Humanitext Reader

亚里士多德 · 动物志 §9.6

动物自疗与自卫的聪明习性

第 156 段,共 189 段 · 希腊语

内容简介

讨论熊、野山羊和豹等各种动物为了自我保护和治疗所表现出的聪明习性,以及刺猬的气象感知和黄鼬(貂)的特征。

§9.6Αἱ δ’ ἄρκτοι ὅταν φεύγωσι, τὰ σκυμνία προωθοῦσι καὶ ἀναλαβοῦσαι φέρουσιν· ὅταν δ’ ἐπικαταλαμβάνωνται, ἐπὶ τὰ δένδρα ἀναπηδῶσιν.
熊在逃跑时,会将幼熊推在前面,并把它们抱起来运送;当它们快被追上时,就会跳到树上。
Καὶ ὅταν ἐκ τοῦ φωλεοῦ ἐξέλθωσι, πρῶτον τὸ ἄρον ἐσθίουσιν, ὥσπερ εἴρηται πρότερον, καὶ τὰ ξύλα διαμασῶνται ὥσπερ ὀδοντοφυοῦσαι.
当它们从洞穴中出来时,正如前文所说,首先吃野生海芋,并咀嚼木头,就好像正在长牙一样。
Πολλὰ δὲ καὶ τῶν ἄλλων ζῴων τῶν τετραπόδων ποιεῖ πρὸς βοήθειαν αὑτοῖς φρονίμως, ἐπεὶ καὶ ἐν Κρήτῃ φασὶ τὰς αἶγας τὰς ἀγρίας, ὅταν τοξευθῶσι, ζητεῖν τὸ δίκταμνον· δοκεῖ δὲ τοῦτο ἐκβλητικὸν εἶναι τῶν τοξευμάτων ἐν τῷ σώματι.
其他许多四足动物也为了自救而聪明地行动;因为据说在克里特岛,野生山羊被箭射中时,会寻找白鲜;这似乎能够排出体内的箭。
Καὶ αἱ κύνες δ’ ὅταν τι πονῶσιν, ἔμετον ποιοῦνται φαγοῦσαί τινα πόαν.
狗在身体不适时,也会通过吃某种草来进行呕吐。
Ἡ δὲ πάρδαλις ὅταν φάγῃ τὸ φάρμακον τὸ παρδαλιαγχές, ζητεῖ τὴν τοῦ ἀνθρώπου κόπρον· βοηθεῖ γὰρ αὐτῇ.
豹在吃了杀豹药后,会寻找人的粪便;因为这能救它。
Διαφθείρει δὲ τοῦτο τὸ φάρμακον καὶ λέοντας.
这种毒药也会杀死狮子。
Διὸ καὶ οἱ κυνηγοὶ κρεμαννύουσιν ἐν ἀγγείῳ ἔκ τινος δένδρου τὴν κόπρον, ὅπως μὴ ἀποχωρῇ μακρὰν τὸ θηρίον· αὐτοῦ γὰρ προσαλλομένη ἡ πάρδαλις καὶ ἐλπίζουσα λήψεσθαι τελευτᾷ.
因此,猎人们也将粪便用容器吊在树上,免得这只猛兽走得太远;因为豹会朝那里跳跃,并期望能得到它,结果死在原处。
Λέγουσι δὲ καὶ κατανενοηκυῖαν τὴν πάρδαλιν ὅτι τῇ ὀσμῇ αὐτῆς χαίρουσι τὰ θηρία, ἀποκρύπτουσαν ἑαυτὴν θηρεύειν· προσιέναι γὰρ ἐγγύς, καὶ λαμβάνειν οὕτω καὶ τὰς ἐλάφους.
据说豹也注意到猛兽们喜欢它的气味,因而隐藏自己来捕猎;因为它们会走近,它便以此方式连鹿也能捕获。
Ὁ δ’ ἰχνεύμων ὁ ἐν Αἰγύπτῳ ὅταν ἴδῃ τὸν ὄφιν τὴν ἀσπίδα καλουμένην, οὐ πρότερον ἐπιτίθεται πρὶν συγκαλέσῃ βοηθοὺς ἄλλους· πρὸς δὲ τὰς πληγὰς καὶ τὰ δήγματα πηλῷ καταπλάττουσιν ἑαυτούς· βρέξαντες γὰρ ἐν τῷ ὕδατι πρῶτον, οὕτω καλινδοῦνται ἐν τῇ γῇ.
埃及的獴在看见被称为蝰蛇的蛇时,只有在召集了其他帮手后才会发起进攻;为了防范攻击和咬伤,它们用泥土涂抹自身;因为它们先在水中浸湿,然后以此方式在地上打滚。
Τῶν δὲ κροκοδείλων χασκόντων οἱ τροχίλοι καθαίρουσιν εἰσπετόμενοι τοὺς ὀδόντας, καὶ αὐτοὶ μὲν τροφὴν λαμβάνουσιν, ὁ δ’ ὠφελούμενος αἰσθάνεται καὶ οὐ βλάπτει, ἀλλ’ ὅταν ἐξελθεῖν βούληται, κινεῖ τὸν αὐχένα, ἵνα μὴ συνδάκῃ.
当鳄鱼张开嘴时,鸻鸟会飞进去清理它们的牙齿;鸟儿们自己获得了食物,而受益的鳄鱼能感觉得到,并不伤害它们,但当鸟儿想要出来时,它会动动脖子,以免将它咬碎。
Ἡ δὲ χελώνη ὅταν ἔχεως φάγῃ, ἐπεσθίει τὴν ὀρίγανον· καὶ τοῦτο ὦπται.
陆龟在吃了蝰蛇后,会接着吃牛至;这也被观察到了。
Καὶ ἤδη κατιδών τις τοῦτο πολλάκις ποιοῦσαν αὐτὴν καὶ ὅτε σπάσαι τῆς ὀριγάνου πάλιν ἐπὶ τὸν ἔχιν πορευομένην, ἐξέτιλε τὴν ὀρίγανον· τούτου δὲ συμβάντος ἀπέθανεν ἡ χελώνη.
曾有人多次看到它这样做,并在它采摘牛至、再次走向蝰蛇时,把牛至拔光了;这件事情发生后,陆龟就死了。
Ἡ δὲ γαλῆ ὅταν ὄφει μάχηται, ἐπεσθίει τὸ πήγανον· πολεμία γὰρ ἡ ὀσμὴ τοῖς ὄφεσιν.
鼬在与蛇搏斗时,会接着吃芸香;因为这种气味对蛇是有害的。
Ὁ δὲ δράκων ὅταν ὀπωρίζῃ, τὸν ὀπὸν τῆς πικρίδος ἐκροφεῖ, καὶ τοῦθ’ ἑώραται ποιῶν.
大蛇在吃秋季果实时,会吸食苦苣菜的汁液;它这样做也曾被目击到。
Αἱ δὲ κύνες ὅταν ἑλμινθιῶσιν, ἐσθίουσι τοῦ σίτου τὸ λήϊον, Οἱ δὲ πελαργοὶ καὶ οἱ ἄλλοι τῶν ὀρνίθων, ὅταν ἑλκωθῇ τι μαχομένοις, ἐπιτιθέασι τὴν ὀρίγανον.
狗在体内有寄生虫时,会吃谷物的青苗。 鹳和其他鸟类在搏斗中受伤时,会敷上牛至。
Πολλοὶ δὲ καὶ τὴν ἀκρίδα ἑωράκασιν ὅτι, ὅταν μάχηται τοῖς ὄφεσι, λαμβάνεται τοῦ τραχήλου τῶν ὄφεων.
许多人也曾看到,蝗虫在与蛇搏斗时,会抓住蛇的脖子。
Φρονίμως δὲ δοκεῖ καὶ ἡ γαλῆ χειροῦσθαι τοὺς ὄρνιθας· σφάζει γὰρ ὥσπερ οἱ λύκοι τὰ πρόβατα.
鼬在捕捉鸟类方面似乎也很聪明;因为它的宰杀方式就像狼宰杀绵羊一样。
Μάχεται δὲ καὶ τοῖς ὄφεσι μάλιστα τοῖς μυοθήραις διὰ τὸ καὶ αὐτὴν τοῦτο τὸ ζῷον θηρεύειν.
它还与蛇、特别是捕鼠蛇搏斗,因为自己也猎捕这种动物。
Περὶ δὲ τῆς τῶν ἐχίνων αἰσθήσεως συμβέβηκε πολλαχοῦ τεθεωρῆσθαι ὅτι μεταβαλλόντων βορέων καὶ νότων οἱ μὲν ἐν τῇ γῇ τὰς ὀπὰς αὑτῶν μεταμείβουσιν, οἱ δ’ ἐν ταῖς οἰκίαις τρεφόμενοι μεταβάλλουσι πρὸς τοὺς τοίχους, ὥστ’ ἐν Βυζαντίῳ γέ τινά φασι προλέγοντα λαβεῖν δόξαν ἐκ τοῦ κατανενοηκέναι ποιοῦντα ταῦτα τὸν ἐχῖνον.
关于刺猬的感知,在许多地方都观察到,当北风和南风交替时,那些在地底下的会改变它们洞口的方向,而那些在家中饲养的则会移向墙壁,以至于据说在拜占庭有个人因为观察到刺猬做这些事而预报天气,从而获得了名声。
Ἡ δ’ ἴκτις ἔστι μὲν τὸ μέγεθος ἡλίκον Μελιταῖον κυνίδιον τῶν μικρῶν, τὴν δὲ δασύτητα καὶ τὴν ὄψιν καὶ τὸ λευκὸν τὸ ὑποκάτω καὶ τοῦ ἤθους τὴν κακουργίαν ὅμοιον γαλῇ, καὶ τιθασσὸν δὲ γίνεται σφόδρα, τὰ δὲ σμήνη κακουργεῖ· τῷ γὰρ μέλιτι χαίρει.
貂的体型有如马耳他小狗那么大,而多毛、外观、腹部的白色以及狡猾的本性则与鼬相似;它变得非常温顺,但会破坏蜂群,因为它喜欢蜂蜜。
Ἔστι δὲ καὶ ὀρνιθοφάγον ὥσπερ αἱ αἴλουροι.
它也像猫一样吃鸟。
Τὸ δ’ αἰδοῖον αὐτῆς ἔστι μέν, ὥσπερ εἴρηται, ὀστοῦν, δοκεῖ δ’ εἶναι φάρμακον στραγγουρίας τὸ τοῦ ἄρρενος· διδόασι δ’ ἐπιξύοντες.
它的生殖器确实如前所述是一块骨头,雄性的生殖器被认为是治疗排尿困难的药剂;人们将其刮成粉末后服用。

词汇与语法注释

  1. p.315κατανενοηκυῖαν — 宾格分词,与 τὴν πάρδαλιν 一致。后者是由 λέγουσι 引导的间接引语中不定式 θηρεύειν 的逻辑主语。ὅτι 从句作为 κατανενοηκυῖαν 的直接宾语。
  2. p.315ὅτε σπάσαι — 在由时间连词 ὅτε 引导的从句中,使用祈愿语气(optative)表示过去重复发生的动作(“每当它采摘时”),与主句动词的过去时(未完成过去时 ἐξέτιλε)相对应。
  3. p.315ἀκρίδα — 虽然该词通常指“蝗虫”或“蚱蜢”,但在本上下文中,它被理解为指代一种能够主动攻击并抓住蛇颈的捕食性昆虫(如螳螂)。

引用这一段

亚里士多德, 动物志 §9.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:9.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。