Humanitext Reader

アリストテレス · 動物誌 §9.47-9.49

動物の近親交配忌避とイルカの習性および鳥類の変容

178 / 189 箇所 · ギリシア語

要旨

ラクダや馬に見られる、母親との交尾を嫌う本能的な忌避行動が語られ、さらにイルカの優しさ、速さ、つがいの行動が説明される。最後に、鳥類における行動の変化が習性や身体的特徴の変化をもたらす例が紹介される。

§9.47Οἱ δὲ κάμηλοι οὐκ ἀναβαίνουσιν ἐπὶ τὰς μητέρας, ἀλλὰ κἂν βιάζηταί τις, οὐ θέλουσιν.
ラクダは自分の母親に乗ることはなく、誰かが強制しようとも、それを望まない。
Ἤδη γάρ ποτε ἐπεὶ οὐκ ἦν ὀχεῖον, ὁ ἐπιμελητὴς περικαλύψας τὴν μητέρα ἐφῆκε τὸν πῶλον·
かつて種オスがいなかったとき、飼育係が母親に覆いを被せて、その子を放した。
ὡς δ’ ὀχεύσαντος ἀπέπεσε, τότε μὲν ἀπετέλεσε τὴν συνουσίαν, μικρὸν δ’ ὕστερον δακὼν τὸν καμηλίτην ἀπέκτεινεν.
乗っかってから覆いが落ちたとき、その時は交尾を完了したものの、少しのち、その子はラクダ飼いを噛んで殺してしまった。
Λέγεται δὲ καὶ τῷ Σκυθῶν βασιλεῖ γενέσθαι ἵππον γενναίαν, ἐξ ἧς ἅπαντας ἀγαθοὺς γίνεσθαι τοὺς ἵππους·
また、スキタイの王に優れた牝馬がおり、彼女から生まれる馬はすべて優秀であったと言われている。
τούτων ἐκ τοῦ ἀρίστου βουλόμενον γεννῆσαι ἐκ τῆς μητρὸς προσαγαγεῖν, ἵν’ ὀχεύσῃ· τὸν δ’ οὐ θέλειν·
王はこれらのうちの最良の馬からその母親を介して子孫を得たいと望み、交尾させるために彼を連れてこさせたが、その馬はそれを望まなかった。
περικαλυφθείσης δὲ λαθόντα ἀναβῆναι·
しかし、彼女に覆いを被せると、彼は気づかずに乗っかった。
ὡς δ’ ὀχεύσαντος ἀπεκαλύφθη τὸ πρόσωπον τῆς ἵππου, ἰδόντα τὸν ἵππον φεύγειν καὶ ῥῖψαι ἑαυτὸν κατὰ τῶν κρημνῶν.
交尾ののち牝馬の顔の覆いが外されると、その馬はそれを見て逃げ去り、崖から身を投げたと言われている。
§9.48Τῶν δὲ θαλασσίων πλεῖστα λέγεται σημεῖα περὶ τοῦς δελφῖνας πραότητος καὶ ἡμερότητος, καὶ δὴ καὶ πρὸς παῖδας ἔρωτες καὶ ἐπιθυμίαι καὶ περὶ Τάραντα καὶ Καρίαν καὶ ἄλλους τόπους.
海の動物のうち、イルカについては穏やかさと優しさを示す多くの証拠が語られており、とりわけタラスやカリア、その他の場所での少年たちに対する愛着や思慕の情が知られている。
Περὶ Καρίαν γὰρ ληφθέντος δελφῖνος καὶ τραύματα λαβόντος ἀθρόον ἐλθεῖν λέγεται πλῆθος δελφίνων εἰς τὸν λιμένα, μέχριπερ ὁ ἁλιεὺς ἀφῆκεν·
カリアの周辺で、一頭のイルカが捕らえられて傷を負った際、漁師が放してやるまで、大群のイルカが港に押し寄せたと言われている。
τότε δὲ πάλιν ἅμα πάντες ἀπῆλθον.
そして放されると、彼らは皆一斉に再び去っていった。
Καὶ τοῖς μικροῖς δελφῖσιν ἀκολουθεῖ τις ἀεὶ τῶν μεγάλων φυλακῆς χάριν.
また、小さなイルカたちには、保護のために常に大きなイルカの一頭が付き添っている。
Ἤδη δ’ ὦπται δελφίνων μεγάλων ἀγέλη ἅμα καὶ μικρῶν·
これまでに、大きなイルカと小さなイルカの群れが共にいるのが目撃されたことがある。
τούτων δ’ ἀπολειπόμενοί τινες δύο οὐ πολὺ ἐφάνησαν δελφινίσκον μικρὸν τεθνηκότα, ὅτ’ εἰς βυθὸν φέροιτο, ὑπονέοντες καὶ μετεωρίζοντες τῷ νώτῳ οἷον κατελεοῦντες, ὥστε μὴ καταβρωθῆναι ὑπό τινος τῶν ἄλλων θηρίων.
その群れから少し遅れて、二頭のイルカが、死んだ小さな子イルカが海底へと沈んでいくときに、他の獣に食べられないようにと、哀れむかのようにその下を泳ぎ、背中で持ち上げているのが見られた。
Λέγεται δὲ καὶ περὶ ταχυτῆτος ἄπιστα τοῦ ζῴου·
また、この動物の速さについては信じがたいことが語られている。
ἁπάντων γὰρ δοκεῖ εἶναι ζῴων τάχιστον, καὶ τῶν ἐνύδρων καὶ τῶν χερσαίων, καὶ ὑπεράλλονται δὲ πλοίων μεγάλων ἱστούς.
水生・陸生を問わず、すべての動物の中で最も速いと思われ、大きな船の帆柱をも飛び越えるからである。
Μάλιστα δὲ τοῦτ’ αὐτοῖς συμβαίνει, ὅταν διώκωσί τινα ἰχθὺν τροφῆς χάριν·
これは、彼らが餌を求めてある魚を追いかけるときに最もよく起こる。
τότε γάρ, ἐὰν ἀποφεύγῃ, συνακολουθοῦσιν εἰς βυθὸν διὰ τὸ πεινῆν, ὅταν δ’ αὐτοῖς μακρὰ γίνηται ἡ ἀναστροφή, κατέχουσι τὸ πνεῦμα ὥσπερ ἀναλογισάμενοι, καὶ συστρέψαντες ἑαυτοὺς φέρονται ὥσπερ τόξευμα, τῇ ταχυτῆτι τὸ μῆκος διελθεῖν βουλόμενοι πρὸς τὴν ἀναπνοήν, καὶ ὑπεράλλονται τοὺς ἱστούς, ἐὰν παρατυγχάνῃ που πλοῖον.
そのとき、魚が逃げると、イルカは空腹のために深海まで追いかけていき、戻るための道のりが長くなると、計算したかのように息を止め、自らを丸めて矢のように進む。 息を吸うためにその距離を速さで突破しようとするからであり、もし近くに船がいれば、その帆柱を飛び越えるのである。
Ταὐτὸν δὲ ποιοῦσι καὶ οἱ κατακολυμβηταί, ὅταν εἰς βυθὸν ἑαυτοὺς ἀφῶσιν·
潜水夫たちも、深海に身を投じるときには同じことをする。
κατὰ τὴν ἑαυτῶν γὰρ δύναμιν καὶ οὗτοι ἀναφέρονται συστρέψαντες.
彼らも自らの力に応じて、身を丸めて浮上してくるからである。
Διατρίβουσι δὲ μετ’ ἀλλήλων κατὰ συζυγίας οἱ ἄρρενες ταῖς θηλείαις.
雄と雌はつがいになって、互いに共に行動する。
Διαπορεῖται δὲ περὶ αὐτῶν διὰ τί ἐξοκέλλουσιν εἰς τὴν γῆν·
彼らがなぜ陸地に乗り上げるのかについては疑問とされている。
ποιεῖν γάρ φασι τοῦτ’ αὐτοὺς ἐνίοτε, ὅταν τύχωσι, δι’ οὐδεμίαν αἰτίαν.
何の理由もなしに、時として、偶然にそうすることがあると言われているからである。
§9.49Ὥσπερ δὲ τὰς πράξεις κατὰ τὰ πάθη συμβαίνει ποιεῖσθαι πᾶσι τοῖς ζῴοις, οὕτω πάλιν καὶ τὰ ἤθη μεταβάλλουσι κατὰ τὰς πράξεις, πολλάκις δὲ καὶ τῶν μορίων ἔνια, οἷον ἐπὶ τῶν ὀρνίθων συμβαίνει.
すべての動物において、感情に応じて行動がなされるのと同様に、行動に応じてその性質も変化し、しばしば身体の部位のいくつかさえ変化する。
Αἵ τε γὰρ ἀλεκτορίδες ὅταν νικήσωσι τοὺς ἄρρενας, κοκκύζουσί τε μιμούμεναι τοὺς ἄρρενας καὶ ὀχεύειν ἐπιχειροῦσι, καὶ τό τε κάλλαιον ἐξαίρεται αὐταῖς καὶ τὸ οὐροπύγιον, ὥστε μὴ ῥᾳδίως ἂν ἐπιγνῶναι ὅτι θήλειαί εἰσιν·
鳥類においてそれが起こるように。 実際、雌鶏は雄鶏に打ち勝つと、雄の真似をして時を告げ、交尾を試み、肉冠や尾羽が大きく発達するため、雌であることを容易には見分けられなくなる。
ἐνίαις δὲ καὶ πλῆκτρά τινα μικρὰ ἐπανέστη.
また、中には小さな蹴爪が生じるものもいる。
Ἤδη δὲ καὶ τῶν ἀρρένων τινὲς ὤφθησαν ἀπολομένης τῆς θηλείας αὐτοὶ περὶ τοὺς νεοττοὺς τὴν τῆς θηλείας ποιούμενοι σκευωρίαν, περιάγοντές τε καὶ ἐκτρέφοντες οὕτως ὥστε μήτε κοκκύζειν ἔτι μήτ’ ὀχεύειν ἐπιχειρεῖν.
さらに、雌を失った雄の中に、自ら雛たちの世話を引き受け、雌のような振る舞いをし、引き連れて育て、その結果、もはや鳴くことも交尾を試みることもなくなったものが目撃されている。
Γίνονται δὲ καὶ θηλυδρίαι ἐκ γενετῆς τῶν ὀρνίθων τινὲς οὕτως ὥστε καὶ ὑπομένειν τοὺς ἐπιχειροῦντας ὀχεύειν.
また、鳥の中には生まれつきの女のようなものも存在し、交尾を試みる者を受け入れるほどである。

語釈・文法注

  1. 9.47ὡς δ’ ὀχεύσαντος ἀπέπεσε — 属格独立構文 ὀχεύσαντος(主語である若いラクダ τοῦ πώλου が省略されている)と、自動詞 ἀπέπεσε(主語である覆い τὸ περικάλυμμα が省略されている)の組み合わせ。交尾が行われた後、被せられていた覆いが自然に脱落した状況を示す。
  2. 9.48ὥσπερ ἀναλογισάμενοι — 接続詞 ὥσπερ が分詞 ἀναλογισάμενοι(主節の動詞 κατέχουσι の主語であるイルカたちを指す)を修飾し、「あたかも計算したかのように」という主観的・比喩的な意図を表している。
  3. 9.49ὥστε μὴ ῥᾳδίως ἂν ἐπιγνῶναι — 結果の接続詞 ὥστε に、不変化詞 ἂν を伴う不定詞 ἐπιγνῶναι が続く形で、潜在的・可能性のニュアンス(「〜ないであろう」)を帯びた結果節を構成している。不定詞の意味上の主語は一般の人々である。

この箇所を引用する

アリストテレス, 動物誌 §9.47-9.49. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:9.47-9.49

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。