Humanitext Reader

アリストテレス · 動物誌 §9.12-9.13

水鳥の生態と各種鳥類の営巣および習性

160 / 189 箇所 · ギリシア語

要旨

水辺に生息する鳥たちの生態や、白鳥の歌、猛禽類の夜行性について記述し、さらにキッタ、メロプス、クローリス、シビトドリ(シナモン鳥)などの巣作りの習性を紹介する。

§9.12Εἰσὶ δέ τινες οἳ περὶ τὴν θάλατταν βιοῦσιν, οἷον κίγκλος.
沿岸の近くに暮らすものたちもいる。 例えばキグクロスがそうである。
Ἔστι δὲ τὸ ἦθος ὁ κίγκλος πανοῦργος καὶ δυσθήρατος, ὅταν δὲ ληφθῇ, τιθασσότατος.
キグクロスはその性質において悪賢く、捕らえるのが難しいが、捕らえられると非常に人懐っこくなる。
Τυγχάνει δ’ ὢν καὶ ἀνάπηρος·
また身体が不自由でもある。
ἀκρατὴς γὰρ τῶν ὄπισθέν ἐστιν.
というのも、腰を制御できないからである。
Ζῶσι δὲ περὶ θάλατταν καὶ ποταμοὺς καὶ λίμνας οἱ μὲν στεγανόποδες ἅπαντες·
海や川、湖の近くに暮らすのは、水かきのある鳥のすべてである。
ἡ γὰρ φύσις αὐτὴ ζητεῖ τὸ πρόσφορον·
自然そのものが彼らにふさわしいものを求めているからである。
πολλοὶ δὲ καὶ τῶν σχιζοπόδων περὶ τὰ ὕδατα καὶ τὰ ἕλη βιοτεύουσιν, οἷον ἄνθος περὶ τοὺς ποταμούς·
また、指の分かれた鳥の多くも水辺や湿地の近くで生活している。 例えば、川辺にすむアントスがそうである。
ἔχει δὲ τὴν χρόαν καλὴν καὶ ἔστιν εὐβίοτον.
これは美しい色をしており、暮らしぶりがよい。
Ὁ δὲ καταρράκτης ζῇ μὲν περὶ θάλατταν, ὅταν δὲ καθῇ αὑτὸν εἰς τὸ βαθύ, μένει χρόνον οὐκ ἐλάττονα ἢ ὅσον πλέθρον διέλθοι τις·
カタラクテースは海の近くに暮らすが、深い海に身を投げるときには、人が一プレトロンを歩くのに要する時間と劣らない間、潜ったままでいる。
ἔστι δ’ ἔλαττον ἱέρακος τὸ ὄρνεον.
この鳥はタカよりも小さい。
Καὶ οἱ κύκνοι δ’ εἰσὶ μὲν τῶν στεγανοπόδων, καὶ βιοτεύουσι περὶ λίμνας καὶ ἕλη, εὐβίοτοι δὲ καὶ εὐήθεις καὶ εὔτεκνοι καὶ εὔγηροι, καὶ τὸν ἀετόν, ἐὰν ἄρξηται, ἀμυνόμενοι νικῶσιν, αὐτοὶ δ’ οὐκ ἄρχουσι μάχης.
また白鳥たちも水かきのある鳥の一種であり、湖や湿地の周辺で生活している。 彼らは暮らしぶりがよく、温厚で、子煩悩であり、長命である。 そして、ワシが攻撃を仕掛けてくれば、自衛してそれに打ち勝つが、自分たちから戦いを始めることはない。
Ὠιδικοὶ δέ, καὶ περὶ τὰς τελευτὰς μάλιστα ᾄδουσιν·
彼らは歌を歌い、特に死に際して最もよく歌う。
ἀναπέτονται γὰρ καὶ εἰς τὸ πέλαγος, καί τινες ἤδη πλέοντες παρὰ τὴν Λιβύην περιέτυχον ἐν τῇ θαλάττῃ πολλοῖς ᾄδουσι φωνῇ γοώδει, καὶ τούτων ἑώρων ἀποθνήσκοντας ἐνίους.
というのも、彼らは外海へと飛び去るからである。 かつてリビアの沿岸を航海していた人々が、海の上で、哀切な声で歌っている多くの白鳥に出会い、そのうちのいくつかの死にゆく姿を目撃した。
Ἡ δὲ κύμινδις ὀλιγάκις μὲν φαίνεται (οἰκεῖ γὰρ ὄρη), ἔστι δὲ μέλαν καὶ μέγεθος ὅσον ἱέραξ ὁ φασσοφόνος καλούμενος, καὶ τὴν ἰδέαν μακρὸς καὶ λεπτός.
キュミンディスはめったに姿を見せない(山に住むからである)。 これは黒い鳥で、大きさはいわゆるハト殺しと呼ばれるタカほどであり、姿は細長くスマートである。
Κύμινδιν δὲ καλοῦσιν Ἴωνες αὐτήν·
イオニア地方の人々はこれをキュミンディスと呼ぶ。
ἧς καὶ Ὅμηρος μέμνηται ἐν τῇ Ἰλιάδι εἰπὼν χαλκίδα κικλήσκουσι θεοί, ἄνδρες δὲ κύμινδιν.
ホメロスも『イリアス』の中で次のように言って言及している。 「神々はカルキスと呼び、人間はキュミンディスと呼ぶ。
Ἡ δ’ ὑβρίς, φασὶ δέ τινες εἶναι τὸν αὐτὸν τοῦτον ὄρνιθα τῷ πτυγγί, οὗτος ἡμέρας μὲν οὖν φαίνεται διὰ τὸ μὴ βλέπειν ὀξύ, τὰς δὲ νύκτας θηρεύει ὥσπερ οἱ ἀετοί·
」ヒュブリスについて、ある人々はこの鳥をプテュンクスと同じものであると言うが、この鳥は、昼間は鋭く見えないために姿を現し、夜はワシのように狩りをする。
καὶ μάχονται δὲ πρὸς τὸν ἀετὸν οὕτω σφόδρα ὥστ’ ἄμφω λαμβάνεσθαι πολλάκις ζῶντας ὑπὸ τῶν νομέων.
そしてワシと非常に激しく戦うため、両方が生きたまま牧人たちに捕らえられることがしばしばある。
Τίκτει μὲν οὖν δύο ᾠά, νεοττεύει δὲ καὶ οὗτος ἐν πέτραις καὶ σπηλαίοις.
とにかく彼らは二個の卵を産み、この鳥もまた岩山や洞窟に営巣する。
Μάχιμοι δὲ καὶ αἱ γέρανοί εἰσι πρὸς ἀλλήλας οὕτω σφόδρα ὥστε καὶ λαμβάνεσθαι μαχομένας·
またツルたちも互いに非常に激しく争うため、戦っている最中に捕らえられることさえある。
ὑπομένουσι γάρ.
退かないからである。
Τίκτει δὲ γέρανος δύο ᾠά.
ツルは二個の卵を産む。
§9.13Ἡ δὲ κίττα φωνὰς μὲν μεταβάλλει πλείστας (καθ’ ἑκάστην γὰρ ὡς εἰπεῖν ἡμέραν ἄλλην ἀφίησι), τίκτει δὲ περὶ ἐννέα ᾠά, ποιεῖται δὲ τὴν νεοττιὰν ἐπὶ τῶν δένδρων ἐκ τριχῶν καὶ ἐρίων·
キッタはきわめて多くの声を変化させて出す(いわば毎日異なる声を出す)。 約九個の卵を産み、木の上に毛や羊毛で巣を作る。
ὅταν δ’ ὑπολίπωσιν αἱ βάλανοι, ἀποκρύπτουσα ταμιεύεται.
そして、ドングリが残されると、それを隠して蓄える。
Περὶ μὲν οὖν τῶν πελαργῶν, ὅτι ἀντεκτρέφονται, θρυλεῖται παρὰ πολλοῖς·
さて、コウノトリについては、彼らが恩返しとして親を養うということが、多くの人々の間で噂されている。
φασὶ δέ τινες καὶ τοὺς μέροπας ταὐτὸ τοῦτο ποιεῖν, καὶ ἀντεκτρέφεσθαι ὑπὸ τῶν ἐκγόνων οὐ μόνον γηράσκοντας ἀλλὰ καὶ εὐθύς, ὅταν οἷοί τ’ ὦσιν·
また、ある人々はメロプスもこれと全く同じことを行い、彼らが年老いたときだけでなく、子たちそうできるようになるとすぐに、その恩返しとして親を養うのだと言う。
τὸν δὲ πατέρα καὶ τὴν μητέρα μένειν ἔνδον.
その間、父親と母親は巣の中にとどまっている。
Ἡ δ’ ἰδέα τοῦ ὄρνιθος τῶν πτερῶν ἐστὶ τὰ μὲν ὑποκάτω ὠχρόν, τὰ δὲ ἐπάνω ὥσπερ τῆς ἁλκυόνος κυάνεον, τὰ δ’ ἐπ’ ἄκρων τῶν πτερυγίων ἐρυθρά.
この鳥の羽の様子は、下側は薄黄色で、上側はカワセミのように暗青色、翼の先端は赤色である。
Τίκτει δὲ περὶ ἓξ ἢ ἑπτὰ ὑπὸ τὴν ὀπώραν, ἐν τοῖς κρημνοῖς τοῖς μαλακοῖς·
夏の終わりに、柔らかい崖に約六、七個の卵を産む。
εἰσδύεται δ’ εἴσω καὶ τέτταρας πήχεις.
彼らは崖の中に四ペーキュスも深く入り込む。
Ἡ δὲ καλουμένη χλωρὶς διὰ τὸ τὰ κάτω ἔχειν ὠχρά, ἔστι μὲν ἡλίκον κόρυδος, τίκτει δ’ ᾠὰ τέτταρα ἢ πέντε, τὴν δὲ νεοττιὰν ποιεῖται μὲν ἐκ τοῦ συμφύτου ἕλκουσα πρόσριζον, στρώματα δ’ ὑποβάλλει τρίχας καὶ ἔρια.
下側が薄黄色であるためにクローリスと呼ばれる鳥は、大きさはヒバリほどであり、四、五個の卵を産む。 巣はコンフリーを根元から引き抜いて作り、敷物として毛や羊毛を下に敷く。
Ταὐτὸ δὲ τοῦτο ποιεῖ καὶ ὁ κόττυφος καὶ ἡ κίττα, καὶ τὰ ἐντὸς τῆς νεοττιᾶς ἐκ τούτων ποιοῦνται.
これと全く同じことを、クロウタドリやキッタも行い、巣の内側をこれらの材料で作り上げる。
Τεχνικῶς δὲ καὶ ἡ τῆς ἀκανθυλλίδος ἔχει νεοττιά·
またアカンテュリスの巣も巧妙に作られている。
πέπλεκται γὰρ ὥσπερ σφαῖρα λινῆ, ἔχουσα τὴν εἴσδυσιν μικράν.
なぜなら、それは麻の球のように編まれており、小さな入り口を持っているからである。
Φασὶ δὲ καὶ τὸ κιννάμωμον ὄρνεον εἶναι οἱ ἐκ τῶν τόπων ἐκείνων, καὶ τὸ καλούμενον κιννάμωμον φέρειν ποθὲν τοῦτο τὸ ὄρνεον, καὶ τὴν νεοττιὰν ἐξ αὐτοῦ ποιεῖσθαι.
また、その地方の人々は、シナモン鳥という鳥がおり、この鳥がどこからかいわゆるシナモンを運んできて、それを使って巣を作ると言っている。
Νεοττεύει δ’ ἐφ’ ὑψηλῶν δένδρων καὶ ἐν τοῖς θαλλοῖς τῶν δένδρων·
この鳥は高い木の上、木の若枝の間に巣を作る。
ἀλλὰ τοὺς ἐγχωρίους μόλυβδον πρὸς τοῖς ὀϊστοῖς προσαρτῶντας τοξεύοντας καταβάλλειν, καὶ οὕτω συνάγειν ἐκ τοῦ φορυτοῦ τὸ κιννάμωμον.
しかし地元の者たちは、矢に鉛を取り付けて射ることで撃ち落とし、このようにして巣の破片からシナモンを回収するのだという。

語釈・文法注

  1. p.323ἀκρατὴς γὰρ τῶν ὄπισθέν ἐστιν — 支配形容詞 ἀκρατής(制御できない)が、その制御対象を示す属格 τῶν ὄπισθεν(後部、尾の部分)を伴っている構文。キグクロスが絶えず尾を振る、あるいは不器用に動く様子を身体の障害として表現している。
  2. p.324ἡμέρας μὲν οὖν φαίνεται — 写本の読みは φαίνεται(現れる)であるが、夜行性の猛禽の文脈からしばしば οὐ φαίνεται(現れない)と訂正される。しかし、ここでは「昼間は目がよく見えないために(かえって不器用に)姿を現してしまう」という写本通りの解釈を採用した。
  3. p.324ἀντεκτρέφεσθαι — 前置詞 ἀντί(お返しに)と ἐκτρέφω(養育する)の複合動詞。φασί(〜と言われている)に導かれる対格不定詞構文(主語の対格は省略)であり、子供が親に養育の恩返しをすることを示す。
  4. p.324πρόσριζον — 形容詞 πρόσριζος(根ごとの)の中性単数対格形が、分詞 ἕλκουσα(引き抜きながら)を修飾する副詞として機能している。「根こそぎ」「根ごと引き抜いて」という意味を表す。

この箇所を引用する

アリストテレス, 動物誌 §9.12-9.13. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:9.12-9.13

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。