§9.49bΤῶν δ’ ὀρνέων πολλὰ μεταβάλλουσι κατὰ τὰς ὥρας καὶ τὸ χρῶμα καὶ τὴν φωνήν, οἷον ὁ κόττυφος ἀντὶ μέλανος ξανθός, καὶ τὴν φωνὴν ἴσχει ἀλλοίαν·
鳥類のうち多くのものは、季節に応じて色彩も歌声も変化させる。 例えばクロウタドリは、黒の代わりに黄色になり、歌声も異なるものを持つようになる。
ἐν μὲν γὰρ τῷ θέρει ᾄδει, τοῦ δὲ χειμῶνος παταγεῖ καὶ φθέγγεται θορυβῶδες.
というのも、夏にはさえずるが、冬にはカタカタと音を立てて騒がしく鳴くからである。
Μεταβάλλει δὲ καὶ ἡ κίχλη τὸ χρῶμα·
また、ツグミも色彩を変化させる。
τοῦ μὲν γὰρ χειμῶνος ψαρὰ τοῦ δὲ θέρους ποικίλα τὰ περὶ τὸν αὐχένα ἴσχει·
すなわち、冬には灰色であるが、夏には首の周りに斑模様を持つようになる。
τὴν μέντοι φωνὴν οὐδὲν μεταβάλλει.
ただし、歌声は全く変化させない。
Ἡ δ’ ἀηδὼν ᾄδει μὲν συνεχῶς ἡμέρας καὶ νύκτας δεκαπέντε, ὅταν τὸ ὄρος ἤδη δασύνηται·
サヨナキドリは、山がすでに葉を茂らせるころに、十五日間の昼と夜を絶え間なくさえずる。
μετὰ δὲ ταῦτα ᾄδει μέν, συνεχῶς δ’ οὐκέτι.
そののちは、さえずるものの、もはや絶え間なくではない。
Τοῦ δὲ θέρους προϊόντος ἄλλην ἀφίησι φωνὴν καὶ οὐκέτι παντοδαπὴν οὐδὲ τραχεῖαν καὶ ἐπιστρεφῆ ἀλλ’ ἁπλῆν, καὶ τὸ χρῶμα μεταβάλλει, καὶ ἔν γε Ἰταλίᾳ τὸ ὄνομα ἕτερον καλεῖται περὶ τὴν ὥραν ταύτην.
夏が進むにつれて、別の声を発するようになり、もはや多様でもなく、鋭くも深くもない、ただ単純な声を出し、色彩も変化させる。 そしてイタリアにおいては、この季節のころには別の名前で呼ばれる。
Φαίνεται δ’ οὐ πολὺν χρόνον·
この鳥は長い時間姿を現さない。
φωλεῖ γάρ.
巣にこもるからである。
Μεταβάλλουσι δὲ καὶ οἱ ἐρίθακοι καὶ οἱ καλούμενοι φοινίκουροι ἐξ ἀλλήλων·
また、ヨーロッパコマドリと、いわゆるシロハラジョウビタキは、互いに変化し合う。
ἔστι δ’ ὁ μὲν ἐρίθακος χειμερινόν, οἱ δὲ φοινίκουροι θερινοί, διαφέρουσι δ’ ἀλλήλων οὐθὲν ὡς εἰπεῖν ἀλλ’ ἢ τῇ χρόᾳ μόνον.
コマドリは冬の鳥であり、ジョウビタキは夏の鳥であるが、色彩を除いては互いに言うに足りるほどの違いはない。
Ὡσαύτως δὲ καὶ αἱ συκαλίδες καὶ οἱ μελαγκόρυφοι·
同様に、ズグロムシクイとコガラもそうである。
καὶ γὰρ οὗτοι μεταβάλλουσιν εἰς ἀλλήλους.
これらもまた互いに変化し合うからである。
Γίνεται δ’ ἡ μὲν συκαλὶς περὶ τὴν ὀπώραν, ὁ δὲ μελαγκόρυφος εὐθέως μετὰ τὸ φθινόπωρον.
ズグロムシクイは晩夏のころに現れ、コガラは秋が過ぎてすぐに現れる。
Διαφέρουσι δὲ καὶ οὗτοι οὐθὲν ἀλλήλων πλὴν τῇ χρόᾳ καὶ τῇ φωνῇ.
これらもまた、色彩と声以外には互いに何の違いもない。
Ὅτι δ’ ὁ αὐτός ἐστιν ὄρνις, ἤδη ὦπται περὶ τὴν μεταβολὴν ἑκάτερον τὸ γένος τοῦτο, οὔπω δὲ τελέως μεταβεβληκότα οὐδ’ ἐν θατέρῳ εἴδει ὄντα.
これらが同じ鳥であるということは、この両方の種類について、すでに変化の途上にあり、まだ完全に変化しきっておらず、どちらか一方の姿にもなりきっていない状態で観察されている。
Οὐδὲν δ’ ἄτοπον εἰ ἐπὶ τούτων αἱ φωναὶ μεταβάλλουσιν ἢ τὰ χρώματα, ἐπεὶ καὶ ἡ φάττα τοῦ μὲν χειμῶνος οὐ φθέγγεται (πλὴν ἤδη ποτὲ εὐδίας ἐκ χειμῶνος σφοδροῦ γενομένης ἐφθέγξατο καὶ ἐθαυμαστώθη ὑπὸ τῶν ἐμπείρων), ἀλλ’ ὅταν ἔαρ γένηται, τότε ἄρχεται φωνεῖν.
これらの鳥において声や色彩が変化することは何ら奇妙ではない。 なぜなら、モリバトも、冬の間は鳴かないが(ただし、かつて激しい冬から突然の晴天が訪れたときに鳴いたことがあり、経験者たちに驚かれた)、春になると、そのときに鳴き始めるからである。
Τὸ δ’ ὅλον τὰ ὄρνεα καὶ μάλιστα καὶ πλείστας ἀφίησι φωνάς, ὅταν ὦσι περὶ τὴν ὀχείαν.
一般的に、鳥類が最も多く、また最も多くの声を発するのは、交尾の時期である。
Μεταβάλλει δὲ καὶ ὁ κόκκυξ τὸ χρῶμα καὶ τῇ φωνῇ οὐ σαφηνίζει, ὅταν μέλλῃ ἀφανίζεσθαι·
カッコウもまた色彩を変化させ、姿を消そうとするときには声が明瞭でなくなる。
ἀφανίζεται δ’ ὑπὸ κύνα, φανερὸς δὲ γίνεται ἀπὸ τοῦ ἔαρος ἀρξάμενος μέχρι κυνὸς ἐπιτολῆς.
シリウスが昇るころに姿を消し、春の始まりからシリウスの出にいたるまで姿を現す。
Ἀφανίζεται δὲ καὶ ἣν καλοῦσί τινες οἰνάνθην ἀνίσχοντος τοῦ σειρίου, δυομένου δὲ φαίνεται·
また、ある人々がサバクヒタキと呼ぶ鳥も、シリウスが昇るときに姿を消し、それが沈むときに姿を現す。
φεύγει δὲ ὁτὲ μὲν τὰ ψύχη ὁτὲ δὲ τὴν ἀλέαν.
彼女はあるときは寒さを避け、あるときは暑さを避ける。
Μεταβάλλει δὲ καὶ ὁ ἔποψ τὸ χρῶμα καὶ τὴν ἰδέαν, ὥσπερ πεποίηκεν Αἰσχύλος ἐν τοῖσδε.
ヤツガシラも色彩と姿を変化させる。 それはアイスキュロスが以下の詩で詠んでいる通りである。
Τοῦτον δ’ ἐπόπτην ἔποπα τῶν αὑτοῦ κακῶν
πεποικίλωκε, κἀποδηλώσας ἔχει
θρασὺν πετραῖον ὄρνιν ἐν παντευχίᾳ,
ὃς ἦρι μὲν φαίνοντι διαπάλλει πτερόν
κίρκου λεπάργου.
「このヤツガシラを、自らの災いの監視者として、(ゼウスは)斑の衣をまとわせ、武具をまとった大胆な岩場の鳥として示した。 彼は、春が現れると、白いタカの羽をはためかせる。
Δύο γὰρ οὖν μορφὰς φανεῖ,
παιδός τε χαὑτοῦ νηδύος μιᾶς ἄπο.
というのも、彼は一つの母の胎から、自らの子と自分自身という二つの姿を示すからである。
Νέας δ’ ὀπώρας ἡνίκ’ ἂν ξανθῇ στάχυς,
στικτή νιν αὖθις ἀμφινωμήει πτέρυξ.
そして新しい収穫期に、麦の穂が黄色くなるとき、再び、斑の羽が彼を包む。
ἀεὶ δὲ μίσει τῶνδ’ ἄπ’ ἄλλον εἰς τόπον
δρυμοὺς ἐρήμους καὶ πάγους ἀποικίσει.
そして彼は、これらへの憎しみから、常に寂しい森や凍てつく山へと別の場所へ移り住むであろう。
Εἰσὶ δὲ τῶν ὀρνίθων οἱ μὲν κονιστικοί, οἱ δὲ λοῦσται, οἱ δ’ οὔτε κονιστικοὶ οὔτε λοῦσται.
」鳥類の中には、砂浴びをするもの、水浴びをするもの、そしてそのいずれもしないものがいる。
Ὅσοι μὲν μὴ πτητικοὶ ἀλλ’ ἐπίγειοι, κονιστικοί, οἷον ἀλεκτορίς, πέρδιξ, ἀτταγήν, κορύδαλος, φασιανός·
飛ぶのが得意でなく地上にいるものの多くは砂浴びをする。 例えば、ニワトリ、ウズラ、ヤマウズラ、ヒバリ、キジなどである。
τῶν δ’ εὐθυωνύχων ἔνιοι, καὶ ὅσοι περὶ ποταμὸν ἢ ἕλη ἢ θάλασσαν διατρίβουσι, λοῦνται·
他方、真っ直ぐな爪を持つ鳥の一部や、川や湿地、海の近くで過ごすものは水浴びをする。
οἱ δ’ ἄμφω, καὶ κονίονται καὶ λοῦνται, οἷον περιστερὰ καὶ στρουθός·
その両方を行うもの、すなわち砂浴びも水浴びもするものは、ハトやスズメなどである。
τῶν δὲ γαμψωνύχων οἱ πολλοὶ οὐδέτερον.
鉤爪を持つ鳥の多くは、そのどちらもしない。
Ταῦτα μὲν οὖν τοῦτον ἔχει τὸν τρόπον, ἴδιον δ’ ἐνίοις συμβαίνει τῶν ὀρνιθίων τὸ ἀποψοφεῖν, οἷον καὶ ταῖς τρυγόσιν·
さて、これらのことはこのようになっているが、いくつかの小鳥には、お尻から音を出すという独特の習性がある。 例えばキジバトなどがそうである。
ποιοῦνται δὲ καὶ περὶ τὴν ἕδραν κίνησιν οἱ τοιοῦτοι ἰσχυρὰν ἅμα τῇ φωνῇ.
このような鳥たちは、鳴き声と同時に、お尻のあたりを激しく動かす。