§9.42αἱ δ’ ἀνθρῆναι ζῶσι μὲν οὐκ ἀνθολογούμεναι ὥσπερ αἱ μέλιτται, ἀλλὰ τὰ πολλὰ σαρκοφαγοῦσαι (διὸ καὶ περὶ τὴν κόπρον διατρίβουσιν·
アナバチは、ミツバチのように花から蜜を集めて生きるのではなく、その大部分は肉食をして生きている。 (そのため、彼らは糞の周りで時間を過ごす。
θηρεύουσι γὰρ τὰς μεγάλας μυίας, καὶ ὅταν καταλάβωσιν, ἀφελοῦσαι τὴν κεφαλὴν ἀποπέτονται φέρουσαι τὸ σῶμα τὸ λοιπόν), ἅπτονται δὲ καὶ τῆς γλυκείας ὀπώρας.
というのも、彼らは大きなハエを狩り、捕まえると、頭を切り落として、残りの体を持って飛び去るからである。 )また、彼らは甘い果物にも取り付く。
Τροφῇ μὲν οὖν χρῶνται τῇ εἰρημένῃ, ἔχουσι δ’ ἡγεμόνας ὥσπερ αἱ μέλιτται καὶ οἱ σφῆκες·
このように、彼らは上述の食物を用いるが、ミツバチやスズメバチと同様に支配者を持っている。
καὶ οἱ ἡγεμόνες οὗτοι μείζονές εἰσι τῷ μεγέθει κατὰ λόγον πρὸς τὰς ἀνθρήνας ἢ ὁ τῶν σφηκῶν πρὸς τοὺς σφῆκας καὶ ὁ τῶν μελιττῶν πρὸς τὰς μελίττας.
そして、これらの支配者は、アナバチに対する大きさが、スズメバチに対するスズメバチの支配者や、ミツバチに対するミツバチの支配者の比率に比べて、比例的に大きい。
Διατρίβει δ’ ἔσω καὶ οὗτος, ὥσπερ ὁ τῶν σφηκῶν ἡγεμών.
そして、この支配者も、スズメバチの支配者と同様に、内部に留まる。
Ποιοῦσι δὲ τὸ σμῆνος ὑπὸ γῆν αἱ ἀνθρῆναι, ἐκφέρουσαι τὴν γῆν ὥσπερ οἱ μύρμηκες·
アナバチは地中に巣を作り、アリのように土を運び出す。
ἀφεσμὸς γάρ, ὥσπερ τῶν μελιττῶν, οὐ γίνεται οὔτε τούτων οὔτε τῶν σφηκῶν, ἀλλ’ ἀεὶ ἐπιγινόμεναι νεώτεραι αὐτοῦ μένουσι καὶ τὸ σμῆνος μεῖζον ποιοῦσιν ἐκφέρουσαι τὸν χοῦν.
というのも、ミツバチのような分蜂は、彼らにもスズメバチにも起こらず、常に新しく生まれてくる若いものがそこに留まり、土を運び出すことによって巣をより大きくするからである。
Γίνεται δὲ μεγάλα τὰ σμήνη·
そして巣は大きくなる。
ἤδη γὰρ εὐθηνοῦντος σμήνους κόφινοι τρεῖς καὶ τέτταρες ἐξῄρηνται κηρίων.
実際、かつて繁栄している巣から、3つあるいは4つの籠分の巣板が取り出されたことがある。
Ὀὐδὲ τροφὴν δ’, ὥσπερ αἱ μέλιτται, ἀποτίθενται, ἀλλὰ φωλεύουσι τὸν χειμῶνα, αἱ δὲ πλεῖσται ἀποθνήσκουσιν·
また、彼らはミツバチのように食物を蓄えることもしない。 むしろ彼らは冬の間冬眠し、その大半は死んでしまう。
εἰ δὲ καὶ πᾶσαι, οὔπω δῆλον.
しかし、すべてが死ぬのかどうかは、まだ明らかではない。
Οἱ δ’ ἡγεμόνες πλείους ἑνὸς οὐ γίνονται ἐν τοῖς σμήνεσιν, ὥσπερ ἐν τοῖς τῶν μελιττῶν, οἳ διασπῶσι τὰ σμήνη τῶν μελιττῶν.
そして巣の中には、支配者は一匹より多くなることはない。 これはミツバチの巣におけるのと同様であり、彼ら(ミツバチの支配者たち)はミツバチの群れを分裂させる。
Ὅταν δὲ πλανηθῶσί τινες τῶν ἀνθρηνῶν ἀπὸ τοῦ σμήνους, συστραφεῖσαι πρός τινα ὕλην ποιοῦσι κηρία, οἷάπερ καὶ ὁρᾶται ἐπιπολῆς ὄντα πολλάκις, καὶ ἐν τούτῳ ἐργάζονται ἡγεμόνα ἕνα·
しかし、アナバチの何匹かが巣から迷い出たとき、彼女らはある樹木に集まって巣板を作る。 それはしばしば地表に見られるようなものであり、その中で一匹の支配者を育て上げる。
οὗτος δ’ ἐπὰν ἐξέλθῃ καὶ αὐξήσῃ, ἀπάγει λαβὼν καὶ κατοικίζει μεθ’ αὑτοῦ εἰς σμῆνος.
そしてこの支配者が外に出て成長すると、彼女らを引き連れて立ち去り、自らとともに一つの巣に定住させる。
Περὶ δ’ ὀχείας τῶν ἀνθρηνῶν οὐδὲν ὦπταί πω, οὐδὲ πόθεν γίνεται ὁ γόνος.
アナバチの交尾についてはまだ何も観察されておらず、その幼虫がどこから生じるのかも分かっていない。
Ἐν μὲν οὖν ταῖς μελίτταις ἄκεντροί εἰσι καὶ οἱ κηφῆνες καὶ οἱ βασιλεῖς, καὶ τῶν σφηκῶν ἔνιοι ἄκεντροί εἰσι, καθάπερ εἴρηται πρότερον·
さて、ミツバチにおいては、雄バチも王たち(支配者たち)も針を持たず、スズメバチの中にも、以前に述べたように針を持たないものがいる。
αἱ δ’ ἀνθρῆναι πᾶσαι φαίνονται κέντρον ἔχουσαι.
しかし、アナバチはすべて針を持っているように見える。
Ἐπισκεπτέον δὲ μᾶλλον καὶ περὶ τοῦ ἡγεμόνος, εἰ κέντρον ἔχει ἢ μή.
ただ、支配者が針を持っているかどうかについては、さらに調査されるべきである。
§9.43Οἱ δὲ βομβύλιοι τίκτουσιν ὑπὸ πέτρας ἐπ’ αὐτῆς τῆς γῆς, θυρίσι δυσὶν ἢ μικρῷ πλείοσιν·
マルハナバチは、岩の下の、地表そのものの上に、2つかそれより少し多い出入り口を持つ巣を作って、卵を産む。
εὑρίσκεται δὲ καὶ μέλιτος ἀρχὴ φαύλου τινὸς ἐν τούτοις.
そして、これらの中には、ある種の粗悪な蜜の始まりも見出される。
Ἡ δὲ τενθρηδὼν προσεμφερὴς μέν ἐστι τῇ ἀνθρήνῃ, ποικίλον δέ, καὶ τὸ πλάτος ὅμοιον τῇ μελίττῃ·
テントレドンはアナバチに似ているが、斑模様であり、その幅はミツバチに似ている。
λίχνον δ’ ὂν καὶ πρὸς τὰ μαγειρεῖα καὶ τοὺς ἰχθύας καὶ τὴν τοιαύτην ἀπόλαυσιν κατὰ μόνας προσπέταται·
食い意地が張っているため、厨房や魚、およびそのような美味に向かって、一匹で飛んでくる。
ἐκτίκτει δὲ κατὰ γῆς ὥσπερ οἱ σφῆκες, πολύχουν δ’ ἐστί, καὶ τὸ τενθρήνιον αὐτῶν πολὺ μεῖζον ἢ τῶν σφηκῶν καὶ προμηκέστερον.
そしてスズメバチのように地中に巣を作り、多くの土を掘り出すが、彼らの巣はスズメバチのそれよりもはるかに大きく、より細長い。
Τὰ μὲν οὖν περὶ τὴν τῶν μελιττῶν καὶ τῶν σφηκῶν καὶ τῶν ἄλλων τῶν τοιούτων ἐργασίαν καὶ τὸν βίον τοῦτον ἔχει τὸν τρόπον.
さて、ミツバチやスズメバチ、およびその他のそのようなものたちの活動と生活に関する事柄はこのようになっている。