§9.8Οἱ δὲ βαρεῖς τῶν ὀρνίθων οὐ ποιοῦνται νεοττιάς (οὐ συμφέρει γὰρ μὴ πτητικοῖς οὖσιν), οἷον ὄρτυγες καὶ πέρδικες καὶ τἆλλα τὰ τοιαῦτα τῶν ὀρνέων·
鳥類のうち重いものは巣作りをしない(飛ぶのが得意でないものにとってそれは不都合だからである)。 例えばウズラやイワシャコ、およびその他のそのような鳥たちである。
ἀλλ’ ὅταν ποιήσωνται ἐν τῷ λείῳ κονίστραν (ἐν ἄλλῳ γὰρ τόπῳ οὐθενὶ τίκτει), ἐπηλυγασάμενοι ἄκανθάν τινα καὶ ὕλην τῆς περὶ τοὺς ἱέρακας ἕνεκα καὶ τοὺς ἀετοὺς ἀλεώρας, ἐνταῦθα τίκτουσι καὶ ἐπῳάζουσιν.
しかし、彼らは平坦な場所に砂浴び場を作ると(というのも、それ以外の場所では絶対に卵を産まないからである)、タカやワシに対する防御のために、ある種の刺のある植物や茂みで覆いをして、そこで卵を産み、抱卵する。
Ἔπειτα ἐκλέψαντες εὐθὺς ἐξάγουσι τοὺς νεοττοὺς διὰ τὸ μὴ δύνασθαι τῇ πτήσει πορίζειν αὐτοῖς τροφήν.
その後、卵を孵すとすぐに彼らは雛たちを連れ出す。 飛行によって彼らに食物を調達することができないからである。
Ἀναπαύονται δ’ ὑφ’ ἑαυτοὺς ἀγόμενοι τοὺς νεοττοὺς καὶ οἱ ὄρτυγες καὶ οἱ πέρδικες, ὥσπερ αἱ ἀλεκτορίδες.
ウズラもイワシャコも、雌鶏と同じように、雛たちを自分の下に引き入れて休む。
Καὶ οὐκ ἐν τῷ αὐτῷ τίκτουσι καὶ ἐπῳάζουσιν, ἵνα μή τις κατανοήσῃ τὸν τόπον πλείω χρόνον προσεδρευόντων.
そして彼らが長い時間をそこにとどまることによって誰かがその場所を察知することがないように、彼らは卵を産む場所と抱卵する場所を同じにしない。
Ὅταν δέ τις θηρεύῃ περιπεσὼν τῇ νεοττιᾷ, προκυλινδεῖται ἡ πέρδιξ τοῦ θηρεύοντος ὡς ἐπίληπτος οὖσα, καὶ ἐπισπᾶται ὡς ληψόμενον ἐφ’ ἑαυτήν, ἕως ἂν διαδράσῃ τῶν νεοττῶν ἕκαστος·
誰かが彼らの巣に行き当たって狩りをしようとするとき、イワシャコは捕らえられそうであるかのように、狩人の前で転がり回り、狩人が自分を捕らえようとするように自分のほうへ引き寄せ、雛たちのそれぞれが逃げ去るまでそうする。
μετὰ δὲ ταῦτα ἀναπτᾶσα αὐτὴ ἀνακαλεῖται πάλιν.
そののち、自身が飛び立って、再び彼らを呼び集める。
Τίκτει μὲν οὖν ᾠὰ ἡ πέρδιξ οὐκ ἐλάττω ἢ δέκα, πολλάκις δ’ ἑκκαίδεκα·
このようにイワシャコは10個以上、しばしば16個もの卵を産む。
ὥσπερ δ’ εἴρηται, κακόηθες τὸ ὄρνεόν ἐστι καὶ πανοῦργον.
そして前述の通り、この鳥は悪意に満ちており、ずる賢い。
Τοῦ δ’ ἔαρος ἐκ τῆς ἀγέλης ἐκκρίνονται δι’ ᾠδῆς καὶ μάχης κατὰ ζεύγη μετὰ θηλείας, ἣν ἂν λάβῃ ἕκαστος.
春になると、彼らはさえずりと闘争によって群れから分かれ、それぞれが獲得したメスとともにつがいを作る。
Διὰ δὲ τὸ εἶναι ἀφροδισιαστικοί, ὅπως μὴ ἐπῳάζῃ ἡ θήλεια, οἱ ἄρρενες τὰ ᾠὰ διακυλινδοῦσι καὶ συντρίβουσιν, ἐὰν εὕρωσιν·
彼らが非常に好色であるために、メスが抱卵に入らないように、オスは卵を見つけると、それを転がして粉砕する。
ἡ δὲ θήλεια ἀντιμηχανωμένη ἀποδιδράσκουσα τίκτει, καὶ πολλάκις διὰ τὸ ὀργᾶν τεκεῖν, ὅπου ἂν τύχῃ, ἐκβάλλει, ἂν μὴ παρῇ ὁ ἄρρην·
メスはこれに対抗して、逃げ隠れて卵を産む。 そしてしばしば、産卵への強い衝動のゆえに、もしオスがそばにいなければ、どこであれ偶然の場所に産み落とす。
καὶ ὅπως σώζηται ἀθρόα, οὐκ ἔρχεται πρὸς αὐτά.
そしてそれらがまとめて無事に保たれるように、彼女はそれらのところへ行かない。
Καὶ ἐὰν ὑπ’ ἀνθρώπου ὀφθῇ, ὥσπερ περὶ τοὺς νεοττούς, οὕτω καὶ ἀπὸ τῶν ᾠῶν ὑπάγει, πρὸ ποδῶν φαινομένη τοῦ ἀνθρώπου, ἕως ἂν ἀπαγάγῃ.
また、もし人間によって見つけられると、雛たちのときと同じように、彼女は卵からも遠ざけようとして、人間の足元に姿を現し、遠くへおびき寄せるまでそうする。
Ὅταν δ’ ἀποδρᾶσα ἐπῳάζῃ, οἱ ἄρρενες κεκράγασι καὶ μάχονται συνιόντες·
メスが逃げおおせて抱卵に入ると、オスたちは集まって叫び声をあげて戦う。
καλοῦσι δὲ τούτους χήρους.
彼らはこれらのオスを「やもめ」と呼ぶ。
Ὁ δ’ ἡττηθεὶς μαχόμενος ἀκολουθεῖ τῷ νικήσαντι, ὑπὸ τούτου ὀχευόμενος μόνου.
戦いに敗れたものは勝者につき従い、この勝者によってのみ交尾される。
Ἐὰν δὲ κρατηθῇ τις ὑπὸ τοῦ δευτέρου ἢ ὁποιουοῦν, οὗτος λάθρᾳ ὀχεύεται ὑπὸ τοῦ κρατιστεύοντος.
もし誰かが二番手あるいは他の誰かに支配されると、この者は最有力者によって密かに交尾される。
Γίνεται δὲ τοῦτο οὐκ ἀεί, ἀλλὰ καθ’ ὥραν τινὰ τοῦ ἔτους·
これは常に起こるわけではなく、年の特定の時期に起こる。
καὶ ἐπὶ τῶν ὀρτύγων ὡσαύτως.
ウズラについても同様である。
Ἐνίοτε δὲ συμβαίνει τοῦτο καὶ ἐπὶ τῶν ἀλεκτρυόνων·
時にはこれが雄鶏の間でも起こる。
ἐν μὲν γὰρ τοῖς ἱεροῖς, ὅπου ἄνευ θηλειῶν ἀνάκεινται, τὸν ἀνατιθέμενον πάντες εὐλόγως ὀχεύουσιν.
というのも、メスのいない神殿に奉納されて置かれている場所では、新しく奉納された雄鶏に対して、他のすべての雄鶏が交尾を試みるのは当然のことだからである。
Καὶ τῶν περδίκων δ’ οἱ τιθασσοὶ τοὺς ἀγρίους πέρδικας ὀχεύουσι καὶ ἐπικορίζουσι καὶ ὑβρίζουσιν.
またイワシャコのうち、飼い慣らされたものは野生のイワシャコにマウンティングし、からかい、そして辱める。
Ἐπὶ δὲ τὸν θηρευτὴν πέρδικα ὠθεῖται τῶν ἀγρίων ὁ ἡγεμὼν ἀντᾴσας ὡς μαχούμενος.
おとりのイワシャコに向かって、野生のもののリーダーが、戦おうとして対抗の鳴き声をあげながら突進してくる。
Τούτου δ’ ἁλόντος ἐν ταῖς πηκταῖς πάλιν προσέρχεται ἄλλος, ἀντᾴσας τὸν αὐτὸν τρόπον.
このリーダーが網に囚われると、別のものが同様に対抗して鳴きながらやってくる。
Ἐὰν μὲν οὖν ἄρρην ᾖ ὁ θηρεύων, τοῦτο ποιοῦσιν·
それゆえ、もしおとりの鳥がオスであれば、彼らはこのようにする。
ἐὰν δὲ θήλεια ἡ θηρεύουσα ᾖ καὶ ᾄδουσα, ἀντᾴσῃ δ’ ὁ ἡγεμὼν αὐτῇ, οἱ ἄλλοι ἀθροισθέντες τύπτουσι τοῦτον καὶ ἀποδιώκουσιν ἀπὸ τῆς θηλείας, ὅτι ἐκείνῃ ἀλλ’ οὐκ αὐτοῖς προσέρχεται.
しかし、もしおとりの鳥がメスであって鳴いており、リーダーが彼女に対抗して鳴きかけると、他のオスたちが集まってこのリーダーを叩き、メスから追い払う。 彼が自分たちではなく、あのメスに近づくからである。
Ὁ δὲ πολλάκις διὰ ταῦτα σιωπῇ προσέρχεται, ὅπως μὴ ἄλλος τῆς φωνῆς ἀκούσας ἔλθῃ μαχούμενος αὐτῷ.
このため、リーダーはしばしば、他のオスがその声を聞いて自分と戦いに来るのを避けるために、沈黙して近づく。
Ἐνίοτε δέ φασιν οἱ ἔμπειροι τὸν ἄρρενα προσιόντα τὴν θήλειαν κατασιγάζειν, ὅπως μὴ ἀκουσάντων τῶν ἀρρένων ἀναγκασθῇ διαμάχεσθαι πρὸς αὐτούς.
時として、経験者たちが言うには、近づいていくオスはメスを静まらせ、他のオスたちに聞こえて彼らと徹底的に戦わざるを得なくなるのを防ぐという。
Οὐ μόνον δ’ ᾄδει ὁ πέρδιξ, ἀλλὰ καὶ τριγμὸν ἀφίησι καὶ ἄλλας φωνάς.
イワシャコはたださえずるだけでなく、鋭い鳴き声や他の声をあげる。
Πολλάκις δὲ καὶ ἡ θήλεια ἐπῳάζουσα ἀνίσταται, ὅταν τῇ θηρευούσῃ θηλείᾳ αἴσθηται προσέχοντα τὸν ἄρρενα, καὶ ἀντᾴσασα ὑπομένει, ἵν’ ὀχευθῇ καὶ ἀποσπάσῃ ἀπὸ τῆς θηρευούσης.
またしばしば、抱卵しているメスも、オスがおとりのメスに関心を向けていることに気づくと、起き上がって対抗して鳴き、交尾されることを甘受し、彼をおとりのメスから引き離そうとする。
Οὕτω δὲ σφόδρα καὶ οἱ πέρδικες καὶ οἱ ὄρτυγες ἐπτόηνται περὶ τὴν ὀχείαν, ὥστ’ εἰς τοὺς θηρεύοντας ἐμπίπτουσι καὶ πολλάκις καθιζάνουσιν ἐπὶ τὰς κεφαλάς.
イワシャコもウズラも、交尾に対してこのように非常に狂おしいほど熱狂しているため、彼らは狩人たちの中に飛び込んできたり、しばしば彼らの頭の上にとまったりする。
Περὶ μὲν οὖν τὴν ὀχείαν καὶ θήραν τῶν περδίκων τοιαῦτα συμβαίνει, καὶ περὶ τὴν ἄλλην τοῦ ἤθους πανουργίαν.
それゆえ、イワシャコの交尾と捕獲、およびその習性の他のずる賢さについては、このようなことが起こるのである。
Νεοττεύουσι δ’ ἐπὶ τῆς γῆς, ὥσπερ εἴρηται, οἵ τε ὄρτυγες καὶ οἱ πέρδικες καὶ τῶν ἄλλων ἔνιοι τῶν πτητικῶν.
そして前述の通り、ウズラもイワシャコも、また他の飛行する鳥のうちのいくらかも、地上で営巣する。
Ἔτι δὲ τῶν τοιούτων ὁ μὲν κόρυδος καὶ ὁ σκολόπαξ καὶ ὄρτυξ ἐπὶ δένδρου οὐ καθίζουσιν, ἀλλ’ ἐπὶ τῆς γῆς,
さらに、それらの鳥のうち、ヒバリやシギ、ウズラは木にとまらず、地上にとまる。