Humanitext Reader

アリストテレス · 動物誌 §9.45-9.46

ボナソスの自衛手段とゾウの知性や生態

177 / 189 箇所 · ギリシア語

要旨

第45章では野生の牛の一種であるボナソスの生態、特にその肉の美味さや独特な糞を用いた自衛手段について述べられ、第46章では野生動物の中で最も従順とされるゾウの驚くべき知性、寿命、寒さへの弱さや水辺での行動について説明されている。

§9.45Ὁ δὲ βόνασος γίνεται μὲν ἐν τῇ Παιονίᾳ ἐν τῷ ὄρει τῷ Μεσσαπίῳ, ὃ ὁρίζει τὴν Παιονικὴν καὶ τὴν Μαιδικὴν χώραν, καλοῦσι δ’ αὐτὸν οἱ Παίονες μόναπον.
ボナソスは、パイオニア地方の、パイオニアとマイディケの地界をなすメッサピオン山に生息しており、パイオニア人はこれをモナポスと呼んでいる。
Τὸ δὲ μέγεθός ἐστιν ἡλίκον ταῦρος, καὶ ἔστιν ὀγκωδέστερον ἢ βοῦς·
その大きさは雄牛ほどであるが、牛よりもずんぐりしている。
οὐ γὰρ πρόμηκές ἐστιν.
前後に長くないからである。
Τὸ δὲ δέρμα αὐτοῦ κατέχει εἰς ἑπτάκλινον ἀποταθέν.
その皮は、引き伸ばすと7人掛けの寝椅子を置ける部屋を覆うほどである。
Καὶ τὸ ἄλλο δὲ εἶδος ὅμοιον βοΐ, πλὴν χαίτην ἔχει μέχρι τῆς ἀκρωμίας ὥσπερ ἵππος·
その他の姿も牛に似ているが、馬のように肩先までたてがみがある。
μαλακωτέρα δ’ ἡ θρὶξ τῆς τοῦ ἵππου, καὶ προσεσταλμένη μᾶλλον.
ただし、その毛は馬の毛よりも柔らかく、より体に密着している。
Χρῶμα δ’ ἔχει τοῦ τριχώματος ξανθόν·
毛の色は淡黄色である。
βαθεῖα δὲ καὶ μέχρι τῶν ὀφθαλμῶν καθήκουσα ἡ χαίτη ἐστὶ καὶ πυκνή.
たてがみは深く、目まで垂れ下がっており、濃密である。
Τὸ δὲ χρῶμα ἔχει τι μέσον τεφροῦ καὶ πυρροῦ, οὐχ οἷον αἱ παρῶαι ἵπποι καλούμεναι, ἀλλ’ αὐχμηροτέραν τὴν τρίχα, κάτωθεν ἐριώδη·
その色は灰褐色と赤褐色の間で、いわゆるパローアイ(栗毛)の馬のようではなく、毛はよりパサパサしており、下の方は羊毛のようである。
μέλανες δ’ ἢ πυρροὶ σφόδρα οὐ γίνονται.
真っ黒にも、非常に赤い色にもならない。
Φωνὴν δ’ ὁμοίαν ἔχουσι βοΐ, κέρατα δὲ γαμψά, κεκαμμένα πρὸς ἄλληλα καὶ ἄχρηστα πρὸς τὸ ἀμύνεσθαι, τῷ μεγέθει σπιθαμιαῖα ἢ μικρῷ μείζω, πάχος δ’ ὥστε χωρῆσαι μὴ πολλῷ ἔλαττον ἡμίχουν ἑκάτερον·
声は牛に似ており、角は曲がっていて、互いに内側に向かって湾曲しており、自衛には役に立たない。 大きさは1スパンか、それよりわずかに大きく、太さはそれぞれ、半フースよりわずかに少ない量を容れるのに十分なほどである。
ἡ δὲ μελανία καλὴ καὶ λιπαρὰ τοῦ κέρατος.
角の黒さは美しく艶がある。
Τὸ δὲ προκόμιον καθήκει ἐπὶ τοὺς ὀφθαλμούς, ὥστ’ εἰς τὸ πλάγιον παρορᾶν μᾶλλον ἢ εἰς τὸ πρόσθεν.
前髪が目の上まで垂れ下がっており、そのため前方よりもむしろ側方をよく見る。
Ὀδόντας δὲ τοὺς ἄνωθεν οὐκ ἔχει, ὥσπερ οὐδὲ βοῦς οὐδ’ ἄλλο τῶν κερατοφόρων οὐδέν, σκέλη δὲ δασέα·
上歯はなく、これは牛や他のどの有角動物とも同様である。
καὶ ἔστι διχαλόν·
脚は毛深く、蹄は二つに割れている。
κέρκον δ’ ἐλάττω ἢ κατὰ τὸ μέγεθος, ὁμοίαν τῇ τοῦ βοός.
尾は体格に比して小さく、牛の尾に似ている。
Καὶ ἀναρρίπτει τὴν κόνιν καὶ ὀρύττει ὥσπερ ταῦρος.
そして、雄牛のように土煙を巻き上げ、穴を掘る。
Δέρμα δ’ ἔχει πρὸς τὰς πληγὰς ἰσχυρόν.
打撃に対して強い皮を持っている。
Ἔστι δ’ ἡδύκρεων, διὸ καὶ θηρεύουσιν αὐτό.
肉は美味であり、それゆえ人々はこれを狩る。
Ὅταν δὲ πληγῇ, φεύγει, καὶ ὑπομένει ὅταν ἐξατονῇ.
傷を負わされると逃げるが、力尽きると立ち止まって持ちこたえる。
Ἀμύνεται δὲ λακτίζων καὶ προσαφοδεύων καὶ εἰς τέτταρας ὀργυιὰς ἀφ’ ἑαυτοῦ ῥίπτων·
後ろ足で蹴り、糞を引っかけることで身を守り、それを自分から4オルギュイア先まで放ち飛ばす。
ῥᾳδίως δὲ χρῆται τούτῳ καὶ πολλάκις, καὶ ἐπικαίει ὥστε ἀποψήχεσθαι τὰς τρίχας τῶν κυνῶν.
これを容易に、かつ頻繁に行い、それは犬の毛を焦がして抜け落ちさせるほど熱い。
Τεταραγμένου μὲν οὖν καὶ φοβουμένου τοῦτο ποιεῖ ἡ κόπρος, ἀταράκτου δ’ ὄντος οὐκ ἐπικαίει.
興奮して恐れているときには、糞はこの作用をもたらすが、興奮していないときには焦がさない。
Ἡ μὲν οὖν ἰδέα τοῦ θηρίου καὶ ἡ φύσις τοιαύτη τίς ἐστιν·
さて、この獣の姿と性質はこのようなものである。
ὅταν δ’ ὥρα ᾖ τοῦ τίκτειν, ἀθρόοι τίκτουσιν ἐν τοῖς ὄρεσιν.
出産期になると、山の中で一斉に出産する。
Περὶ δὲ τὸν τόπον ἀφοδεύουσι πρότερον πρὶν τεκεῖν, καὶ ποιοῦσιν οἷον περίβολον·
産む前に、彼らはその場所の周りに糞をし、いわば囲いを作る。
προΐεται γὰρ τὸ θηρίον πολύ τι πλῆθος τούτου τοῦ περιττώματος.
この獣は非常に大量のこの排泄物を放出するからである。
§9.46Πάντων δὲ τιθασσότατον καὶ ἡμερώτατον τῶν ἀγρίων ἐστὶν ὁ ἐλέφας·
野生動物の中で最も従順で飼い慣らしやすいのはゾウである。
πολλὰ γὰρ καὶ παιδεύεται καὶ ξυνίησιν, ἐπεὶ καὶ προσκυνεῖν διδάσκονται τὸν βασιλέα.
多くのことを教え込まれ、また理解するからである。 王にひれ伏すことさえ教えられるほどである。
Ἔστι δὲ καὶ εὐαίσθητον καὶ τῇ συνέσει τῇ ἄλλῃ ὑπερβάλλον.
また、感覚が鋭く、その他の知性においても際立っている。
Ὃ δ’ ἂν ὀχεύσῃ καὶ ἔγκυον ποιήσῃ, τούτου πάλιν οὐχ ἅπτεται.
一度交尾して妊娠させた雌には、二度と手を出さない。
Ζῆν δέ φασι τὸν ἐλέφαντα οἱ μὲν ἔτη διακόσια, οἱ δ’ ἑκατὸν εἴκοσι, καὶ τὴν θήλειαν ἴσα σχεδὸν τῷ ἄρρενι, ἀκμάζειν δὲ περὶ ἔτη ἑξήκοντα, πρὸς δὲ τοὺς χειμῶνας καὶ τὰ ψύχη δύσριγον εἶναι.
ゾウの寿命について、ある者は200年、ある者は120年と言い、雌も雄とほぼ同じだけ生きるという。 全盛期は60歳頃であり、冬や寒さには弱い。
Ἔστι δὲ τὸ ζῷον παραποτάμιον, οὐ ποτάμιον.
この動物は川沿いに住むものであり、川の中に住むものではない。
Ποιεῖται δὲ καὶ διὰ τοῦ ὕδατος τὴν πορείαν, ἕως τούτου δὲ προέρχεται ἕως ἂν ὁ μυκτὴρ ὑπερέχῃ αὐτοῦ·
水の中を通って進むこともあるが、鼻が水面上に出ている深さまでしか進まない。
ἀναφυσᾷ γὰρ διὰ τούτου καὶ τὴν ἀναπνοὴν ποιεῖται.
鼻を通して息を吹き出し、呼吸を行うからである。
Νεῖν δ’ οὐ πάνυ δύναται διὰ τὸ τοῦ σώματος βάρος.
体の重さのために、泳ぐことは全くできない。

語釈・文法注

  1. 9.45κατέχει εἰς ἑπτάκλινον ἀποταθέν — `κατέχει` は自動詞的に「(十分な広さを)占める、覆う」の意味で用いられている。`ἀποταθέν` は受動態回帰の意味を持つ中受動分詞 `ἀποτείνω`(引き伸ばす)の1格中性単数で、主語 `τὸ δέρμα`(皮)に係る。`ἑπτάκλινον` は名詞化された中性単数(7つの寝椅子を置ける食事部屋の広さ)で、皮が引き伸ばされた際の到達する広さを表している。
  2. 9.45ὥστε χωρῆσαι μὴ πολλῷ ἔλαττον ἡμίχουν ἑκάτερον — 結果・程度を表す `ὥστε` と不定詞 `χωρῆσαι`(容れる、収容する)の構文。`ἡμίχουν`(半フース、約1.6リットルの容積単位)は `χωρῆσαι` の直接目的語(対格)。`μὴ πολλῷ ἔλαττον` は「それほど少なくない」という意味で、与格 `πολλῷ` は差異の程度を表す(「多くによって少なくない」)。
  3. 9.45καὶ ἐπικαίει ὥστε ἀποψήχεσθαι τὰς τρίχας τῶν κυνῶν — `ἐπικαίει` は自動詞的に「(熱くて)焦がす、火傷させる」の意味で用いられている。主語は前文の `ἡ κόπρος`(糞)である。`ὥστε` +不定詞 `ἀποψήχεσθαι`(抜け落ちる、擦り切れる)は結果を表し、その意味上の主語は対格 `τὰς τρίχας` である。
  4. 9.46ἕως τούτου δὲ προέρχεται ἕως ἂν ὁ μυκτὴρ ὑπερέχῃ αὐτοῦ — 相関構造 `ἕως τούτου... ἕως ἂν...`(〜する限りのところまで)が用いられている。前者の `ἕως` は「〜まで」という制限を示す前置詞的に働き、指示代名詞属格 `τούτου` を伴う。後者の `ἕως ἂν` は接続法 `ὑπερέχῃ` を伴って「〜する限りは(いつでも)」という時間的・限定的条件節を形成する。

この箇所を引用する

アリストテレス, 動物誌 §9.45-9.46. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:9.45-9.46

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。