§9.9ὁ δὲ δρυοκολάπτης οὐ καθίζει ἐπὶ τῆς γῆς·
キツツキは地上にはとまらない。
κόπτει δὲ τὰς δρῦς τῶν σκωλήκων καὶ σκνιπῶν ἕνεκεν, ἵν’ ἐξίωσιν.
彼らは、虫やアリマキがおびき出されるように、それら(を捕らえる)ためにオークの木をつつく。
Ἀναλέγεται γὰρ ἐξελθόντας αὐτοὺς τῇ γλώττῃ·
なぜなら、彼らは出てきた虫たちを、その舌で拾い集めるからである。
πλατεῖαν δ’ ἔχει καὶ μεγάλην.
キツツキは平らで大きな舌を持っている。
Καὶ πορεύεται ἐπὶ τοῖς δένδρεσι ταχέως πάντα τρόπον, καὶ ὕπτιος, καθάπερ οἱ ἀσκαλαβῶται.
そして、ヤモリのように、仰向けになることも含めて、あらゆる方法で木の上を素早く進む。
Ἔχει δὲ καὶ τοὺς ὄνυχας βελτίους τῶν κολοιῶν πεφυκότας πρὸς τὴν ἀσφάλειαν τῆς ἐπὶ τοῖς δένδρεσιν ἐφεδρείας·
また彼らは、木の上で安全に静止して待ち構えるために、コクマルガラスのものよりも優れたものとして生まれついている爪を持っている。
τούτους γὰρ ἐμπηγνὺς πορεύεται.
彼らはこの爪を(木に)突き立てて進むのである。
Ἔστι δὲ τῶν δρυοκολαπτῶν ἓν μὲν γένος ἔλαττον τοῦ κοττύφου, ἔχει δ’ ὑπέρυθρα μικρά, ἕτερον δὲ γένος μεῖζον ἢ κόττυφος.
キツツキにはいくつかの種類があり、一つはクロウタドリよりも小さく、少し赤い部分を持っている。 もう一つはクロウタドリよりも大きい。
Τὸ δὲ τρίτον γένος αὐτῶν οὐ πολλῷ ἔλαττόν ἐστιν ἀλεκτορίδος θηλείας.
そして彼らの第三の種類は、メスの鶏よりわずかに小さい。
Νεοττεύει δ’ ἐπὶ τῶν δένδρων, ὥσπερ εἴρηται, ἐν ἄλλοις τε τῶν δένδρων καὶ ἐν ἐλαίαις.
前述のように、彼らは他の木々やオリーブの木の上に営巣する。
Βόσκεται δὲ τούς τε μύρμηκας καὶ τοὺς σκώληκας τοὺς ἐκ τῶν δένδρων.
また、彼らはアリや、木から出てくる虫を餌とする。
Θηρεύοντα δὲ τοὺς σκώληκας οὕτω σφόδρα φασὶ κοιλαίνειν, ὥστε καταβάλλειν τὰ δένδρα.
虫を捕らえる際、彼らは木を倒してしまうほど激しく穴を開けると言われている。
Καὶ τιθασσευόμενος δέ τις ἤδη ἀμύγδαλον εἰς ῥωγμὴν ξύλου ἐνθείς, ὅπως ἐναρμοσθὲν ὑπομείνειεν αὐτοῦ τὴν πληγήν, ἐν τῇ τρίτῃ πληγῇ διέκοψε καὶ κατήσθιε τὸ μαλακόν.
また、かつて飼い慣らされたあるキツツキは、アーモンドが(打撃に)適合して彼自身の打撃に耐えられるように、木を割った隙間にそれを差し込み、三回目の打撃で殻を割り、その柔らかい中身を食べていた。
§9.10Φρόνιμα δὲ πολλὰ καὶ περὶ τὰς γεράνους δοκεῖ συμβαίνειν·
また、ツルに関しても、多くの賢い行動が見られるようである。
ἐκτοπίζουσί τε γὰρ μακράν, καὶ εἰς ὕψος πέτονται πρὸς τὸ καθορᾶν τὰ πόρρω, καὶ ἐὰν ἴδωσι νέφη καὶ χειμέρια, καταπτᾶσαι ἡσυχάζουσιν.
というのも、彼らは遠くへ渡りをし、遠くを見渡すために高く飛び、もし雨雲や嵐を感知すると、舞い降りて静かにしているからである。
Ἔτι δὲ τὸ ἔχειν ἡγεμόνα τε καὶ τοὺς ἐπισυρίττοντας ἐν τοῖς ἐσχάτοις, ὥστε κατακούεσθαι τὴν φωνήν.
さらに、指導者を戴き、最後尾には(群れの声を)聞き取ることができるように口笛で応える者を配している。
Ὅταν δὲ καθίζωνται, αἱ μὲν ἄλλαι ὑπὸ τῇ πτέρυγι τὴν κεφαλὴν ἔχουσαι καθεύδουσιν ἐπὶ ἑνὸς ποδὸς ἐναλλάξ, ὁ δ’ ἡγεμὼν γυμνὴν ἔχων τὴν κεφαλὴν προορᾷ, καὶ ὅταν αἴσθηταί τι, σημαίνει βοῶν.
彼らが羽を休めるとき、他のツルは翼の下に頭を入れ、交互に片足で眠るが、指導者は頭をむき出しにして前方を見張り、何かを察知すると大声で鳴いて知らせる。
Οἱ δὲ πελεκᾶνες οἱ ἐν τοῖς ποταμοῖς γινόμενοι καταπίνουσι τὰς μεγάλας κόγχας καὶ λείας· ὅταν δ’ ἐν τῷ πρὸ τῆς κοιλίας τόπῳ πέψωσιν, ἐξεμοῦσιν, ἵνα χασκουσῶν τὰ κρέα ἐξαιροῦντες ἐσθίωσιν.
川に生息するペリカンは、大きくて滑らかな二枚貝を飲み込み、胃の手前の場所で温めて(口を開かせると)、吐き出して、開いた貝から肉を取り出して食べる。
§9.11Τῶν δ’ ἀγρίων ὀρνέων αἵ τ’ οἰκήσεις μεμηχάνηνται πρὸς τοὺς βίους καὶ τὰς σωτηρίας τῶν τέκνων.
野生の鳥たちの住処は、彼らの生活や雛たちの安全のために工夫されている。
Εἰσὶ δ’ οἱ μὲν εὔτεκνοι αὐτῶν καὶ ἐπιμελεῖς τῶν τέκνων, οἱ δὲ τοὐναντίον, καὶ οἱ μὲν εὐμήχανοι πρὸς τὸν βίον, οἱ δ’ ἀμηχανώτεροι.
彼らの中には、子孫を多くもうけて雛の世話をよくするものもあれば、その逆のものもあり、生活の工夫に富むものもあれば、そうでないものもある。
Τὰς δ’ οἰκήσεις οἱ μὲν περὶ τὰς χαράδρας καὶ χηραμοὺς ποιοῦνται καὶ πέτρας, οἷον ὁ καλούμενος χαραδριός·
住処について言えば、あるものは急流の溝や穴、岩の周りにそれを作る。 例えば、いわゆるカラドリオスがそうである。
ἔστι δ’ ὁ χαραδριὸς καὶ τὴν χρόαν καὶ τὴν φωνὴν φαῦλος, φαίνεται δὲ νύκτωρ, ἡμέρας δ’ ἀποδιδράσκει.
カラドリオスは色も声もみすぼらしく、夜に姿を現し、昼は逃げ隠れている。
Ἐν ἀποτόμοις δὲ καὶ ὁ ἱέραξ νεοττεύει·
また、タカも険しい崖に営巣する。
ὠμοφάγος δ’ ὤν, ὧν ἂν κρατήσῃ ὀρνέων, τὴν καρδίαν οὐ κατεσθίει·
タカは肉食であるが、捕らえた鳥たちの心臓は食べない。
καὶ τοῦτό τινες ἑωράκασι καὶ ἐπ’ ὄρτυγος καὶ ἐπὶ κίχλης καὶ ἕτεροι ἐφ’ ἑτέρων.
このことは、ウズラやツグミ、また他の鳥たちに関しても、ある人々によって観察されている。
Ἔτι δὲ καὶ περὶ τὸ θηρεύειν μεταβάλλουσιν·
さらに彼らは狩りの方法も(季節によって)変える。
οὐ γὰρ ἁρπάζουσιν ὁμοίως τοῦ θέρους.
夏には同じようには捕らえないからである。
Γυπὸς δὲ λέγεται ὑπό τινων ὡς οὐδεὶς ἑώρακεν οὔτε νεοττὸν οὔτε νεοττιάν·
ハゲワシについては、雛も巣も誰も見たことがないと言われている。
ἀλλὰ διὰ τοῦτο ἔφη Ἡρόδωρος ὁ Βρύσωνος τοῦ σοφιστοῦ πατὴρ ἀπό τινος αὐτὸς ἑτέρας εἶναι μετεώρου γῆς, τεκμήριον τοῦτο λέγων καὶ τὸ φαίνεσθαι ταχὺ πολλούς, ὅθεν δέ, μηδενὶ εἶναι δῆλον.
このため、ソフィストであるブリュソンの父ヘロドロスは、ハゲワシ自身は別の高いところにある地球から来ているのだと主張し、その証拠として、突然多くのハゲワシが現れる一方で、それがどこから来るのか誰にも明らかでないことを挙げた。
Τούτου δ’ αἴτιον ὅτι τίκτει ἐν πέτραις ἀπροσβάτοις· ἔστι δ’ οὐδὲ πολλαχοῦ ἐπιχώριος ὁ ὄρνις.
しかしこの原因は、ハゲワシが近づきがたい岩山で産卵することと、この鳥が多くの場所に生息しているわけではないことである。
Τίκτει δ’ ἓν ᾠὸν ἢ δύο τὰ πλεῖστα.
産卵数は、せいぜい一個か二個である。
Ἔνιοι δὲ τῶν ὀρνίθων ἐν τοῖς ὄρεσι καὶ τῇ ὕλῃ κατοικοῦσιν, οἷον ἔποψ καὶ βρένθος·
鳥の中には山や森に住むものもいる。 例えばヤツガシラやブレントスである。
οὗτος δ’ ὁ ὄρνις εὐβίοτος καὶ ᾠδικός.
このブレントスという鳥は、暮らしぶりが良く、よくさえずる。
Ὁ δὲ τροχίλος καὶ λόχμας καὶ τρώγλας οἰκεῖ·
またトロキロスは、茂みや穴に住む。
δυσάλωτος δὲ καὶ δραπέτης καὶ τὸ ἦθος ἀσθενής, εὐβίοτος δὲ καὶ τεχνικός.
捕まえにくく、逃げ足が速く、性質は臆病であるが、暮らしぶりが良く、巧妙である。
Καλεῖται δὲ πρέσβυς καὶ βασιλεύς· διὸ καὶ τὸν ἀετὸν αὐτῷ φασὶ πολεμεῖν.
この鳥は「長老(おきな)」や「王」とも呼ばれ、それゆえワシが彼と争うのだとも言われている。