§9.6Αἱ δ’ ἄρκτοι ὅταν φεύγωσι, τὰ σκυμνία προωθοῦσι καὶ ἀναλαβοῦσαι φέρουσιν·
熊は逃げるとき、小熊たちを前方に押し出し、また抱え上げて運ぶ。
ὅταν δ’ ἐπικαταλαμβάνωνται, ἐπὶ τὰ δένδρα ἀναπηδῶσιν.
追いつかれそうになると、木の上に飛び乗る。
Καὶ ὅταν ἐκ τοῦ φωλεοῦ ἐξέλθωσι, πρῶτον τὸ ἄρον ἐσθίουσιν, ὥσπερ εἴρηται πρότερον, καὶ τὰ ξύλα διαμασῶνται ὥσπερ ὀδοντοφυοῦσαι.
また、冬眠の穴から出てくるとき、前にも言われたように、まずアロンを食べ、歯が生えかけているかのように木を噛み砕く。
Πολλὰ δὲ καὶ τῶν ἄλλων ζῴων τῶν τετραπόδων ποιεῖ πρὸς βοήθειαν αὑτοῖς φρονίμως, ἐπεὶ καὶ ἐν Κρήτῃ φασὶ τὰς αἶγας τὰς ἀγρίας, ὅταν τοξευθῶσι, ζητεῖν τὸ δίκταμνον·
他の多くの四足獣も、自らを助けるために賢く行動する。 例えばクレタ島では、野生の山羊たちが矢で射られたとき、ディクタムノンを探すと言われている。
δοκεῖ δὲ τοῦτο ἐκβλητικὸν εἶναι τῶν τοξευμάτων ἐν τῷ σώματι.
これは体の中の矢を排出する効果があると考えられている。
Καὶ αἱ κύνες δ’ ὅταν τι πονῶσιν, ἔμετον ποιοῦνται φαγοῦσαί τινα πόαν.
また、犬たちも何か苦痛があるとき、ある草を食べて嘔吐する。
Ἡ δὲ πάρδαλις ὅταν φάγῃ τὸ φάρμακον τὸ παρδαλιαγχές, ζητεῖ τὴν τοῦ ἀνθρώπου κόπρον·
パンサーは、パンサー殺しの毒を食べたとき、人間の糞を探す。
βοηθεῖ γὰρ αὐτῇ.
それが彼女を助けるからである。
Διαφθείρει δὲ τοῦτο τὸ φάρμακον καὶ λέοντας.
この毒はライオンをも滅ぼす。
Διὸ καὶ οἱ κυνηγοὶ κρεμαννύουσιν ἐν ἀγγείῳ ἔκ τινος δένδρου τὴν κόπρον, ὅπως μὴ ἀποχωρῇ μακρὰν τὸ θηρίον·
それゆえ猟師たちは、その獣が遠くへ去ってしまわないように、ある木から容器に入れた糞を吊るしておく。
αὐτοῦ γὰρ προσαλλομένη ἡ πάρδαλις καὶ ἐλπίζουσα λήψεσθαι τελευτᾷ.
パンサーはそこへ飛びかかり、それを手に入れようと望みながら死んでしまうのである。
Λέγουσι δὲ καὶ κατανενοηκυῖαν τὴν πάρδαλιν ὅτι τῇ ὀσμῇ αὐτῆς χαίρουσι τὰ θηρία, ἀποκρύπτουσαν ἑαυτὴν θηρεύειν·
また、パンサーは自分の匂いを他の獣たちが喜ぶことを理解しており、身を隠して狩りをすると言われている。
προσιέναι γὰρ ἐγγύς, καὶ λαμβάνειν οὕτω καὶ τὰς ἐλάφους.
なぜなら、彼らが近くに寄ってくるので、このようにして鹿をも捕らえるからである。
Ὁ δ’ ἰχνεύμων ὁ ἐν Αἰγύπτῳ ὅταν ἴδῃ τὸν ὄφιν τὴν ἀσπίδα καλουμένην, οὐ πρότερον ἐπιτίθεται πρὶν συγκαλέσῃ βοηθοὺς ἄλλους·
エジプトのイチニューモンは、アスプと呼ばれる蛇を見ると、他の助け手を呼び集めるまでは攻撃しない。
πρὸς δὲ τὰς πληγὰς καὶ τὰ δήγματα πηλῷ καταπλάττουσιν ἑαυτούς·
そして、攻撃や噛み傷に備えて、彼らは泥で自分たちを覆う。
βρέξαντες γὰρ ἐν τῷ ὕδατι πρῶτον, οὕτω καλινδοῦνται ἐν τῇ γῇ.
まず水で濡らし、このようにして地面の上を転がるのである。
Τῶν δὲ κροκοδείλων χασκόντων οἱ τροχίλοι καθαίρουσιν εἰσπετόμενοι τοὺς ὀδόντας, καὶ αὐτοὶ μὲν τροφὴν λαμβάνουσιν, ὁ δ’ ὠφελούμενος αἰσθάνεται καὶ οὐ βλάπτει, ἀλλ’ ὅταν ἐξελθεῖν βούληται, κινεῖ τὸν αὐχένα, ἵνα μὴ συνδάκῃ.
ワニが口を開けているとき、トロキロスが飛び込んでその歯を掃除する。 彼らは食物を得、恩恵を受けるワニはそれを感じ取って害を加えず、鳥が出たいと思うと、噛み潰さないように首を動かす。
Ἡ δὲ χελώνη ὅταν ἔχεως φάγῃ, ἐπεσθίει τὴν ὀρίγανον·
陸ガメはマムシを食べたとき、オレガノを続けて食べる。
καὶ τοῦτο ὦπται.
これも観察されている。
Καὶ ἤδη κατιδών τις τοῦτο πολλάκις ποιοῦσαν αὐτὴν καὶ ὅτε σπάσαι τῆς ὀριγάνου πάλιν ἐπὶ τὸν ἔχιν πορευομένην, ἐξέτιλε τὴν ὀρίγανον·
そしてかつて、カメがこれを何度も行うのを目撃したある人が、カメがオレガノをちぎって再びマムシの方へ向かうとき、そのオレガノをすべて抜き取った。
τούτου δὲ συμβάντος ἀπέθανεν ἡ χελώνη.
これが起こると、カメは死んでしまった。
Ἡ δὲ γαλῆ ὅταν ὄφει μάχηται, ἐπεσθίει τὸ πήγανον·
イタチは蛇と戦うとき、ヘンルーダを続けて食べる。
πολεμία γὰρ ἡ ὀσμὴ τοῖς ὄφεσιν.
その匂いが蛇にとって有害だからである。
Ὁ δὲ δράκων ὅταν ὀπωρίζῃ, τὸν ὀπὸν τῆς πικρίδος ἐκροφεῖ, καὶ τοῦθ’ ἑώραται ποιῶν.
大蛇は果実を食べるとき、ピクリスの汁を吸う。 彼がそうするのも目撃されている。
Αἱ δὲ κύνες ὅταν ἑλμινθιῶσιν, ἐσθίουσι τοῦ σίτου τὸ λήϊον, Οἱ δὲ πελαργοὶ καὶ οἱ ἄλλοι τῶν ὀρνίθων, ὅταν ἑλκωθῇ τι μαχομένοις, ἐπιτιθέασι τὴν ὀρίγανον.
犬たちは寄生虫があるとき、穀物の青葉を食べる。 コウノトリや他の鳥たちは、戦いで傷を負ったとき、オレガノをあてる。
Πολλοὶ δὲ καὶ τὴν ἀκρίδα ἑωράκασιν ὅτι, ὅταν μάχηται τοῖς ὄφεσι, λαμβάνεται τοῦ τραχήλου τῶν ὄφεων.
また多くの人が、アクリスが蛇と戦うとき、蛇の首をつかむのを目撃している。
Φρονίμως δὲ δοκεῖ καὶ ἡ γαλῆ χειροῦσθαι τοὺς ὄρνιθας·
イタチは鳥を捕らえるのも賢いと思われる。
σφάζει γὰρ ὥσπερ οἱ λύκοι τὰ πρόβατα.
狼が羊を屠るように屠るからである。
Μάχεται δὲ καὶ τοῖς ὄφεσι μάλιστα τοῖς μυοθήραις διὰ τὸ καὶ αὐτὴν τοῦτο τὸ ζῷον θηρεύειν.
また、彼女は蛇、特にネズミ捕り蛇と戦う。 彼女自身もこの動物を狩るからである。
Περὶ δὲ τῆς τῶν ἐχίνων αἰσθήσεως συμβέβηκε πολλαχοῦ τεθεωρῆσθαι ὅτι μεταβαλλόντων βορέων καὶ νότων οἱ μὲν ἐν τῇ γῇ τὰς ὀπὰς αὑτῶν μεταμείβουσιν, οἱ δ’ ἐν ταῖς οἰκίαις τρεφόμενοι μεταβάλλουσι πρὸς τοὺς τοίχους, ὥστ’ ἐν Βυζαντίῳ γέ τινά φασι προλέγοντα λαβεῖν δόξαν ἐκ τοῦ κατανενοηκέναι ποιοῦντα ταῦτα τὸν ἐχῖνον.
ハリネズミの感知能力については、北風と南風が変わるときに、地中にいるものは自分の巣穴を切り替え、家で飼われているものは壁の側を切り替えることが、多くの場所で観察されている。 そのため、ビザンティオンである男が、ハリネズミがこれを行うのを観察していたことから天気予報を行い、名声を得たと言われている。
Ἡ δ’ ἴκτις ἔστι μὲν τὸ μέγεθος ἡλίκον Μελιταῖον κυνίδιον τῶν μικρῶν, τὴν δὲ δασύτητα καὶ τὴν ὄψιν καὶ τὸ λευκὸν τὸ ὑποκάτω καὶ τοῦ ἤθους τὴν κακουργίαν ὅμοιον γαλῇ, καὶ τιθασσὸν δὲ γίνεται σφόδρα, τὰ δὲ σμήνη κακουργεῖ·
テンは、大きさは小さなメリタの小型犬ほどであり、毛深さ、外見、下側の白さ、そして気性の狡猾さはイタチに似ている。 非常に良くなつき、またミツバチの巣を荒らす。
τῷ γὰρ μέλιτι χαίρει.
蜂蜜を好むからである。
Ἔστι δὲ καὶ ὀρνιθοφάγον ὥσπερ αἱ αἴλουροι.
また、猫のように鳥を食べる。
Τὸ δ’ αἰδοῖον αὐτῆς ἔστι μέν, ὥσπερ εἴρηται, ὀστοῦν, δοκεῖ δ’ εἶναι φάρμακον στραγγουρίας τὸ τοῦ ἄρρενος·
その陰茎は、言われているように骨であり、雄のものは尿閉の薬になるとされている。
διδόασι δ’ ἐπιξύοντες.
これを削って与えるのである。