Humanitext Reader

亚里士多德 · 动物志 §9.7

燕子与鸽子在筑巢与育雏中的智慧

第 157 段,共 189 段 · 希腊语

内容简介

阐述了在较小动物(特别是燕子和鸽子)中发现的类似于人类生活的精致习性(如筑巢、育雏和配偶关系),并描述了麻雀和鸽子的寿命、雌雄差异,以及斑鸠和燕雀的季节性迁徙。

§9.7Ὅλως δὲ περὶ τοὺς βίους πολλὰ ἂν θεωρηθείη μιμήματα τῶν ἄλλων ζῴων τῆς ἀνθρωπίνης ζωῆς, καὶ μᾶλλον ἐπὶ τῶν ἐλαττόνων ἢ μειζόνων ἴδοι τις ἂν τὴν τῆς διανοίας ἀκρίβειαν, οἷον πρῶτον ἐπὶ τῶν ὀρνίθων ἡ τῆς χελιδόνος σκηνοπηγία· τῇ γὰρ περὶ τὸν πηλὸν ἀχυρώσει τὴν αὐτὴν ἔχει τάξιν.
总的来说,在生活方式方面,可以观察到其他动物对人类生活的许多模仿;并且人们在较小的动物身上比在较大的动物身上更能看到智力的精确性,例如,首先在鸟类中,有燕子的筑巢;因为在泥土中混入麦秸的方法上,它遵循着相同的顺序。
Συγκαταπλέκει γὰρ τοῖς κάρφεσι πηλόν· κἂν ἀπορῆται πηλοῦ, βρέχουσα αὑτὴν καλινδεῖται τοῖς πτεροῖς πρὸς τὴν κόνιν.
因为它将泥土与麦秸编织在一起;如果缺少泥土,它就沾湿自己,用羽毛在灰尘中打滚。
Ἔτι δὲ στιβαδοποιεῖται καθάπερ οἱ ἄνθρωποι, τὰ σκληρὰ πρῶτα ὑποτιθεῖσα καὶ τῷ μεγέθει σύμμετρον ποιοῦσα πρὸς αὑτήν.
此外,它像人类一样铺设垫被,先将坚硬的东西铺在下面,并使其大小与自身相称。
Περί τε τὴν τροφὴν τῶν τέκνων ἐκπονεῖται ἀμφότερα· δίδωσι δ’ ἑκατέρῳ διατηροῦσά τινι συνηθείᾳ τὸ προειληφός, ὅπως μὴ δὶς λάβῃ.
至于哺育幼鸟,双亲都辛勤操劳;并且它通过某种细心的观察习惯来认出已经吃过的幼鸟,依次喂给每一只,以免同一只吃两次。
Καὶ τὴν κόπρον τὸ μὲν πρῶτον αὐταὶ ἐκβάλλουσιν, ὅταν δ’ αὐξηθῶσι, μεταστρέφοντας ἔξω διδάσκουσι τοὺς νεοττοὺς προΐεσθαι.
至于粪便,起初它们自己排出去,但当幼鸟长成后,它们便教导幼鸟转过身来排往外面。
Περί τε τὰς περιστερὰς ἔστιν ἕτερα τοιαύτην ἔχοντα τὴν θεωρίαν· οὔτε γὰρ συνδυάζεσθαι θέλουσι πλείοσιν, οὔτε προαπολείπουσι τὴν κοινωνίαν, πλὴν ἐὰν χῆρος ἢ χήρα γένηται.
关于鸽子,还有其他具有类似观察价值的特征;因为它们不愿与多个配偶交配,除非其中一只丧偶,否则绝不提前放弃配偶关系。
Ἔτι δὲ περὶ τὴν ὠδῖνα δεινὴ ἡ τοῦ ἄρρενος θεραπεία καὶ συναγανάκτησις· ἐάν τ’ ἀπομαλακίζηται πρὸς τὴν εἴσοδον τῆς νεοττιᾶς διὰ τὴν λοχείαν, τύπτει καὶ ἀναγκάζει εἰσιέναι.
此外,在产卵痛苦时,雄鸟的看顾与体恤非同寻常;如果雌鸟因分娩而在巢口畏缩不前,雄鸟就会啄打她,强迫她进去。
Γενομένων δὲ τῶν νεοττῶν τῆς ἁλμυριζούσης μάλιστα γῆς διαμασησάμενος εἰσπτύει τοῖς νεοττοῖς διοιγνὺς τὸ στόμα, προπαρασκευάζων πρὸς τὴν τροφήν.
幼鸟孵出后,雄鸟会咀嚼特别带盐分的泥土,撬开幼鸟的嘴吐进去,以此为它们进食做准备。
Ὅταν δ’ ἐκ τῆς νεοττιᾶς ἐξάγειν μέλλῃ, πάντας ὁ ἄρρην ὀχεύει.
当他准备把它们带出巢外时,雄鸟会对所有的幼鸟进行交配。
Ὡς μὲν οὖν ἐπὶ τὸ πολὺ τοῦτον τὸν τρόπον στέργουσιν ἀλλήλας, παροχεύονται δέ ποτε καὶ τῶν τοὺς ἄρρενας ἐχουσῶν τινές.
尽管大体上它们是以这种方式彼此相爱的,但有时那些已有配偶的雌鸟也会与其他雄鸟交配。
Ἔστι δὲ μάχιμον τὸ ζῷον, καὶ ἐνοχλοῦσιν ἀλλήλαις, καὶ εἰς τὰς νεοττιὰς παραδύονται τὰς ἀλλήλων, ὀλιγάκις μέντοι· καὶ γὰρ ἂν ἄποθεν ἧττον ᾖ, ἀλλὰ παρά γε τὴν νεοττιὰν διαμάχονται ἐσχάτως.
这种动物生性好斗,它们会互相干扰,并潜入彼此的巢中,不过这种情况很少发生;因为即使在远处不那么严重,但在巢穴附近它们会进行殊死搏斗。
Ἴδιον δὲ ταῖς περιστεραῖς δοκεῖ συμβεβηκέναι καὶ ταῖς φαψὶ καὶ τρυγόσι τὸ μὴ ἀνακύπτειν πινούσας, ἐὰν μὴ ἱκανὸν πίωσιν.
鸽子、林鸽和斑鸠似乎有一个特有的特征:在喝够水之前,它们在饮水时不会抬起头。
Ἔχει δὲ τὸν ἄρρενα ἡ τρυγὼν τὸν αὐτὸν καὶ φάττα, καὶ ἄλλον οὐ προσίενται· καὶ ἐπῳάζουσιν ἀμφότεροι καὶ ὁ ἄρρην καὶ ἡ θήλεια.
斑鸠和林鸽也拥有相同的雄鸟配偶,绝不接纳其他的雄鸟;并且雄鸟和雌鸟双方都进行孵卵。
Διαγνῶναι δ’ οὐ ῥᾴδιον τὴν θήλειαν καὶ τὸν ἄρρενα, ἀλλ’ ἢ τοῖς ἐντός.
但要分辨雄雌并不容易,除非通过其内部器官。
Ζῶσι δ’ αἱ φάτται πολὺν χρόνον· καὶ γὰρ εἴκοσιν ἔτη καὶ πέντε καὶ τριάκοντα ὠμμέναι εἰσίν, ἔνιαι δὲ καὶ τετταράκοντα ἔτη.
林鸽寿命很长;因为有人曾观察到它们活了二十五、三十五年,有些甚至活了四十年。
Πρεσβυτέρων δὲ γινομένων αὐτῶν οἱ ὄνυχες αὐξάνονται· ἀλλ’ ἀποτέμνουσιν οἱ τρέφοντες.
随着它们变老,其爪子会变长;但饲养它们的人会把爪子剪掉。
Ἄλλο δ’ οὐδὲν βλάπτονται ἐπιδήλως γηράσκουσαι.
此外,在老去时它们并没有明显的受损。
Καὶ αἱ τρυγόνες δὲ καὶ αἱ περιστεραὶ ζῶσι καὶ ὀκτὼ ἔτη αἱ τετυφλωμέναι ὑπὸ τῶν παλευτρίας τρεφόντων αὐτάς.
斑鸠和家鸽即使被那些饲养它们作为诱鸟的人弄瞎,也能活上八年。
Ζῶσι δὲ καὶ οἱ πέρδικες περὶ πεντεκαίδεκ’ ἔτη.
石鸡也能活大约十五年。
Νεοττεύουσι δὲ καὶ αἱ φάβες καὶ αἱ τρυγόνες ἐν τοῖς αὐτοῖς τόποις ἀεί.
野鸽和斑鸠也总是一直在相同的地方筑巢。
Πολυχρονιώτερα δ’ ὅλως μέν ἐστι τὰ ἄρρενα τῶν θηλέων, ἐπὶ δὲ τούτων τελευτᾶν φασί τινες πρότερον τὰ ἄρρενα τῶν θηλέων, τεκμαιρόμενοι ἐκ τῶν κατ’ οἰκίαν τρεφομένων παλευτριῶν.
总体而言,雄鸟比雌鸟更长寿,但在这些鸟类中,有人说雄鸟比雌鸟先死,这是从在室内饲养的诱鸟中推断出来的。
Λέγουσι δέ τινες καὶ τῶν στρουθίων ἐνιαυτὸν μόνον ζῆν τοὺς ἄρρενας, ποιούμενοι σημεῖον ὅτι τοῦ ἔαρος οὐ φαίνονται ἔχοντες εὐθὺς τὰ περὶ τὸν πώγωνα μέλανα, ὕστερον δ’ ἴσχουσιν, ὡς οὐδενὸς σωζομένου τῶν προτέρων·
有人还说,雄麻雀只能活一年,他们以此为证据:在春天,雄鸟一出现时喉部周围并没有黑斑,而是后来才长出来的,就好像前一年的雄鸟没有一只存活下来一样。
τὰς δὲ θηλείας μακροβιωτέρας εἶναι τῶν στρουθίων· ταύτας γὰρ ἁλίσκεσθαι ἐν τοῖς νέοις, καὶ διαδήλας εἶναι τῷ ἔχειν τὰ περὶ τὰ χείλη σκληρά.
而他们说雌麻雀更为长寿;因为这些雌鸟是在雏鸟群中被捕获的,并且由于喙部周围坚硬而易于辨认。
Διάγουσι δ’ αἱ μὲν τρυγόνες τοῦ θέρους ἐν τοῖς χειμερίοις, τοῦ δὲ χειμῶνος ἐν τοῖς ἀλεεινοῖς, αἱ δὲ σπίζαι τοῦ μὲν θέρους ἐν τοῖς ἀλεεινοῖς, τοῦ δὲ χειμῶνος ἐν τοῖς ψυχροῖς.
斑鸠夏天待在寒冷的地方,冬天待在温暖的地方;而燕雀夏天待在温暖的地方,冬天待在寒冷的地方。

词汇与语法注释

  1. §9.7τὴν αὐτὴν ἔχει τάξιν — 意为“具有与人类建筑相同的顺序(或步骤)”。这表明燕子筑巢时将麦秸混入泥土的过程,与人类传统泥墙建筑的合理步骤具有相似性。
  2. §9.7τὸ προειληφός — 完成时主动分词中性单数的名词化用法,意为“已经接受过(食物)的雏鸟”。该中性分词对应于雏鸟(νεόττιον / τέκνον)的指代,表明亲鸟具有识别每只雏鸟以防止重复喂食的高超认知能力。
  3. §9.7ὀχεύει — 意为“交配、爬跨”。指雄鸽在引导幼鸟出巢前所做出的行为,但这究竟是指字面上的交配行为,还是指一种体现支配性或训练性的爬跨行为,学者们的解释不尽相同。
  4. §9.7ὡς οὐδενὸς σωζομένου τῶν προτέρων — 带有助词 ὡς 的属格绝对结构,表示主观原因或假定:“就好像前一年的雄鸟没有一只存活下来一样”。这展示了那些主张雄麻雀只能活一年的观察者的主观推论。

引用这一段

亚里士多德, 动物志 §9.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:9.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。