§9.7Ὅλως δὲ περὶ τοὺς βίους πολλὰ ἂν θεωρηθείη μιμήματα τῶν ἄλλων ζῴων τῆς ἀνθρωπίνης ζωῆς, καὶ μᾶλλον ἐπὶ τῶν ἐλαττόνων ἢ μειζόνων ἴδοι τις ἂν τὴν τῆς διανοίας ἀκρίβειαν, οἷον πρῶτον ἐπὶ τῶν ὀρνίθων ἡ τῆς χελιδόνος σκηνοπηγία·
全般的に、生活様式に関しては、他の動物による人間の生活の模倣が数多く観察されうる。 そして、大きな動物よりも小さな動物において、知性の正確さがより見出されるであろう。 例えば、まず鳥類においては、ツバメの巣作りがそうである。
τῇ γὰρ περὶ τὸν πηλὸν ἀχυρώσει τὴν αὐτὴν ἔχει τάξιν.
というのも、泥に藁を混ぜるやり方において、ツバメは同じ順序を踏むからである。
Συγκαταπλέκει γὰρ τοῖς κάρφεσι πηλόν·
彼女は藁に泥を編み合わせる。
κἂν ἀπορῆται πηλοῦ, βρέχουσα αὑτὴν καλινδεῖται τοῖς πτεροῖς πρὸς τὴν κόνιν.
もし泥が不足していれば、自らを濡らして、羽で塵にまみれる。
Ἔτι δὲ στιβαδοποιεῖται καθάπερ οἱ ἄνθρωποι, τὰ σκληρὰ πρῶτα ὑποτιθεῖσα καὶ τῷ μεγέθει σύμμετρον ποιοῦσα πρὸς αὑτήν.
さらに、人間と同じように敷物を作り、固いものをまず下に敷き、自分の大きさに合わせた大きさに作る。
Περί τε τὴν τροφὴν τῶν τέκνων ἐκπονεῖται ἀμφότερα·
また、雛の給餌については、両親ともに骨折って働く。
δίδωσι δ’ ἑκατέρῳ διατηροῦσά τινι συνηθείᾳ τὸ προειληφός, ὅπως μὴ δὶς λάβῃ.
そして、ある種の習慣的な観察によってすでに受け取った雛を見分けてそれぞれに与え、同じ雛が二度受け取らないようにする。
Καὶ τὴν κόπρον τὸ μὲν πρῶτον αὐταὶ ἐκβάλλουσιν, ὅταν δ’ αὐξηθῶσι, μεταστρέφοντας ἔξω διδάσκουσι τοὺς νεοττοὺς προΐεσθαι.
また、糞については、最初は親たち自身が外に捨てるが、雛たちが成長すると、彼らにお尻を外に向けて排出するよう教える。
Περί τε τὰς περιστερὰς ἔστιν ἕτερα τοιαύτην ἔχοντα τὴν θεωρίαν·
また、ハトについても、同様の観察をもたらす別の特徴がある。
οὔτε γὰρ συνδυάζεσθαι θέλουσι πλείοσιν, οὔτε προαπολείπουσι τὴν κοινωνίαν, πλὴν ἐὰν χῆρος ἢ χήρα γένηται.
すなわち、彼らは複数の相手とつがうことを望まず、どちらかが死んでやもめにならない限り、その共同生活を途中で放棄することもない。
Ἔτι δὲ περὶ τὴν ὠδῖνα δεινὴ ἡ τοῦ ἄρρενος θεραπεία καὶ συναγανάκτησις·
さらに、産卵の苦しみの際には、オスの甲斐甲斐しい世話と共感は並々ならぬものである。
ἐάν τ’ ἀπομαλακίζηται πρὸς τὴν εἴσοδον τῆς νεοττιᾶς διὰ τὴν λοχείαν, τύπτει καὶ ἀναγκάζει εἰσιέναι.
もし産気のために巣の入り口でためらうならば、オスは彼女を叩いて入るように強いる。
Γενομένων δὲ τῶν νεοττῶν τῆς ἁλμυριζούσης μάλιστα γῆς διαμασησάμενος εἰσπτύει τοῖς νεοττοῖς διοιγνὺς τὸ στόμα, προπαρασκευάζων πρὸς τὴν τροφήν.
雛が生まれると、オスは特に塩気のある土を噛み砕いて、雛の口をこじ開けてその中に吐き込み、食物を受け入れる準備をさせる。
Ὅταν δ’ ἐκ τῆς νεοττιᾶς ἐξάγειν μέλλῃ, πάντας ὁ ἄρρην ὀχεύει.
そして、巣から連れ出そうとするとき、オスはすべての雛と交尾をする。
Ὡς μὲν οὖν ἐπὶ τὸ πολὺ τοῦτον τὸν τρόπον στέργουσιν ἀλλήλας, παροχεύονται δέ ποτε καὶ τῶν τοὺς ἄρρενας ἐχουσῶν τινές.
このように、概して彼らは互いに愛し合うのであるが、時にはすでに夫を持つメスのうちの幾らかが、他のオスと密通することもある。
Ἔστι δὲ μάχιμον τὸ ζῷον, καὶ ἐνοχλοῦσιν ἀλλήλαις, καὶ εἰς τὰς νεοττιὰς παραδύονται τὰς ἀλλήλων, ὀλιγάκις μέντοι·
この動物は闘争を好み、互いに嫌がらせをし合い、互いの巣に入り込むこともある(ただし、滅多にないことだが)。
καὶ γὰρ ἂν ἄποθεν ἧττον ᾖ, ἀλλὰ παρά γε τὴν νεοττιὰν διαμάχονται ἐσχάτως.
というのも、巣から離れた場所ではそれほどでもなくても、自分の巣のそばでは極めて激しく戦うからである。
Ἴδιον δὲ ταῖς περιστεραῖς δοκεῖ συμβεβηκέναι καὶ ταῖς φαψὶ καὶ τρυγόσι τὸ μὴ ἀνακύπτειν πινούσας, ἐὰν μὴ ἱκανὸν πίωσιν.
ハト、野生ハト、キジバトに特有の性質として、十分に飲むまでは、水を飲むときに頭を上げないということが挙げられる。
Ἔχει δὲ τὸν ἄρρενα ἡ τρυγὼν τὸν αὐτὸν καὶ φάττα, καὶ ἄλλον οὐ προσίενται·
キジバトと森バトは同じオスを持ち続け、他のオスを受け入れない。
καὶ ἐπῳάζουσιν ἀμφότεροι καὶ ὁ ἄρρην καὶ ἡ θήλεια.
そして、オスもメスも両方が卵を抱く。
Διαγνῶναι δ’ οὐ ῥᾴδιον τὴν θήλειαν καὶ τὸν ἄρρενα, ἀλλ’ ἢ τοῖς ἐντός.
しかし、メスとオスを区別するのは容易ではなく、内臓によってのみ可能である。
Ζῶσι δ’ αἱ φάτται πολὺν χρόνον·
森バトは長生きする。
καὶ γὰρ εἴκοσιν ἔτη καὶ πέντε καὶ τριάκοντα ὠμμέναι εἰσίν, ἔνιαι δὲ καὶ τετταράκοντα ἔτη.
実際、25年や35年、中には40年も生きるのが目撃されている。
Πρεσβυτέρων δὲ γινομένων αὐτῶν οἱ ὄνυχες αὐξάνονται· ἀλλ’ ἀποτέμνουσιν οἱ τρέφοντες.
彼らが老いると爪が伸びるが、飼育者たちがそれを切り落とす。
Ἄλλο δ’ οὐδὲν βλάπτονται ἐπιδήλως γηράσκουσαι.
ほかには老いても目立って損なわれるところはない。
Καὶ αἱ τρυγόνες δὲ καὶ αἱ περιστεραὶ ζῶσι καὶ ὀκτὼ ἔτη αἱ τετυφλωμέναι ὑπὸ τῶν παλευτρίας τρεφόντων αὐτάς.
また、キジバトやイエハトも、おとり鳥として飼育する者たちによって盲目にされたものであっても、8年は生きる。
Ζῶσι δὲ καὶ οἱ πέρδικες περὶ πεντεκαίδεκ’ ἔτη.
イワシャコも約15年生きる。
Νεοττεύουσι δὲ καὶ αἱ φάβες καὶ αἱ τρυγόνες ἐν τοῖς αὐτοῖς τόποις ἀεί.
野生ハトやキジバトも、常に同じ場所で巣を作る。
Πολυχρονιώτερα δ’ ὅλως μέν ἐστι τὰ ἄρρενα τῶν θηλέων, ἐπὶ δὲ τούτων τελευτᾶν φασί τινες πρότερον τὰ ἄρρενα τῶν θηλέων, τεκμαιρόμενοι ἐκ τῶν κατ’ οἰκίαν τρεφομένων παλευτριῶν.
一般にオスの方がメスよりも長命であるが、これらの鳥については、一部の人々は、オスの方がメスよりも先に死ぬと言っており、これは家の中で飼われているおとり鳥から推測されたものである。
Λέγουσι δέ τινες καὶ τῶν στρουθίων ἐνιαυτὸν μόνον ζῆν τοὺς ἄρρενας, ποιούμενοι σημεῖον ὅτι τοῦ ἔαρος οὐ φαίνονται ἔχοντες εὐθὺς τὰ περὶ τὸν πώγωνα μέλανα, ὕστερον δ’ ἴσχουσιν, ὡς οὐδενὸς σωζομένου τῶν προτέρων·
また、スズメについても、オスは1年しか生きないと主張する者もいる。 その根拠として、春に彼らがすぐには喉の周りに黒い部分を持って現れず、後からそれを持つようになることを挙げており、これは前年の鳥が1羽も生き残っていないからだとしている。
τὰς δὲ θηλείας μακροβιωτέρας εἶναι τῶν στρουθίων·
一方、スズメのメスはより長生きであるという。
ταύτας γὰρ ἁλίσκεσθαι ἐν τοῖς νέοις, καὶ διαδήλας εἶναι τῷ ἔχειν τὰ περὶ τὰ χείλη σκληρά.
なぜなら、彼女らは若い鳥たちの中で捕らえられ、くちばしの端が硬いことで識別できるからである。
Διάγουσι δ’ αἱ μὲν τρυγόνες τοῦ θέρους ἐν τοῖς χειμερίοις, τοῦ δὲ χειμῶνος ἐν τοῖς ἀλεεινοῖς, αἱ δὲ σπίζαι τοῦ μὲν θέρους ἐν τοῖς ἀλεεινοῖς, τοῦ δὲ χειμῶνος ἐν τοῖς ψυχροῖς.
キジバトは、夏の間は寒冷な場所に、冬の間は温暖な場所に過ごすが、アトリ類は、夏の間は温暖な場所に、冬の間は寒冷な場所に過ごす。