Humanitext Reader

亚里士多德 · 动物志 §9.8

鹌鹑与石鸡的营巢繁殖习性及捕猎方法

第 158 段,共 189 段 · 希腊语

内容简介

介绍鹌鹑、石鸡等地面筑巢鸟类的生态习性,详述雌鸟避开雄鸟进行产卵的策略、雄鸟极强的交尾欲,以及猎人利用这些习性进行捕猎的过程。

§9.8Οἱ δὲ βαρεῖς τῶν ὀρνίθων οὐ ποιοῦνται νεοττιάς (οὐ συμφέρει γὰρ μὴ πτητικοῖς οὖσιν), οἷον ὄρτυγες καὶ πέρδικες καὶ τἆλλα τὰ τοιαῦτα τῶν ὀρνέων·
体型笨重的鸟类不筑巢(因为对于不擅长飞行的鸟来说,筑巢并无益处),例如鹌鹑、石鸡以及其他此类鸟类。
ἀλλ’ ὅταν ποιήσωνται ἐν τῷ λείῳ κονίστραν (ἐν ἄλλῳ γὰρ τόπῳ οὐθενὶ τίκτει), ἐπηλυγασάμενοι ἄκανθάν τινα καὶ ὕλην τῆς περὶ τοὺς ἱέρακας ἕνεκα καὶ τοὺς ἀετοὺς ἀλεώρας, ἐνταῦθα τίκτουσι καὶ ἐπῳάζουσιν.
但是,当它们在平坦的地面上做出沙浴坑时(因为它们绝不在其他地方产卵),用一些荆棘和灌木遮盖起来,以防御鹰和雕的袭击,它们便在其中产卵并孵卵。
Ἔπειτα ἐκλέψαντες εὐθὺς ἐξάγουσι τοὺς νεοττοὺς διὰ τὸ μὴ δύνασθαι τῇ πτήσει πορίζειν αὐτοῖς τροφήν.
此后,它们一孵出雏鸟,就立刻将它们带走,因为它们无法通过飞行来为雏鸟获取食物。
Ἀναπαύονται δ’ ὑφ’ ἑαυτοὺς ἀγόμενοι τοὺς νεοττοὺς καὶ οἱ ὄρτυγες καὶ οἱ πέρδικες, ὥσπερ αἱ ἀλεκτορίδες.
鹌鹑和石鸡都会像母鸡一样,把雏鸟领到自己身体下面休息。
Καὶ οὐκ ἐν τῷ αὐτῷ τίκτουσι καὶ ἐπῳάζουσιν, ἵνα μή τις κατανοήσῃ τὸν τόπον πλείω χρόνον προσεδρευόντων.
并且它们不在同一个地方产卵和孵卵,以免有人因它们在那个地方停留较长时间而注意到该处。
Ὅταν δέ τις θηρεύῃ περιπεσὼν τῇ νεοττιᾷ, προκυλινδεῖται ἡ πέρδιξ τοῦ θηρεύοντος ὡς ἐπίληπτος οὖσα, καὶ ἐπισπᾶται ὡς ληψόμενον ἐφ’ ἑαυτήν, ἕως ἂν διαδράσῃ τῶν νεοττῶν ἕκαστος· μετὰ δὲ ταῦτα ἀναπτᾶσα αὐτὴ ἀνακαλεῖται πάλιν.
当有人在狩猎时偶然发现它们的巢时,石鸡就会在猎人面前翻滚,装作易于被捕获的样子,将猎人引向自己,好让其来抓它,直到每只雏鸟都逃走为止;此后,它自己飞起来,再次呼唤它们。
Τίκτει μὲν οὖν ᾠὰ ἡ πέρδιξ οὐκ ἐλάττω ἢ δέκα, πολλάκις δ’ ἑκκαίδεκα· ὥσπερ δ’ εἴρηται, κακόηθες τὸ ὄρνεόν ἐστι καὶ πανοῦργον.
石鸡产卵不少于十枚,经常达到十六枚;正如已经说过的,这种鸟性情乖戾且诡计多端。
Τοῦ δ’ ἔαρος ἐκ τῆς ἀγέλης ἐκκρίνονται δι’ ᾠδῆς καὶ μάχης κατὰ ζεύγη μετὰ θηλείας, ἣν ἂν λάβῃ ἕκαστος.
春天,它们通过鸣叫和争斗从鸟群中分出,与各自获得的雌鸟成双结对。
Διὰ δὲ τὸ εἶναι ἀφροδισιαστικοί, ὅπως μὴ ἐπῳάζῃ ἡ θήλεια, οἱ ἄρρενες τὰ ᾠὰ διακυλινδοῦσι καὶ συντρίβουσιν, ἐὰν εὕρωσιν· ἡ δὲ θήλεια ἀντιμηχανωμένη ἀποδιδράσκουσα τίκτει, καὶ πολλάκις διὰ τὸ ὀργᾶν τεκεῖν, ὅπου ἂν τύχῃ, ἐκβάλλει, ἂν μὴ παρῇ ὁ ἄρρην· καὶ ὅπως σώζηται ἀθρόα, οὐκ ἔρχεται πρὸς αὐτά.
由于它们极度好色,为了不让雌鸟孵卵,雄鸟一旦发现卵,就会将其滚开并踩碎;而雌鸟则采取对抗的策略,逃跑并产卵,而且经常由于强烈渴望生产,如果雄鸟不在身边,它就会在任何碰巧的地方产下并丢弃;为了让这些卵能安全地聚集在一起,她并不接近它们。
Καὶ ἐὰν ὑπ’ ἀνθρώπου ὀφθῇ, ὥσπερ περὶ τοὺς νεοττούς, οὕτω καὶ ἀπὸ τῶν ᾠῶν ὑπάγει, πρὸ ποδῶν φαινομένη τοῦ ἀνθρώπου, ἕως ἂν ἀπαγάγῃ.
如果被人类看见,她也会像对待雏鸟时那样,把人从卵旁引开,出现在人类脚前,直到将其引向远方。
Ὅταν δ’ ἀποδρᾶσα ἐπῳάζῃ, οἱ ἄρρενες κεκράγασι καὶ μάχονται συνιόντες· καλοῦσι δὲ τούτους χήρους.
当她逃脱并开始孵卵时,雄鸟们聚集在一起大声叫喊并打斗;人们称这些雄鸟为“鳏夫”。
Ὁ δ’ ἡττηθεὶς μαχόμενος ἀκολουθεῖ τῷ νικήσαντι, ὑπὸ τούτου ὀχευόμενος μόνου.
在打斗中战败的雄鸟会跟随胜者,且仅被该胜者交配(跨骑)。
Ἐὰν δὲ κρατηθῇ τις ὑπὸ τοῦ δευτέρου ἢ ὁποιουοῦν, οὗτος λάθρᾳ ὀχεύεται ὑπὸ τοῦ κρατιστεύοντος.
如果其中一只被第二名或任何其他雄鸟降服,它就会被最强的一只(首领)暗中交配。
Γίνεται δὲ τοῦτο οὐκ ἀεί, ἀλλὰ καθ’ ὥραν τινὰ τοῦ ἔτους· καὶ ἐπὶ τῶν ὀρτύγων ὡσαύτως.
这种情况并非一直发生,而是在一年的特定时期;鹌鹑也是如此。
Ἐνίοτε δὲ συμβαίνει τοῦτο καὶ ἐπὶ τῶν ἀλεκτρυόνων· ἐν μὲν γὰρ τοῖς ἱεροῖς, ὅπου ἄνευ θηλειῶν ἀνάκεινται, τὸν ἀνατιθέμενον πάντες εὐλόγως ὀχεύουσιν.
有时这种情况也发生在公鸡身上;因为在没有母鸡而供奉着公鸡的神庙里,所有的公鸡自然都会跨骑新供奉进来的公鸡。
Καὶ τῶν περδίκων δ’ οἱ τιθασσοὶ τοὺς ἀγρίους πέρδικας ὀχεύουσι καὶ ἐπικορίζουσι καὶ ὑβρίζουσιν.
在石鸡中,驯养的石鸡会骑上野生的石鸡,戏弄并侮辱它们。
Ἐπὶ δὲ τὸν θηρευτὴν πέρδικα ὠθεῖται τῶν ἀγρίων ὁ ἡγεμὼν ἀντᾴσας ὡς μαχούμενος.
野石鸡的首领会迎着猎人作诱饵的石鸡冲过去,对鸣着仿佛要进行战斗。
Τούτου δ’ ἁλόντος ἐν ταῖς πηκταῖς πάλιν προσέρχεται ἄλλος, ἀντᾴσας τὸν αὐτὸν τρόπον.
当这只首领在网中被捕获后,另一只又会以同样的方式对鸣着走上前来。
Ἐὰν μὲν οὖν ἄρρην ᾖ ὁ θηρεύων, τοῦτο ποιοῦσιν· ἐὰν δὲ θήλεια ἡ θηρεύουσα ᾖ καὶ ᾄδουσα, ἀντᾴσῃ δ’ ὁ ἡγεμὼν αὐτῇ, οἱ ἄλλοι ἀθροισθέντες τύπτουσι τοῦτον καὶ ἀποδιώκουσιν ἀπὸ τῆς θηλείας, ὅτι ἐκείνῃ ἀλλ’ οὐκ αὐτοῖς προσέρχεται.
因此,如果作诱饵的鸟是雄性,它们就会这样做;但如果作诱饵的是雌性且正在鸣叫,而首领对它对鸣,其他雄鸟就会聚集起来殴打这只首领,并把它从雌鸟身边赶走,因为他接近的是那只雌鸟而不是它们。
Ὁ δὲ πολλάκις διὰ ταῦτα σιωπῇ προσέρχεται, ὅπως μὴ ἄλλος τῆς φωνῆς ἀκούσας ἔλθῃ μαχούμενος αὐτῷ.
因此,首领经常会静悄悄地接近,以免其他雄鸟听到它的声音而跑来与它打斗。
Ἐνίοτε δέ φασιν οἱ ἔμπειροι τὸν ἄρρενα προσιόντα τὴν θήλειαν κατασιγάζειν, ὅπως μὴ ἀκουσάντων τῶν ἀρρένων ἀναγκασθῇ διαμάχεσθαι πρὸς αὐτούς.
有时,有经验的人说,接近的雄鸟会让雌鸟保持安静,以免其他雄鸟听到后迫使它与它们拼死搏斗。
Οὐ μόνον δ’ ᾄδει ὁ πέρδιξ, ἀλλὰ καὶ τριγμὸν ἀφίησι καὶ ἄλλας φωνάς.
石鸡不仅会鸣叫,还会发出吱吱声和其他叫声。
Πολλάκις δὲ καὶ ἡ θήλεια ἐπῳάζουσα ἀνίσταται, ὅταν τῇ θηρευούσῃ θηλείᾳ αἴσθηται προσέχοντα τὸν ἄρρενα, καὶ ἀντᾴσασα ὑπομένει, ἵν’ ὀχευθῇ καὶ ἀποσπάσῃ ἀπὸ τῆς θηρευούσης.
经常,正在孵卵的雌鸟在察觉到雄鸟正关注作为诱饵的雌鸟时,也会站起来,并通过对鸣来接受交配,以便将雄鸟从诱饵身边引开。
Οὕτω δὲ σφόδρα καὶ οἱ πέρδικες καὶ οἱ ὄρτυγες ἐπτόηνται περὶ τὴν ὀχείαν, ὥστ’ εἰς τοὺς θηρεύοντας ἐμπίπτουσι καὶ πολλάκις καθιζάνουσιν ἐπὶ τὰς κεφαλάς.
石鸡和鹌鹑对交配的狂热达到了如此剧烈的程度,以至于它们会撞向猎人,甚至经常落在猎人的头上。
Περὶ μὲν οὖν τὴν ὀχείαν καὶ θήραν τῶν περδίκων τοιαῦτα συμβαίνει, καὶ περὶ τὴν ἄλλην τοῦ ἤθους πανουργίαν.
关于石鸡的交配和猎捕,以及它们性格中其他狡诈的方面,所发生的情况大致就是这样。
Νεοττεύουσι δ’ ἐπὶ τῆς γῆς, ὥσπερ εἴρηται, οἵ τε ὄρτυγες καὶ οἱ πέρδικες καὶ τῶν ἄλλων ἔνιοι τῶν πτητικῶν.
正如所说过的,鹌鹑、石鸡以及其他一些会飞的鸟类都在地面上筑巢。
Ἔτι δὲ τῶν τοιούτων ὁ μὲν κόρυδος καὶ ὁ σκολόπαξ καὶ ὄρτυξ ἐπὶ δένδρου οὐ καθίζουσιν, ἀλλ’ ἐπὶ τῆς γῆς,
此外,在这些鸟类中,百灵、山鹬和鹌鹑都不栖息在树上,而是栖息在地面上,

词汇与语法注释

  1. ¦p.319¦πλείω χρόνον προσεδρευόντων — 属格绝对句,意为“因为它们在那个地方停留较长时间”。虽然其逻辑主语与主句动词的逻辑主语(亲鸟)相同,但此处使用属格绝对句是为了在与不定代词 'tis' 的对比中说明背景状况。
  2. ¦p.319¦ὡς ἐπίληπτος οὖσα — 连词 'ὡς' 与分词 'οὖσα' 结合,表示主观的外观(“好似”)。形容词 'ἐπίληπτος' 可以意为“易于被捕获的”或“癫痫发作的”,描绘了为了吸引猎人注意而假装受伤的行为。
  3. ¦p.319¦διὰ τὸ ὀργᾶν τεκεῖν — 双重不定式结构,受前置词 'διὰ' 支配的冠词性不定式 'τὸ ὀργᾶν'(急切渴望、发情)后面,进一步跟随着作宾语的第二个不定式 'τεκεῖν'(生产),意为“由于它们强烈渴望生产”。

引用这一段

亚里士多德, 动物志 §9.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:9.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。