Humanitext Reader

亚里士多德 · 动物志 §9.9-9.11

啄木鸟与鹤等野生鸟类的习性及筑巢

第 159 段,共 189 段 · 希腊语

内容简介

记述了啄木鸟的种类以及啄木捕虫等独特习性。随后阐述了起重鸟(鹤)有组织的迁徙和警戒行为、鹈鹕的捕食方法,以及以秃鹫为代表的各类野鸟多样化的筑巢地点与习性。

§9.9ὁ δὲ δρυοκολάπτης οὐ καθίζει ἐπὶ τῆς γῆς· κόπτει δὲ τὰς δρῦς τῶν σκωλήκων καὶ σκνιπῶν ἕνεκεν, ἵν’ ἐξίωσιν.
啄木鸟不栖息在地面上;为了捕食蠕虫和蚜虫,它啄击橡树以使它们出来。
Ἀναλέγεται γὰρ ἐξελθόντας αὐτοὺς τῇ γλώττῃ· πλατεῖαν δ’ ἔχει καὶ μεγάλην.
因为当它们出来时,它用舌头将其卷食;它拥有一条扁平而宽大的舌头。
Καὶ πορεύεται ἐπὶ τοῖς δένδρεσι ταχέως πάντα τρόπον, καὶ ὕπτιος, καθάπερ οἱ ἀσκαλαβῶται.
它在树上以各种方式快速移动,甚至可以肚皮朝上(倒挂),就像壁虎一样。
Ἔχει δὲ καὶ τοὺς ὄνυχας βελτίους τῶν κολοιῶν πεφυκότας πρὸς τὴν ἀσφάλειαν τῆς ἐπὶ τοῖς δένδρεσιν ἐφεδρείας· τούτους γὰρ ἐμπηγνὺς πορεύεται.
它还天生拥有比寒鸦更适合在树上安全停留的爪子;因为它是靠把这些爪子刺入树中来移动的。
Ἔστι δὲ τῶν δρυοκολαπτῶν ἓν μὲν γένος ἔλαττον τοῦ κοττύφου, ἔχει δ’ ὑπέρυθρα μικρά, ἕτερον δὲ γένος μεῖζον ἢ κόττυφος.
啄木鸟有三种:一种比乌鸫小,身上有微红的斑纹;另一种比乌鸫大。
Τὸ δὲ τρίτον γένος αὐτῶν οὐ πολλῷ ἔλαττόν ἐστιν ἀλεκτορίδος θηλείας.
而它们的第三种则不比母鸡小多少。
Νεοττεύει δ’ ἐπὶ τῶν δένδρων, ὥσπερ εἴρηται, ἐν ἄλλοις τε τῶν δένδρων καὶ ἐν ἐλαίαις.
正如所说过的,它们在树上筑巢,既在其他树上,也在橄榄树上。
Βόσκεται δὲ τούς τε μύρμηκας καὶ τοὺς σκώληκας τοὺς ἐκ τῶν δένδρων.
它以蚂蚁和从树里出来的蠕虫为食。
Θηρεύοντα δὲ τοὺς σκώληκας οὕτω σφόδρα φασὶ κοιλαίνειν, ὥστε καταβάλλειν τὰ δένδρα.
据说在捕食蠕虫时,它极其剧烈地掏空树干,以至于把树弄倒。
Καὶ τιθασσευόμενος δέ τις ἤδη ἀμύγδαλον εἰς ῥωγμὴν ξύλου ἐνθείς, ὅπως ἐναρμοσθὲν ὑπομείνειεν αὐτοῦ τὴν πληγήν, ἐν τῇ τρίτῃ πληγῇ διέκοψε καὶ κατήσθιε τὸ μαλακόν.
曾有一只被驯养的啄木鸟,将一颗杏仁塞进木头的裂缝中,以便使其固定并能承受它的啄击,结果在第三次啄击时就将其啄开,并吃掉了里面柔软的部分。
§9.10Φρόνιμα δὲ πολλὰ καὶ περὶ τὰς γεράνους δοκεῖ συμβαίνειν· ἐκτοπίζουσί τε γὰρ μακράν, καὶ εἰς ὕψος πέτονται πρὸς τὸ καθορᾶν τὰ πόρρω, καὶ ἐὰν ἴδωσι νέφη καὶ χειμέρια, καταπτᾶσαι ἡσυχάζουσιν.
在起重鸟(鹤)身上也显然发生着许多聪明的行为;因为它们迁徙到很远的地方,并飞得很高以俯瞰远方,如果它们看到乌云和暴风雨,就会飞下来保持安静。
Ἔτι δὲ τὸ ἔχειν ἡγεμόνα τε καὶ τοὺς ἐπισυρίττοντας ἐν τοῖς ἐσχάτοις, ὥστε κατακούεσθαι τὴν φωνήν.
此外,它们拥有一个首领,以及在最后方发出哨音(呼应)的鸟,以便声音能被大家听到。
Ὅταν δὲ καθίζωνται, αἱ μὲν ἄλλαι ὑπὸ τῇ πτέρυγι τὴν κεφαλὴν ἔχουσαι καθεύδουσιν ἐπὶ ἑνὸς ποδὸς ἐναλλάξ, ὁ δ’ ἡγεμὼν γυμνὴν ἔχων τὴν κεφαλὴν προορᾷ, καὶ ὅταν αἴσθηταί τι, σημαίνει βοῶν.
当它们栖息时,其他的鹤把头缩在翅膀底下,交替用单脚睡觉,而首领则露出头部向前方瞭望,一旦察觉到什么,就会大声鸣叫发出信号。
Οἱ δὲ πελεκᾶνες οἱ ἐν τοῖς ποταμοῖς γινόμενοι καταπίνουσι τὰς μεγάλας κόγχας καὶ λείας· ὅταν δ’ ἐν τῷ πρὸ τῆς κοιλίας τόπῳ πέψωσιν, ἐξεμοῦσιν, ἵνα χασκουσῶν τὰ κρέα ἐξαιροῦντες ἐσθίωσιν.
生活在河流中的鹈鹕会吞下大而光滑的双壳贝;当它们在胃前方的区域将贝类温热后,就会将其吐出,以便从张开的贝壳中取出肉来吃。
§9.11Τῶν δ’ ἀγρίων ὀρνέων αἵ τ’ οἰκήσεις μεμηχάνηνται πρὸς τοὺς βίους καὶ τὰς σωτηρίας τῶν τέκνων.
野生鸟类的住所是根据它们的生活以及幼鸟的安全而设计的。
Εἰσὶ δ’ οἱ μὲν εὔτεκνοι αὐτῶν καὶ ἐπιμελεῖς τῶν τέκνων, οἱ δὲ τοὐναντίον, καὶ οἱ μὲν εὐμήχανοι πρὸς τὸν βίον, οἱ δ’ ἀμηχανώτεροι.
它们之中有些繁育力强且悉心照料幼鸟,有些则相反,有些善于谋生,有些则较缺乏办法。
Τὰς δ’ οἰκήσεις οἱ μὲν περὶ τὰς χαράδρας καὶ χηραμοὺς ποιοῦνται καὶ πέτρας, οἷον ὁ καλούμενος χαραδριός· ἔστι δ’ ὁ χαραδριὸς καὶ τὴν χρόαν καὶ τὴν φωνὴν φαῦλος, φαίνεται δὲ νύκτωρ, ἡμέρας δ’ ἀποδιδράσκει.
关于住所,有些鸟将其建在山谷、洞穴和岩石周围,例如所谓的“鸻(卡拉德里奥斯)”;这种鸟的颜色和声音都很简陋,在夜间出现,白天则躲避起来。
Ἐν ἀποτόμοις δὲ καὶ ὁ ἱέραξ νεοττεύει· ὠμοφάγος δ’ ὤν, ὧν ἂν κρατήσῃ ὀρνέων, τὴν καρδίαν οὐ κατεσθίει· καὶ τοῦτό τινες ἑωράκασι καὶ ἐπ’ ὄρτυγος καὶ ἐπὶ κίχλης καὶ ἕτεροι ἐφ’ ἑτέρων.
鹰也在陡峭的悬崖上筑巢;虽然它是食肉的,但它不吃它所降服的任何鸟类的心脏;有人在鹌鹑、鸫鸟以及其他鸟类身上也观察到了这一点。
Ἔτι δὲ καὶ περὶ τὸ θηρεύειν μεταβάλλουσιν· οὐ γὰρ ἁρπάζουσιν ὁμοίως τοῦ θέρους.
此外,它们也改变狩猎方式;因为在夏天它们不会以同样的方式捕捉猎物。
Γυπὸς δὲ λέγεται ὑπό τινων ὡς οὐδεὶς ἑώρακεν οὔτε νεοττὸν οὔτε νεοττιάν· ἀλλὰ διὰ τοῦτο ἔφη Ἡρόδωρος ὁ Βρύσωνος τοῦ σοφιστοῦ πατὴρ ἀπό τινος αὐτὸς ἑτέρας εἶναι μετεώρου γῆς, τεκμήριον τοῦτο λέγων καὶ τὸ φαίνεσθαι ταχὺ πολλούς, ὅθεν δέ, μηδενὶ εἶναι δῆλον.
关于秃鹫,有人说从来没有人见过它的幼鸟或鸟巢;因此,诡辩家布吕森的父亲 Herodorus 宣称,秃鹫自身来自另一个高悬于空中的地球,并以此作为证据:许多秃鹫会突然出现,而它们来自何处对任何人都不明确。
Τούτου δ’ αἴτιον ὅτι τίκτει ἐν πέτραις ἀπροσβάτοις· ἔστι δ’ οὐδὲ πολλαχοῦ ἐπιχώριος ὁ ὄρνις.
但这其中的原因是它在无法接近的岩石上产卵;而且这种鸟在很多地方并不是本地特有的。
Τίκτει δ’ ἓν ᾠὸν ἢ δύο τὰ πλεῖστα.
它最多产一枚或两枚卵。
Ἔνιοι δὲ τῶν ὀρνίθων ἐν τοῖς ὄρεσι καὶ τῇ ὕλῃ κατοικοῦσιν, οἷον ἔποψ καὶ βρένθος· οὗτος δ’ ὁ ὄρνις εὐβίοτος καὶ ᾠδικός.
有些鸟居住在山里和森林中,例如戴胜和“布伦托斯”;这种鸟生活富足且擅长鸣叫。
Ὁ δὲ τροχίλος καὶ λόχμας καὶ τρώγλας οἰκεῖ· δυσάλωτος δὲ καὶ δραπέτης καὶ τὸ ἦθος ἀσθενής, εὐβίοτος δὲ καὶ τεχνικός.
而“托罗奇罗斯(鹪鹩)”则居住在灌木丛和洞穴中;它难以捕捉,善于逃跑,性格懦弱,但生活富足且技巧高超。
Καλεῖται δὲ πρέσβυς καὶ βασιλεύς· διὸ καὶ τὸν ἀετὸν αὐτῷ φασὶ πολεμεῖν.
它也被称为“长老”和“国王”;因此人们说雕也会与它作对。

词汇与语法注释

  1. p.321ἐξελθόντας αὐτοὺς — 分词 ἐξελθόντας(宾格复数阳性)与人称代词 αὐτούς 一致,代指前文提到的蠕虫和蚜虫(在此以阳性代表)。该结构作为动词 ἀναλέγεται 的直接宾语,意为“(收集)那些出来的它们”。
  2. p.321ὅπως ἐναρμοσθὲν ὑπομείνειεν — 目的从句(ὅπως)中的动词采用祈愿语气(ὑπομείνειεν,第三人称单数),这是因为主句动词为历史过去时(διέκοψε, κατήσθιε),从而触发了斜格祈愿语气(optativus obliquus)代替虚拟语气。分词 ἐναρμοσθέν(中性单数主格/宾格)与无生命的主语 ἀμύγδαλον(杏仁)一致。
  3. 9.10τὸ ἔχειν ἡγεμόνα — 该名词短语由带冠词的不定式(tò ἔχειν)引导,既可作为前句“似乎(δοκεῖ)”的并列主语,也可作为同位格的主格短语,具体说明它们聪明的习性。
  4. 9.11ὧν ἂν κρατήσῃ ὀρνέων — 先行词并入关系从句(incorporation)的实例。其常规结构应为 τῶν ὀρνέων ὧν ἂν κρατήσῃ(在他所征服的鸟类中),但先行词 ὀρνέων 被拉入关系从句中,并与关系代名词 ὧν 的格(属格)相一致。
  5. 9.11ἀπό τινος αὐτὸς ἑτέρας εἶναι μετεώρου γῆς — 间接引语中的“对格与不定式”结构(Oratio Obliqua)。尽管不定式 εἶναι 的主语(秃鹫)与主句的主语(Herodorus)不同,但部分手稿仍使用了强意代词 αὐτός(主格)。这可以理解为表示“秃鹫自身”的主格强意用法,或是指代秃鹫的复数宾格 αὐτούς 的抄写讹误。无论如何,其意义均是指秃鹫本身来自于另一个高空中的地球。

引用这一段

亚里士多德, 动物志 §9.9-9.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:9.9-9.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。