Humanitext Reader

亚里士多德 · 动物志 §9.50

去势对动物的影响与反刍动物的特征

第 179 段,共 189 段 · 希腊语

内容简介

本文阐述了去势对各种动物(鸟类、人类、四足动物、猪和骆驼等)在身体、习性和声音上造成的变化,并在后半部分讨论了反刍动物的分类及其一般的生理特征。

§9.50Μεταβάλλει δὲ τὰ ζῷα οὐ μόνον τὰς μορφὰς ἔνια καὶ τὸ ἦθος κατὰ τὰς ἡλικίας καὶ τὰς ὥρας, ἀλλὰ καὶ ἐκτεμνόμενα.
动物不仅有一些会根据年龄和季节改变形态和习性,而且在被阉割时也会发生改变。
Ἐκτέμνεται δὲ τῶν ζῴων ὅσα ἔχει ὄρχεις.
在动物中,凡是有睾丸的都会被阉割。
Ἔχουσι δ’ οἱ μὲν ὄρνιθες τοὺς ὄρχεις ἐντὸς καὶ τὰ ᾠοτόκα τῶν τετραπόδων πρὸς τῇ ὀσφύϊ, τὰ δὲ ζῳοτόκα καὶ πεζὰ τὰ μὲν πλεῖστα ἐκτός, τὰ δ’ ἐντός, πάντα δὲ πρὸς τῷ τέλει τῆς γαστρός.
鸟类的睾丸在体内,四足卵生动物的睾丸在腰部附近;而胎生陆生动物中,大多数在体外,少数在体内,但都在腹部末端附近。
Ἐκτέμνονται δ’ οἱ μὲν ὄρνιθες κατὰ τὸ οὐροπύγιον, καθ’ ὃ συμπίπτουσιν ὀχεύοντες· ἐνταῦθα γὰρ ἐὰν ἐπικαύσῃ τις δυσὶν ἢ τρισὶ σιδηρίοις, ἐὰν μὲν ἤδη τέλειον ὄντα, τό τε κάλλαιον ἔξωχρον γίνεται καὶ οὐκέτι κοκκύζει οὐδ’ ἐπιχειρεῖ ὀχεύειν, ἐὰν δ’ ἔτι νεοττὸν ὄντα, οὐδὲ γίνεται τούτων οὐδὲν αὐξανομένου.
鸟类是在尾部被阉割的,即它们在交尾时相互接触的地方;因为如果有人用两三根铁器在那里烧灼,如果它们已经是成鸟,肉冠就会变得苍白,不再啼叫,也不再试图交配;如果它们还是雏鸟,那么随着它们的长大,这些特征都不会出现。
Τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ ἀνθρώπων· ἐὰν μὲν γὰρ παῖδας ὄντας πηρώσῃ τις, οὔτε αἱ ὑστερογενεῖς ἐπιγίνονται τρίχες οὔτε ἡ φωνὴ μεταβάλλει, ἀλλ’ ὀξεῖα διατελεῖ· ἂν δ’ ἤδη ἡβῶντας, αἱ μὲν ὑστερογενεῖς τρίχες ἀπολείπουσι πλὴν τῶν ἐπὶ τῆς ἥβης (αὗται δ’ ἐλάττους μέν, μένουσι δέ), αἱ δ’ ἐκ γενετῆς τρίχες οὐκ ἀπολείπουσιν· οὐδεὶς γὰρ γίνεται εὐνοῦχος φαλακρός.
人类也是如此;如果有人在他们是孩童时将其阉割,那么后来生长的毛发就不会长出来,声音也不会改变,而是持续保持高亢;但如果是在已经到青春期时阉割,后来长出的毛发除了阴部毛发外都会脱落(这些阴毛虽然变少,但依然保留),而生来就有的毛发则不会脱落;因为没有一个阉人会变秃顶。
Μεταβάλλει δὲ καὶ ἡ φωνὴ ἐπὶ τῶν τετραπόδων τῶν ἐκτεμνομένων ἁπάντων εἰς τὸ θῆλυ.
在所有被阉割的四足动物中,声音也会改变为雌性的声音。
Τὰ μὲν οὖν ἄλλα τετράποδα ἐὰν μὴ νέα ἐκτέμνηται, διαφθείρεται· ἐπὶ δὲ τῶν κάπρων μόνων οὐδὲν διαφέρει.
其他的四足动物如果不趁年轻时阉割就会死去;唯独公猪没有任何区别。
Πάντα δὲ ἐὰν μὲν νέα ἐκτμηθῇ, μείζω γίνεται τῶν ἀτμήτων καὶ γλαφυρώτερα, ἐὰν δὲ καθεστηκότα ἤδη, οὐκέτι αὐξάνεται ἐπὶ πλεῖον.
所有动物如果趁年轻时阉割,都会比未阉割的变得更大、更光滑,但如果是在已经发育定型时阉割,就不会再进一步增长。
Οἱ δ’ ἔλαφοι ἐὰν μὲν μή πω τὰ κέρατα ἔχοντες διὰ τὴν ἡλικίαν ἐκτμηθῶσιν, οὐκέτι φύουσι κέρατα· ἐὰν δ’ ἔχοντας ἐκτέμῃ τις, τό τε μέγεθος ταὐτὸν μένει τῶν κεράτων, καὶ οὐκ ἀποβάλλουσιν.
鹿如果因为年龄原因在还没有长角时被阉割,就再也不会长角;如果有人在它们长了角时阉割,角的大小会保持不变,而且它们也不会脱落角。
Οἱ μὲν οὖν μόσχοι ἐκτέμνονται ἐνιαύσιοι, εἰ δὲ μή, αἰσχίους γίνονται καὶ ἐλάττους·
因此,牛犊在一岁时被阉割,否则,它们会变得更难看、更小。
οἱ δὲ δαμάλαι ἐκτέμνονται τὸν τρόπον τοῦτον· κατακλίνοντες καὶ ἀποτέμνοντες τῆς ὀσχέας κάτωθεν τοὺς ὄρχεις ἀποθλίβουσιν, εἶτα ἀναστέλλουσι τὰς ῥίζας ἄνω ὡς μάλιστα, καὶ τὴν τομὴν θριξὶ βύουσιν, ὅπως ὁ ἰχὼρ ῥέῃ ἔξω· καὶ ἐὰν φλεγμαίνῃ, κατακαύσαντες τὴν ὀσχέαν ἐπιπάττουσιν.
年轻公牛则按以下方式阉割:将它们放倒,从阴囊下方切开,将睾丸挤出,然后将根部尽量向上推,并用毛发塞住切口,以便浆液向外流出;如果发炎,则烧灼阴囊并撒上药粉。
Οἱ δ’ ἐνόρχαι τῶν βοῶν ἐὰν ἐκτμηθῶσι, τὸ φανερὸν συγγεννῶσιν.
被阉割的公牛,在刚阉割后显然仍能繁育后代。
Ἐκτέμνεται δὲ καὶ ἡ καπρία τῶν θηλειῶν ὑῶν, ὥστε μηκέτι δεῖσθαι ὀχείας ἀλλὰ πιαίνεσθαι ταχέως.
母猪的卵巢也会被阉割,这样它们就不再需要交配,而是会迅速肥育。
Ἐκτέμνεται δὲ νηστεύσασα δύο ἡμέρας, ὅταν κρεμάσωσι τῶν ὀπισθίων σκελῶν.
在让它禁食两天后,将它倒挂在后腿上进行阉割。
Τέμνουσι δὲ τὸ ἦτρον, ᾗ τοῖς ἄρρεσιν οἱ ὄρχεις μάλιστα φύονται· ἐνταῦθα γὰρ ἐπὶ ταῖς μήτραις ἐπιπέφυκεν ἡ καπρία, ἧς μικρὸν ἀποτέμνοντες συρράπτουσιν.
人们切开下腹部,即雄性睾丸最常生长的位置;因为在那里,卵巢附着在子宫上,他们切下其中一小部分,然后缝合。
Ἐκτέμνονται δὲ καὶ αἱ κάμηλοι αἱ θήλειαι, ὅταν εἰς πόλεμον χρῆσθαι αὐταῖς βούλωνται, ἵνα μὴ ἐν γαστρὶ λάβωσιν.
雌骆驼在人们希望将它们用于战争时也会被阉割,以免它们受孕。
Κέκτηνται δ’ ἔνιοι τῶν ἄνω καμήλους καὶ τρισχιλίας· θέουσι δὲ θᾶσσον τῶν Νισαίων ἵππων πολύ, ἐὰν θέωσι, διὰ τὸ μέγεθος τοῦ ὀρέγματος.
一些内地的人甚至拥有多达三千匹骆驼;它们奔跑时,由于步伐巨大,比尼萨马要快得多。
Ὅλως δὲ μακρότερα γίνεται τὰ ἐκτεμνόμενα ζῷα τῶν ἀτμήτων.
总的来说,被阉割的动物比未阉割的身体更长。
Ὠφελοῦνται δὲ τὰ ζῷα καὶ χαίρουσι, καὶ μηρυκάζουσιν ὥσπερ ἐσθίοντα ὅσα μηρυκάζει.
动物们从阉割中获益并变得健壮,而所有反刍的动物在反刍时就像在吃东西一样。
Μηρυκάζει δὲ τὰ μὴ ἀμφώδοντα, οἷον βόες καὶ πρόβατα καὶ αἶγες.
双排齿不全的动物会进行反刍,例如牛、绵羊和山羊。
Ἐπὶ δὲ τῶν ἀγρίων οὐδέν πω συνῶπται, ὅσα μὴ συντρέφεται ἐνίοτε, οἷον ἔλαφος·
在野生动物中,除了有时与家畜一同饲养的动物之外,尚未观察到有反刍现象。
αὕτη δὲ μηρυκάζει.
例如鹿是反刍的。
Πάντα δὲ κατακείμενα μηρυκάζουσι μᾶλλον.
所有这些动物在躺下时反刍得更多。
Μάλιστα δὲ τοῦ χειμῶνος μηρυκάζουσιν, τά τε κατ’ οἰκίαν τρεφόμενα σχεδὸν ἑπτὰ μῆνας τοῦτο ποιεῖ· τὰ δ’ ἀγελαῖα καὶ ἧττον καὶ ἐλάττονα χρόνον μηρυκάζει διὰ τὸ νέμεσθαι ἔξω.
它们在冬天反刍最多,在舍内饲养的动物几乎有七个月的时间进行反刍;而群牧的动物因为在户外放牧,反刍较少,时间也较短。
Μηρυκάζει δὲ καὶ τῶν ἀμφωδόντων ἔνια, οἷον οἵ τε μύες οἱ Ποντικοὶ καὶ οἱ ἰχθύες, καὶ ὃν καλοῦσιν ἔνιοι ἀπὸ τοῦ ἔργου μήρυκα.
一些双排齿健全的动物也会反刍,例如蓬托斯鼠和某些鱼类,以及一些人因其行为而称之为“反刍鱼”的鱼。
Ἔστι δὲ τὰ μὲν μακροσκελῆ τῶν ζῴων ὑγροκοίλια, τὰ δ’ εὐρυστήθη ἐμετικὰ μᾶλλον, καὶ ἐπὶ τῶν τετραπόδων καὶ ἐπ’ ὀρνίθων καὶ ἐπ’ ἀνθρώπων ὡς ἐπὶ τὸ πολύ.
一般来说,长腿动物常易腹泻,而宽胸动物更容易呕吐,这在四足动物、鸟类和人类中大体都是如此。

词汇与语法注释

  1. §9.50ἐκτεμνόμενα — 修饰主格中性复数主语 τὰ ζῷα(受 ἔνια 限定)的现在被动分词。在此作状语,表示手段(“通过被阉割”)或时间(“当被阉割时”)。
  2. §9.50ὄντα — 宾格分词,修饰条件从句中未明示的宾语(即指代鸟的名词,如 τὸν ὄρνιθα)。该短语起条件从句的作用:“如果[鸟]已经是成鸟”。随后的 ἐὰν δ’ ἔτι νεοττὸν ὄντα 亦采用相同的省略结构。
  3. ¦p.366¦οἱ δ’ ἐνόρχαι ... τὸ φανερὸν συγγεννῶσιν — 指代“有睾丸之牛”的主语 οἱ ἐνόρχαι 与条件从句 ἐὰν ἐκτμηθῶσι(“如果它们被阉割”)相结合,描述了刚被阉割的公牛暂时保留生育能力的现象。短语 τὸ φανερὸν 作状语,意为“显然地”或“显而易见地”。

引用这一段

亚里士多德, 动物志 §9.50. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:9.50

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。