是其中一些应该被称为智慧,而另一些则被称为别的什么。
καὶ τοῦτο δʼ αὐτὸ τῶν ἀναγκαίων ἐστὶ ζητῆσαι, πότερον τὰς αἰσθητὰς οὐσίας εἶναι μόνον φατέον ἢ καὶ παρὰ ταύτας ἄλλας, καὶ πότερον μοναχῶς ἢ πλείονα γένη τῶν οὐσιῶν, οἷον οἱ ποιοῦντες τά τε εἴδη καὶ τὰ μαθηματικὰ μεταξὺ τούτων τε καὶ τῶν αἰσθητῶν.
探究以下这个问题本身也是必不可少的:是否必须说只有感性实体存在,还是在这些之外还有其他实体;以及实体的类别是只有一种还是有多种(例如那些既设定形式,又在形式与感性事物之间设定数学对象的人)。
περί τε τούτων οὖν, καθάπερ φαμέν, ἐπισκεπτέον, καὶ πότερον περὶ τὰς οὐσίας ἡ θεωρία μόνον ἐστὶν ἢ καὶ περὶ τὰ συμβεβηκότα καθʼ αὑτὰ ταῖς οὐσίαις, πρὸς δὲ τούτοις περὶ ταὐτοῦ καὶ ἑτέρου καὶ ὁμοίου καὶ ἀνομοίου καὶ ἐναντιότητος, καὶ περὶ προτέρου καὶ ὑστέρου καὶ τῶν ἄλλων ἁπάντων τῶν τοιούτων περὶ ὅσων οἱ διαλεκτικοὶ πειρῶνται σκοπεῖν ἐκ τῶν ἐνδόξων μόνων ποιούμενοι τὴν σκέψιν, τίνος ἐστὶ θεωρῆσαι περὶ πάντων·
那么,正如我们所说,必须考察这些问题,并且要考察研究是仅限于实体,还是也包括实体自身的偶性;此外,关于同一与有别、相似与不似、相反,以及在先与在后,以及辩证学者们仅凭通说试图考察的所有其他此类问题,研究这一切属于哪一门科学。
ἔτι δὲ τούτοις αὐτοῖς ὅσα καθʼ αὑτὰ συμβέβηκεν, καὶ μὴ μόνον τί ἐστι τούτων ἕκαστον ἀλλὰ καὶ ἆρα ἓν ἑνὶ ἐναντίον·
此外,还要考察这些事物本身的自身偶性,不仅要问它们之中的每一个是什么,还要问是否一物仅与一物相反。
καὶ πότερον αἱ ἀρχαὶ καὶ τὰ στοιχεῖα τὰ γένη ἐστὶν ἢ εἰς ἃ διαιρεῖται ἐνυπάρχοντα ἕκαστον·
并且,原理和元素是“类”,还是每个事物被分割成并存在于其中的那些组成部分。
καὶ εἰ τὰ γένη, πότερον ὅσα ἐπὶ τοῖς ἀτόμοις λέγεται τελευταῖα ἢ τὰ πρῶτα, οἷον πότερον ζῷον ἢ ἄνθρωπος ἀρχή τε καὶ μᾶλλον ἔστι παρὰ τὸ καθʼ ἕκαστον.
如果它们是类,那么它们是那些对个体所作出的最后的分类,还是最初的分类——例如,“动物”还是“人”是原理,并且在更大程度上脱离个体而存在。
μάλιστα δὲ ζητητέον καὶ πραγματευτέον πότερον ἔστι τι παρὰ τὴν ὕλην αἴτιον καθʼ αὑτὸ ἢ οὔ, καὶ τοῦτο χωριστὸν ἢ οὔ, καὶ πότερον ἓν ἢ πλείω τὸν ἀριθμόν, καὶ πότερον ἔστι τι παρὰ τὸ σύνολον (λέγω δὲ τὸ σύνολον, ὅταν κατηγορηθῇ τι τῆς ὕλης) ἢ οὐθέν, ἢ τῶν μὲν τῶν δʼ οὔ, καὶ ποῖα τοιαῦτα τῶν ὄντων.
最需要探讨和研究的是,除了质料之外,是否存在某种自身原因,以及它是可分离的还是不可分离的,并且在数量上是一还是多;在结合体之外是否还存在着什么(我所说的结合体,是指某种东西被表述于质料之上的情况),还是什么都没有,或者对于某些事物存在,而对于另一些事物则不存在,以及在存在的事物中哪些是这样的事物。
ἔτι αἱ ἀρχαὶ πότερον ἀριθμῷ ἢ εἴδει ὡρισμέναι, καὶ αἱ ἐν τοῖς λόγοις καὶ αἱ ἐν τῷ ὑποκειμένῳ;
此外,原理是在数量上被限定的,还是在形式上被限定的,这包括在定义之中的和在基体之中的原理吗?
καὶ πότερον τῶν φθαρτῶν καὶ ἀφθάρτων αἱ αὐταὶ ἢ ἕτεραι, καὶ πότερον ἄφθαρτοι πᾶσαι ἢ τῶν φθαρτῶν φθαρταί;
消灭的事物和不灭的事物的原理是相同的还是不同的,并且它们是否全都不灭,还是消灭的事物的原理本身也会消灭?
ἔτι δὲ τὸ πάντων χαλεπώτατον καὶ πλείστην ἀπορίαν ἔχον, πότερον τὸ ἓν καὶ τὸ ὄν, καθάπερ οἱ Πυθαγόρειοι καὶ Πλάτων ἔλεγεν, οὐχ ἕτερόν τί ἐστιν ἀλλʼ οὐσία τῶν ὄντων;
在一切问题中最困难、最引起困惑的是:“一”和“存在”,是否正如毕达哥拉斯学派和柏拉图所说,并不是别的东西,而是存在物的实体?
ἢ οὔ, ἀλλʼ ἕτερόν τι τὸ ὑποκείμενον, ὥσπερ Ἐμπεδοκλῆς φησὶ φιλίαν ἄλλος δέ τις πῦρ ὁ δὲ ὕδωρ ἢ ἀέρα·
还是并非如此,而是有某种别的东西作为基体——正如恩培多克勒说是“爱”,另一个人说是“火”,还有人说是“水”或“空气”?
καὶ πότερον αἱ ἀρχαὶ καθόλου εἰσὶν ἢ ὡς τὰ καθʼ ἕκαστα τῶν πραγμάτων, καὶ δυνάμει ἢ ἐνεργείᾳ· ἔτι πότερον ἄλλως ἢ κατὰ κίνησιν· καὶ γὰρ ταῦτα ἀπορίαν ἂν παράσχοι πολλήν.
并且原理是普遍的,还是像具体的事物那样作为个体,它们是潜在的还是现实的;此外,它们是以其他方式存在,还是同运动相关的;因为这些问题也会引起很大的困惑。
πρὸς δὲ τούτοις πότερον οἱ ἀριθμοὶ καὶ τὰ μήκη καὶ τὰ σχήματα καὶ αἱ στιγμαὶ οὐσίαι τινές εἰσιν ἢ οὔ, κἂν εἰ οὐσίαι πότερον κεχωρισμέναι τῶν αἰσθητῶν ἢ ἐνυπάρχουσαι ἐν τούτοις;
此外,数、长度、图形和点是某种实体还是不是? 如果是实体,它们是脱离感性事物而独立存在,还是内在存在于它们之中?
περὶ γὰρ τούτων ἁπάντων οὐ μόνον χαλεπὸν τὸ εὐπορῆσαι τῆς ἀληθείας ἀλλʼ οὐδὲ τὸ διαπορῆσαι τῷ λόγῳ ῥᾴδιον καλῶς.
因为关于所有这些问题,不仅难以求得真理,而且甚至难以在言论中很好地探讨其疑难。

词汇与语法注释

  1. 995a24πρὸς τὴν ἐπιζητουμένην ἐπιστήμην ἐπελθεῖν ἡμᾶς πρῶτον περὶ ὧν ἀπορῆσαι δεῖ πρῶτον — 由 ἀνάγκη 引导的带格不定式结构,其中 ἡμᾶς 是不定式 ἐπελθεῖν 的逻辑主语。副词 πρῶτον 在句中重复了两次:第一个修饰 ἐπελθεῖν(我们首先着手),第二个修饰 ἀπορῆσαι δεῖ(首先需要提出疑难)。
  2. 995a28τοῖς εὐπορῆσαι βουλομένοις προὔργου τὸ διαπορῆσαι καλῶς — 单词 προὔργου 是 πρὸ ἔργου 的缩合(crasis),作表语表示“有益的”、“有用的”。冠词不定式短语 τὸ διαπορῆσαι καλῶς(很好地探讨疑难)作主语,而 τοῖς βουλομένοις 是关系与格(“对于那些希望……的人”)。
  3. 995a35τοὺς ζητοῦντας ἄνευ τοῦ διαπορῆσαι πρῶτον ὁμοίους εἶναι τοῖς ποῖ δεῖ βαδίζειν ἀγνοοῦσι — 由 διά 支配的带格不定式短语(τοὺς ζητοῦντας ... ὁμοίους εἶναι)。与格分词短语 τοῖς ... ἀγνοοῦσι 受形容词 ὁμοίους 支配,而分词 ἀγνοοῦσι 进一步支配间接疑问句 ποῖ δεῖ βαδίζειν(应该往哪里走)。
  4. 995b18πότερον περὶ τὰς οὐσίας ἡ θεωρία μόνον ἐστὶν ἢ καὶ περὶ τὰ συμβεβηκότα καθʼ αὑτὰ ταῖς οὐσίαις — 短语 τὰ συμβεβηκότα καθʼ αὑτὰ ταῖς οὐσίαις 指“实体自身的属性(自体偶性)”。与格 ταῖς οὐσίαις 受分词 συμβεβηκότα 支配,反映了动词 συμβαίνω(伴随、属于)的常规范式。
  5. 995b24τίνος ἐστὶ θεωρῆσαι περὶ πάντων — 疑问代词的属格 τίνος 是所有属格或职责属格,表示“研究……属于谁(或哪门科学)的职责”。此处省略了名词 ἐπιστήμη(科学)。

引用这一段

亚里士多德, 形而上学 §3.1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg025.humanitext-grc2:3.1

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。