Humanitext Reader

アリストテレス · 動物誌 §9.5

鹿の知恵と習性および角の成長と狩猟法

155 / 189 箇所 · ギリシア語

要旨

鹿が見せる驚くべき知恵や習性を説明し、出産時の特徴的な行動、年齢に応じた角の成長プロセス、および独特な狩猟方法について記述している。

§9.5Τῶν δ’ ἀγρίων καὶ τετραπόδων ἡ ἔλαφος οὐχ ἥκιστα δοκεῖ εἶναι φρόνιμον, τῷ τε τίκτειν παρὰ τὰς ὁδούς (τὰ γὰρ θηρία διὰ τοὺς ἀνθρώπους οὐ προσέρχεται), καὶ ὅταν τέκῃ, ἐσθίει τὸ χόριον πρῶτον.
野生の四足獣の中で、鹿は極めて思慮深いと思われる。 それは、道路の脇で出産すること(野獣は人間のゆえに近づかないからである)や、出産すると最初に胎盤を食べることからもうかがえる。
Καὶ ἐπὶ τὴν σέσελιν δὲ τρέχουσι, καὶ φαγοῦσαι οὕτως ἔρχονται πρὸς τὰ τέκνα πάλιν.
また、彼女らはセセリのもとへ走り、それを食べてからこのようにして再び子供たちのもとへ戻ってくる。
Ἔτι δὲ τὰ τέκνα ἄγει ἐπὶ τοὺς σταθμούς, ἐθίζουσα οὗ δεῖ ποιεῖσθαι τὰς ἀποφυγάς·
さらに、子供たちを隠れ家に連れて行き、逃げ込むべき場所に慣れさせる。
ἔστι δὲ τοῦτο πέτρα ἀπορρώξ, μίαν ἔχουσα εἴσοδον, οὗ δὴ καὶ ἀμύνεσθαι ἤδη φασὶν ὑπομένουσαν.
そこは切り立った岩場であり、入り口が一つしかなく、そこにとどまってすでに身を守るのだと言われている。
Ἔτι δὲ ὁ ἄρρην ὅταν γένηται παχύς (γίνεται δὲ σφόδρα πίων ὀπώρας οὔσης), οὐδαμοῦ ποιεῖ αὑτὸν φανερὸν ἀλλ’ ἐκτοπίζει ὡς διὰ τὴν παχύτητα εὐάλωτος ὤν.
また、雄は太ると(秋になるとひどく肥える)、決して姿を現さず、太っているために捕まりやすいと考えて場所を移動する。
Ἀποβάλλουσι δὲ καὶ τὰ κέρατα ἐν τόποις χαλεποῖς καὶ δυσεξευρέτοις·
また、角を険しく見つけにくい場所で落とす。
ὅθεν καὶ ἡ παροιμία γέγονεν “οὗ αἱ ἔλαφοι τὰ κέρατα ἀποβάλλουσιν·
そこから「鹿が角を落とす場所」という諺も生まれた。
” ὥσπερ γὰρ τὰ ὅπλα ἀποβεβληκυῖαι φυλάττονται ὁρᾶσθαι.
武器を失ったかのようになって、人に見られるのを避けるからである。
Λέγεται δ’ ὡς τὸ ἀριστερὸν κέρας οὐδείς πω ἑώρακεν·
左の角はまだ誰も見たことがないと言われている。
ἀποκρύπτειν γὰρ αὐτὸ ὡς ἔχον τινὰ φαρμακείαν.
というのも、何か薬効があるため、それを隠すのだという。
Οἱ μὲν οὖν ἐνιαύσιοι οὐ φύουσι κέρατα, πλὴν ὥσπερ σημείου χάριν ἀρχήν τινα·
1年目のものは角を生やさないが、兆候として何らかの始まり(突起)が生じる。
τοῦτο δ’ ἐστὶ βραχὺ καὶ δασύ.
これは短く毛に覆われている。
Φύουσι δὲ διετεῖς πρῶτον τὰ κέρατα εὐθέα, καθάπερ παττάλους·
2年目には最初にまっすぐな角を生やし、これは杭のようである。
διὸ καὶ καλοῦσι τότε πατταλίας αὐτούς.
それゆえ彼らはその時「パッタリアス」と呼ばれる。
Τῷ δὲ τρίτῳ ἔτει δίκρουν φύουσι, τῷ δὲ τετάρτῳ τραχύτερον·
3年目には二股の角を生やし、4年目にはよりざらざらしたものを生やす。
καὶ τοῦτον τὸν τρόπον ἀεὶ ἐπιδιδόασι μέχρι ἓξ ἐτῶν.
このようにして常に増大していき、6年に達する。
Ἀπὸ τούτου δὲ ὅμοια ἀεὶ ἀναφύουσιν, ὥστε μηκέτι ἂν γνῶναι τὴν ἡλικίαν τοῖς κέρασιν, ἀλλὰ τοὺς γέροντας γνωρίζουσι μάλιστα δυοῖν σημείοιν·
それ以降は常に同じような角を生やすので、もはや角によって年齢を知ることはできなくなる。 しかし、老齢のものは主に二つの兆候によって識別される。
ὀδόντας τε γὰρ οἱ μὲν οὐκ ἔχουσιν οἱ δ’ ὀλίγους, καὶ τοὺς ἀμυντῆρας οὐκέτι φύουσιν.
すなわち、あるものは歯がなく、あるものは少ししかなく、また「防衛突起」をもはや生やさない。
Καλοῦνται δ’ ἀμυντῆρες τὰ προνενευκότα τῶν φυομένων κεράτων εἰς τὸ πρόσθεν, οἷς ἀμύνεται· ταῦτα δ’ οἱ γέροντες οὐκ ἔχουσιν, ἀλλ’ εἰς τὸ ὀρθὸν γίνεται ἡ αὔξησις αὐτοῖς τῶν κεράτων.
前方に傾いて生える角を「防衛突起」と呼び、これによって身を守るのであるが、老齢のものはこれを持たず、角の成長はまっすぐ上に向かう。
Ἀποβάλλουσι δ’ ἀνὰ ἕκαστον ἐνιαυτὸν τὰ κέρατα, ἀποβάλλουσι δὲ περὶ τὸν Θαργηλιῶνα μῆνα.
彼らは毎年角を落とし、それはタルゲリオン月のあたりである。
Ὅταν δ’ ἀποβάλωσι, κρύπτουσιν αὑτοὺς τὴν ἡμέραν, ὥσπερ εἴρηται·
落とすと、言われたように、昼間は身を隠す。
κρύπτουσι δ’ ἐν τοῖς δασέσιν, εὐλαβούμενοι τὰς μυίας.
ハエを避けるために、茂みの中に隠れるのである。
Νέμονται δὲ τὸν χρόνον τοῦτον νύκτωρ, μέχριπερ ἂν ἐκφύσωσι τὰ κέρατα.
この時期には、角が生えそろうまで、夜間に放牧する。
Φύεται δ’ ὥσπερ ἐν δέρματι τὸ πρῶτον, καὶ γίνονται δασέα·
最初は皮膚に包まれたように生え、毛深くなっている。
ὅταν δ’ αὐξηθῶσιν, ἡλιάζονται, ἵν’ ἐκπέψωσι καὶ ξηράνωσι τὸ κέρας.
大きくなると、角を成熟させ乾燥させるために、日光に当てる。
Ὅταν δὲ μηκέτι πονῶσι πρὸς τὰ δένδρα κνώμενοι αὐτά, τότ’ ἐκλείπουσι τοὺς τόπους τούτους διὰ τὸ θαρρεῖν ὡς ἔχοντες ᾧ ἀμυνοῦνται.
木にこすりつけても痛まなくなると、身を守る道具を得て自信がついたため、これらの場所を離れる。
Ἤδη δ’ εἴληπται ἀχαΐνης ἔλαφος ἐπὶ τῶν κεράτων ἔχων κιττὸν πολὺν πεφυκότα χλωρόν, ὡς ἁπαλῶν ὄντων τῶν κεράτων ἐμφύντα ὥσπερ ἐν ξύλῳ χλωρῷ.
すでに、角に青々とした常緑のツタがたくさん生えているアカイネスの鹿が捕らえられたことがあるが、これは角がまだ柔らかいときに、青い木の中に生えるようにして食い込んだのである。
Ὅταν δὲ δηχθῶσιν αἱ ἔλαφοι ὑπὸ φαλαγγίου ἤ τινος τοιούτου, τοὺς καρκίνους συλλέγουσαι ἐσθίουσιν·
鹿はクモなどに噛まれると、カニを集めて食べる。
δοκεῖ δὲ καὶ ἀνθρώπῳ ἀγαθὸν εἶναι τοῦτο πίνειν, ἀλλ’ ἔστιν ἀηδές.
これは人間が飲むのも良いとされるが、不快なものである。
Αἱ δὲ θήλειαι τῶν ἐλάφων ὅταν τέκωσιν, εὐθὺς κατεσθίουσι τὸ χόριον, καὶ οὐκ ἔστι λαβεῖν·
雌の鹿は出産するとすぐに胎盤を食べてしまい、手に入れることはできない。
πρὸ γὰρ τοῦ χαμαὶ βαλεῖν αὐταὶ ἅπτονται·
地面に落ちる前に彼女たち自身が捉えてしまうからである。
δοκεῖ δὲ τοῦτ’ εἶναι φάρμακον.
これは薬になると考えられている。
Ἁλίσκονται δὲ θηρευόμεναι αἱ ἔλαφοι συριττόντων καὶ ᾀδόντων, καὶ κατακλίνονται ὑπὸ τῆς ἡδονῆς.
鹿は狩られる際、笛を吹いたり歌ったりする人々によって捕らえられる。 その快感のために横たわってしまうからである。
Δύο δ’ ὄντων ὁ μὲν φανερῶς ᾄδει ἢ συρίττει, ὁ δ’ ἐκ τοῦ ὄπισθεν βάλλει, ὅταν οὗτος σημήνῃ τὸν καιρόν.
二人(の猟師)がいる場合、一方が公然と歌うか笛を吹き、もう一方が、この者がタイミングを知らせたときに、後ろから射る。
Ἐὰν μὲν οὖν τύχῃ ὀρθὰ τὰ ὦτα ἔχουσα, ὀξὺ ἀκούει καὶ οὐκ ἔστι λαθεῖν· ἐὰν δὲ καταβεβληκυῖα τύχῃ, λανθάνει.
もし耳を立てていれば、鋭く聞き取るので、気づかれずに近づくことはできないが、もし耳を垂らしていれば、気づかれずに近づくことができる。

語釈・文法注

  1. 9.5τῷ τε τίκτειν — 原因を表す与格を伴う冠詞付き不定詞。主節の「思慮深い(φρόνιμον)」という判断の具体的な根拠を示す。「〜で出産することによって」の意味。
  2. 9.5φυλάττονται ὁρᾶσθαι — 動詞 φυλάττομαι(避ける、警戒する)が受動不定詞 ὁρᾶσθαι を伴い、「人に見られることを避ける」「見られないように警戒する」という否定的な目的・意図を表す構文。
  3. 9.5ὡς ἔχον τινὰ φαρμακείαν — 接頭辞 ὡς を伴う対格絶対(accusative absolute)。非人称動詞だけでなく、ここでは中性単数分詞 ἔχον が用いられ、客観的事実ではなく主観的な理由や主張(〜という理由で、〜だからだとして)を表す。

この箇所を引用する

アリストテレス, 動物誌 §9.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:9.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。