§9.47Οἱ δὲ κάμηλοι οὐκ ἀναβαίνουσιν ἐπὶ τὰς μητέρας, ἀλλὰ κἂν βιάζηταί τις, οὐ θέλουσιν.
骆驼不与母亲交配,即使有人强迫,它们也不愿意。
Ἤδη γάρ ποτε ἐπεὶ οὐκ ἦν ὀχεῖον, ὁ ἐπιμελητὴς περικαλύψας τὴν μητέρα ἐφῆκε τὸν πῶλον·
过去曾有一次,因为没有种骆驼,饲养员便蒙住母骆驼,放出了小骆驼。
ὡς δ’ ὀχεύσαντος ἀπέπεσε, τότε μὲν ἀπετέλεσε τὴν συνουσίαν, μικρὸν δ’ ὕστερον δακὼν τὸν καμηλίτην ἀπέκτεινεν.
在它交配完后,蒙布落了下来,它当时虽然完成了交配,但不久之后,它咬了骆驼饲养员并把他咬死了。
Λέγεται δὲ καὶ τῷ Σκυθῶν βασιλεῖ γενέσθαι ἵππον γενναίαν, ἐξ ἧς ἅπαντας ἀγαθοὺς γίνεσθαι τοὺς ἵππους·
据说,斯基泰国王曾有一匹良种牝马,它所产的所有马匹都非常优秀。
τούτων ἐκ τοῦ ἀρίστου βουλόμενον γεννῆσαι ἐκ τῆς μητρὸς προσαγαγεῖν, ἵν’ ὀχεύσῃ· τὸν δ’ οὐ θέλειν·
国王希望用这些马中最优秀的一匹与其母亲交配以繁衍后代,于是把它牵来交配,但它不愿意。
περικαλυφθείσης δὲ λαθόντα ἀναβῆναι·
然而,当母马被蒙住后,它在不知情的情况下骑了上去。
ὡς δ’ ὀχεύσαντος ἀπεκαλύφθη τὸ πρόσωπον τῆς ἵππου, ἰδόντα τὸν ἵππον φεύγειν καὶ ῥῖψαι ἑαυτὸν κατὰ τῶν κρημνῶν.
交配后,母马脸上的蒙布被揭开,那匹马看见了,便逃跑并跳下了悬崖。
§9.48Τῶν δὲ θαλασσίων πλεῖστα λέγεται σημεῖα περὶ τοῦς δελφῖνας πραότητος καὶ ἡμερότητος, καὶ δὴ καὶ πρὸς παῖδας ἔρωτες καὶ ἐπιθυμίαι καὶ περὶ Τάραντα καὶ Καρίαν καὶ ἄλλους τόπους.
在海洋动物中,据说关于海豚温和与驯良的证据最多,尤其是它们在塔兰托、卡里亚及其他地方对男孩们的爱慕与依恋。
Περὶ Καρίαν γὰρ ληφθέντος δελφῖνος καὶ τραύματα λαβόντος ἀθρόον ἐλθεῖν λέγεται πλῆθος δελφίνων εἰς τὸν λιμένα, μέχριπερ ὁ ἁλιεὺς ἀφῆκεν· τότε δὲ πάλιν ἅμα πάντες ἀπῆλθον.
因为在卡里亚附近,有一只海豚被捕获并受伤时,据说有大群海豚一同涌入港口,直到渔夫将它释放;那时,它们又全部一起离开了。
Καὶ τοῖς μικροῖς δελφῖσιν ἀκολουθεῖ τις ἀεὶ τῶν μεγάλων φυλακῆς χάριν.
并且,总有一只大海豚跟随在小海豚后面以作保护。
Ἤδη δ’ ὦπται δελφίνων μεγάλων ἀγέλη ἅμα καὶ μικρῶν· τούτων δ’ ἀπολειπόμενοί τινες δύο οὐ πολὺ ἐφάνησαν δελφινίσκον μικρὸν τεθνηκότα, ὅτ’ εἰς βυθὸν φέροιτο, ὑπονέοντες καὶ μετεωρίζοντες τῷ νώτῳ οἷον κατελεοῦντες, ὥστε μὴ καταβρωθῆναι ὑπό τινος τῶν ἄλλων θηρίων.
人们曾见过大大小小的海豚群;其中有两只落后不远的海豚,当一只死去的小海豚向海底沉去时,它们在下面游动并用背部将其托起,仿佛在怜悯它,以免它被其他任何野兽吞食。
Λέγεται δὲ καὶ περὶ ταχυτῆτος ἄπιστα τοῦ ζῴου· ἁπάντων γὰρ δοκεῖ εἶναι ζῴων τάχιστον, καὶ τῶν ἐνύδρων καὶ τῶν χερσαίων, καὶ ὑπεράλλονται δὲ πλοίων μεγάλων ἱστούς.
据说关于这种动物的速度也有令人难以置信的说法;因为它似乎是所有动物中最快的,无论水生还是陆生,它们甚至能跃过大船的桅杆。
Μάλιστα δὲ τοῦτ’ αὐτοῖς συμβαίνει, ὅταν διώκωσί τινα ἰχθὺν τροφῆς χάριν· τότε γάρ, ἐὰν ἀποφεύγῃ, συνακολουθοῦσιν εἰς βυθὸν διὰ τὸ πεινῆν, ὅταν δ’ αὐτοῖς μακρὰ γίνηται ἡ ἀναστροφή, κατέχουσι τὸ πνεῦμα ὥσπερ ἀναλογισάμενοι, καὶ συστρέψαντες ἑαυτοὺς φέρονται ὥσπερ τόξευμα, τῇ ταχυτῆτι τὸ μῆκος διελθεῖν βουλόμενοι πρὸς τὴν ἀναπνοήν, καὶ ὑπεράλλονται τοὺς ἱστούς, ἐὰν παρατυγχάνῃ που πλοῖον.
这种情况尤其发生在它们为了食物而追逐某种鱼类时;那时,如果鱼逃跑,它们会因为饥饿而跟随其潜入深海,而当它们折返的路程变得很长时,它们会像算计好了一样屏住呼吸,蜷缩身体,像箭一样射出,希望能以最快的速度越过这段距离以便呼吸,若附近刚好有船,它们甚至会跃过船桅。
Ταὐτὸν δὲ ποιοῦσι καὶ οἱ κατακολυμβηταί, ὅταν εἰς βυθὸν ἑαυτοὺς ἀφῶσιν· κατὰ τὴν ἑαυτῶν γὰρ δύναμιν καὶ οὗτοι ἀναφέρονται συστρέψαντες.
潜水员在潜入深海时也会做同样的事;因为他们也会根据自己的力量,在蜷缩身体后浮上来。
Διατρίβουσι δὲ μετ’ ἀλλήλων κατὰ συζυγίας οἱ ἄρρενες ταῖς θηλείαις.
雄海豚和雌海豚成双成对地共同生活。
Διαπορεῖται δὲ περὶ αὐτῶν διὰ τί ἐξοκέλλουσιν εἰς τὴν γῆν· ποιεῖν γάρ φασι τοῦτ’ αὐτοὺς ἐνίοτε, ὅταν τύχωσι, δι’ οὐδεμίαν αἰτίαν.
关于它们为何会在陆地上搁浅,这是一个谜;因为据说它们有时会无缘无故地、偶然地这样做。
§9.49Ὥσπερ δὲ τὰς πράξεις κατὰ τὰ πάθη συμβαίνει ποιεῖσθαι πᾶσι τοῖς ζῴοις, οὕτω πάλιν καὶ τὰ ἤθη μεταβάλλουσι κατὰ τὰς πράξεις, πολλάκις δὲ καὶ τῶν μορίων ἔνια, οἷον ἐπὶ τῶν ὀρνίθων συμβαίνει.
正如所有动物都会根据其情感来采取行动一样,它们也会根据自己的行动来改变习性,甚至往往连身体的某些部位也会改变,正如在鸟类身上发生的那样。
Αἵ τε γὰρ ἀλεκτορίδες ὅταν νικήσωσι τοὺς ἄρρενας, κοκκύζουσί τε μιμούμεναι τοὺς ἄρρενας καὶ ὀχεύειν ἐπιχειροῦσι, καὶ τό τε κάλλαιον ἐξαίρεται αὐταῖς καὶ τὸ οὐροπύγιον, ὥστε μὴ ῥᾳδίως ἂν ἐπιγνῶναι ὅτι θήλειαί εἰσιν· ἐνίαις δὲ καὶ πλῆκτρά τινα μικρὰ ἐπανέστη.
因为母鸡在战胜公鸡时,会模仿公鸡啼叫并试图进行交配,它们的肉冠和尾部都会变大,以至于人们不易认出它们是母鸡;有些母鸡甚至会长出小距。
Ἤδη δὲ καὶ τῶν ἀρρένων τινὲς ὤφθησαν ἀπολομένης τῆς θηλείας αὐτοὶ περὶ τοὺς νεοττοὺς τὴν τῆς θηλείας ποιούμενοι σκευωρίαν, περιάγοντές τε καὶ ἐκτρέφοντες οὕτως ὥστε μήτε κοκκύζειν ἔτι μήτ’ ὀχεύειν ἐπιχειρεῖν.
而且,已经有人看到有些公鸡在母鸡死后,自己承担起母鸡对雏鸡的看护职责,带着它们并抚养它们,以至于它们不再啼叫,也不再试图交配。
Γίνονται δὲ καὶ θηλυδρίαι ἐκ γενετῆς τῶν ὀρνίθων τινὲς οὕτως ὥστε καὶ ὑπομένειν τοὺς ἐπιχειροῦντας ὀχεύειν.
在鸟类中,也有一些生来就具有雌性化特征的雄鸟,甚至会顺从那些企图与它们交配的雄鸟。