§9.50Μεταβάλλει δὲ τὰ ζῷα οὐ μόνον τὰς μορφὰς ἔνια καὶ τὸ ἦθος κατὰ τὰς ἡλικίας καὶ τὰς ὥρας, ἀλλὰ καὶ ἐκτεμνόμενα.
また、動物は年齢や季節に応じて、その形態や習性を変えるものがあるだけでなく、去勢されることによってもそれを変える。
Ἐκτέμνεται δὲ τῶν ζῴων ὅσα ἔχει ὄρχεις.
睾丸を持つ動物が去勢される。
Ἔχουσι δ’ οἱ μὲν ὄρνιθες τοὺς ὄρχεις ἐντὸς καὶ τὰ ᾠοτόκα τῶν τετραπόδων πρὸς τῇ ὀσφύϊ, τὰ δὲ ζῳοτόκα καὶ πεζὰ τὰ μὲν πλεῖστα ἐκτός, τὰ δ’ ἐντός, πάντα δὲ πρὸς τῷ τέλει τῆς γαστρός.
鳥類、および四肢獣のうち卵生のものは睾丸を体内に、腰の近くに持っている。 他方、胎生で陸生のものの多くは外側に、一部は内側に持っているが、すべて腹部の末端の近くにある。
Ἐκτέμνονται δ’ οἱ μὲν ὄρνιθες κατὰ τὸ οὐροπύγιον, καθ’ ὃ συμπίπτουσιν ὀχεύοντες·
鳥類は、交尾するときに互いに接触する尾羽のところで去勢される。
ἐνταῦθα γὰρ ἐὰν ἐπικαύσῃ τις δυσὶν ἢ τρισὶ σιδηρίοις, ἐὰν μὲν ἤδη τέλειον ὄντα, τό τε κάλλαιον ἔξωχρον γίνεται καὶ οὐκέτι κοκκύζει οὐδ’ ἐπιχειρεῖ ὀχεύειν, ἐὰν δ’ ἔτι νεοττὸν ὄντα, οὐδὲ γίνεται τούτων οὐδὲν αὐξανομένου.
すなわち、その場所を二、三本の焼きごてで焼くとき、もしすでに成鳥になっているものであれば、肉冠は色褪せ、もはや鳴くことも交尾を試みることもなくなる。 もし未だ雛であるときであれば、成長してもこれらのいずれも起こらない。
Τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ ἀνθρώπων·
人間の場合も同様である。
ἐὰν μὲν γὰρ παῖδας ὄντας πηρώσῃ τις, οὔτε αἱ ὑστερογενεῖς ἐπιγίνονται τρίχες οὔτε ἡ φωνὴ μεταβάλλει, ἀλλ’ ὀξεῖα διατελεῖ·
もし子供であるときに去勢するなら、のちになって生える毛は生えず、声も変化せず、高いままであり続ける。
ἂν δ’ ἤδη ἡβῶντας, αἱ μὲν ὑστερογενεῖς τρίχες ἀπολείπουσι πλὴν τῶν ἐπὶ τῆς ἥβης (αὗται δ’ ἐλάττους μέν, μένουσι δέ), αἱ δ’ ἐκ γενετῆς τρίχες οὐκ ἀπολείπουσιν·
しかし、すでに思春期に達しているときに去勢するなら、のちになって生えた毛は、陰部の毛を除いて失われる(陰毛は少なくなって残るが)。 しかし、生まれつき持っている毛は失われない。
οὐδεὶς γὰρ γίνεται εὐνοῦχος φαλακρός.
実際、去勢された者で禿げる者はいないからである。
Μεταβάλλει δὲ καὶ ἡ φωνὴ ἐπὶ τῶν τετραπόδων τῶν ἐκτεμνομένων ἁπάντων εἰς τὸ θῆλυ.
また、去勢されたすべての四肢獣において、声は雌のものへと変化する。
Τὰ μὲν οὖν ἄλλα τετράποδα ἐὰν μὴ νέα ἐκτέμνηται, διαφθείρεται·
他の四肢獣は、若いうちに去勢されなければ死んでしまう。
ἐπὶ δὲ τῶν κάπρων μόνων οὐδὲν διαφέρει.
しかし、野生のイノシシだけは、いつ去勢されても変わらない。
Πάντα δὲ ἐὰν μὲν νέα ἐκτμηθῇ, μείζω γίνεται τῶν ἀτμήτων καὶ γλαφυρώτερα, ἐὰν δὲ καθεστηκότα ἤδη, οὐκέτι αὐξάνεται ἐπὶ πλεῖον.
すべての動物は、若いうちに去勢されると、去勢されていないものよりも大きくなり、毛並みが滑らかになる。 しかし、すでに成長が安定しているときに去勢されると、それ以上は成長しない。
Οἱ δ’ ἔλαφοι ἐὰν μὲν μή πω τὰ κέρατα ἔχοντες διὰ τὴν ἡλικίαν ἐκτμηθῶσιν, οὐκέτι φύουσι κέρατα·
鹿の場合、年齢のためにまだ角を持っていないときに去勢されると、もはや角を生やさない。
ἐὰν δ’ ἔχοντας ἐκτέμῃ τις, τό τε μέγεθος ταὐτὸν μένει τῶν κεράτων, καὶ οὐκ ἀποβάλλουσιν.
しかし、角を持っているときに去勢するなら、角の大きさは同じままに留まり、それを落とすこともない。
Οἱ μὲν οὖν μόσχοι ἐκτέμνονται ἐνιαύσιοι, εἰ δὲ μή, αἰσχίους γίνονται καὶ ἐλάττους·
さて、子牛は 1歳で去勢される。 そうでなければ、見栄えが悪くなり、より小さくなる。
οἱ δὲ δαμάλαι ἐκτέμνονται τὸν τρόπον τοῦτον·
若い牡牛は次のような方法で去勢される。
κατακλίνοντες καὶ ἀποτέμνοντες τῆς ὀσχέας κάτωθεν τοὺς ὄρχεις ἀποθλίβουσιν, εἶτα ἀναστέλλουσι τὰς ῥίζας ἄνω ὡς μάλιστα, καὶ τὴν τομὴν θριξὶ βύουσιν, ὅπως ὁ ἰχὼρ ῥέῃ ἔξω·
彼らを横たえ、陰嚢の下部を切り開いて睾丸を押し出し、次いでその根元をできるだけ上へと押し上げ、切開部を毛で塞ぐ。 それは漿液が外へ流れ出るようにするためである。
καὶ ἐὰν φλεγμαίνῃ, κατακαύσαντες τὴν ὀσχέαν ἐπιπάττουσιν.
もし炎症を起こしたなら、陰嚢を焼き、粉を振りかける。
Οἱ δ’ ἐνόρχαι τῶν βοῶν ἐὰν ἐκτμηθῶσι, τὸ φανερὸν συγγεννῶσιν.
牛の去勢されたばかりのものは、去勢直後であっても明らかに受精させることができる。
Ἐκτέμνεται δὲ καὶ ἡ καπρία τῶν θηλειῶν ὑῶν, ὥστε μηκέτι δεῖσθαι ὀχείας ἀλλὰ πιαίνεσθαι ταχέως.
雌の豚の卵巣もまた去勢され、その結果、もはや交尾を求めることなく、速やかに肥育されるようになる。
Ἐκτέμνεται δὲ νηστεύσασα δύο ἡμέρας, ὅταν κρεμάσωσι τῶν ὀπισθίων σκελῶν.
それは二日間絶食させたのち、後ろ脚で吊り下げて去勢される。
Τέμνουσι δὲ τὸ ἦτρον, ᾗ τοῖς ἄρρεσιν οἱ ὄρχεις μάλιστα φύονται·
下腹部を、雄において睾丸が最も生じる場所に沿って切開する。
ἐνταῦθα γὰρ ἐπὶ ταῖς μήτραις ἐπιπέφυκεν ἡ καπρία, ἧς μικρὸν ἀποτέμνοντες συρράπτουσιν.
なぜなら、その場所で子宮の上に卵巣が付着しているからであり、その一部を切り取ってから縫い合わせる。
Ἐκτέμνονται δὲ καὶ αἱ κάμηλοι αἱ θήλειαι, ὅταν εἰς πόλεμον χρῆσθαι αὐταῖς βούλωνται, ἵνα μὴ ἐν γαστρὶ λάβωσιν.
また、雌のラクダも、戦争に用いようとするときには、妊娠しないように去勢される。
Κέκτηνται δ’ ἔνιοι τῶν ἄνω καμήλους καὶ τρισχιλίας·
内陸の人々の中には、ラクダを三千頭も所有している者もいる。
θέουσι δὲ θᾶσσον τῶν Νισαίων ἵππων πολύ, ἐὰν θέωσι, διὰ τὸ μέγεθος τοῦ ὀρέγματος.
彼らは走るとき、その歩幅の大きさのために、ニサ産の馬よりもはるかに速く走る。
Ὅλως δὲ μακρότερα γίνεται τὰ ἐκτεμνόμενα ζῷα τῶν ἀτμήτων.
総じて、去勢された動物は去勢されていないものよりも体が長くなる。
Ὠφελοῦνται δὲ τὰ ζῷα καὶ χαίρουσι, καὶ μηρυκάζουσιν ὥσπερ ἐσθίοντα ὅσα μηρυκάζει.
動物たちは去勢によって益を得て元気になり、反芻するものはすべて、食べているときのように反芻する。
Μηρυκάζει δὲ τὰ μὴ ἀμφώδοντα, οἷον βόες καὶ πρόβατα καὶ αἶγες.
両顎に歯を持たない動物、例えば牛や羊や山羊が反芻する。
Ἐπὶ δὲ τῶν ἀγρίων οὐδέν πω συνῶπται, ὅσα μὴ συντρέφεται ἐνίοτε, οἷον ἔλαφος·
野生の動物については、時として共に飼育されるものを除いては、反芻することはまだ観察されていない。
αὕτη δὲ μηρυκάζει.
例えば鹿は反芻する。
Πάντα δὲ κατακείμενα μηρυκάζουσι μᾶλλον.
すべてのものは横たわっているときにより多く反芻する。
Μάλιστα δὲ τοῦ χειμῶνος μηρυκάζουσιν, τά τε κατ’ οἰκίαν τρεφόμενα σχεδὸν ἑπτὰ μῆνας τοῦτο ποιεῖ·
そして冬に最も反芻し、家で飼育されているものはほぼ七ヶ月間これを行う。
τὰ δ’ ἀγελαῖα καὶ ἧττον καὶ ἐλάττονα χρόνον μηρυκάζει διὰ τὸ νέμεσθαι ἔξω.
放牧されているものは、外で草を食むために、反芻の度合いも少なく、その期間も短い。
Μηρυκάζει δὲ καὶ τῶν ἀμφωδόντων ἔνια, οἷον οἵ τε μύες οἱ Ποντικοὶ καὶ οἱ ἰχθύες, καὶ ὃν καλοῦσιν ἔνιοι ἀπὸ τοῦ ἔργου μήρυκα.
また、両顎に歯を持つものの一部も反芻する。 例えば、ポントス産のネズミや、一部の魚、そしてその習性から一部の人々がメーリュクスと呼ぶ魚である。
Ἔστι δὲ τὰ μὲν μακροσκελῆ τῶν ζῴων ὑγροκοίλια, τὰ δ’ εὐρυστήθη ἐμετικὰ μᾶλλον, καὶ ἐπὶ τῶν τετραπόδων καὶ ἐπ’ ὀρνίθων καὶ ἐπ’ ἀνθρώπων ὡς ἐπὶ τὸ πολύ.
一般に、足の長い動物は腹が緩く、胸の広いものは吐きやすい。 これは四肢獣、鳥類、そして人間において大体に当てはまることである。