Humanitext Reader

アリストテレス · 動物誌 §9.40#4

ミツバチの病気と採餌活動および蜂蜜の生産

172 / 189 箇所 · ギリシア語

要旨

ミツバチに発生する病気とその対策、蜂蜜や蝋の製造工程、花の収集源、そして巣内での役割分担や一日の行動サイクル、天候の予知能力など、養蜂における実践的な観察と生態が詳しく説明される。

§9.40#4Τὰ δὲ νοσήματα ἐμπίπτει μάλιστα εἰς τὰ εὐθηνοῦντα τῶν σμηνῶν, ὅ τε καλούμενος κλῆρος·
病気は、とりわけ繁栄している群れに発生し、いわゆるクレロスと呼ばれるものがそれである。
τοῦτο γίνεται ἐν τῷ ἐδάφει σκωλήκια μικρά, ἀφ’ ὧν αὐξανομένων ὥσπερ ἀράχνια κατίσχει ὅλον τὸ σμῆνος, καὶ σήπεται τὰ κηρία·
これは、床に小さな虫が生じ、それが大きくなるとクモの巣のように巣全体を覆い尽くし、巣板が腐る病気である。
ἄλλο δὲ νόσημα οἷον ἀργία τις γίνεται τῶν μελιττῶν καὶ δυσωδία τῶν σμηνῶν.
もう一つの病気は、ミツバチがある種の怠惰に陥ること、および巣箱が悪臭を放つことである。
Νομὴ δὲ τῶν μελιττῶν τὸ θύμον· ἄμεινον δὲ τὸ λευκὸν τοῦ ἐρυθροῦ.
ミツバチの餌はタイムであり、赤よりも白のほうが良い。
Τόπος δ’ ἐν τῷ πνίγει μὴ ἀλεεινός, ἐν δὲ τῷ χειμῶνι ἀλεεινός.
場所としては、暑い時期には暑くない場所、冬には暖かい場所が良い。
Νοσοῦσι δὲ μάλιστα, ὅταν ἐρυσιβώδη ἐργάζωνται ὕλην.
彼女らは、赤かびを帯びた物質を扱うときに最も病気になりやすい。
Ὅταν δ’ ἄνεμος ᾖ μέγας, φέρουσι λίθον ἐφ’ ἑαυταῖς ἕρμα πρὸς τὸ πνεῦμα.
強い風が吹くときには、風に対抗するための重りとして、自分たちに石を載せて運ぶ。
Πίνουσι δ’, ἂν μὲν ᾖ ποταμὸς πλησίον, οὐδαμόθεν ἄλλοθεν ἢ ἐντεῦθεν, θέμεναι τὸ ἄχθος πρῶτον·
水は、川が近くにあれば他からは飲まずにそこから飲むが、まず重荷を置いてからである。
ἐὰν δὲ μὴ ᾖ, ἑτέρωθεν πίνουσαι ἀνεμοῦσι τὸ μέλι, καὶ εὐθὺς ἐπ’ ἔργον πορεύονται.
もし近くになければ、別の場所から飲んで蜂蜜を吐き出し、すぐに仕事へと赴く。
Τῇ δὲ τοῦ μέλιτος ἐργασίᾳ διττοὶ καιροί εἰσίν, ἔαρ καὶ μετόπωρον·
蜂蜜の仕事には二つの時期があり、春と秋である。
ἥδιον δὲ καὶ λευκότερον καὶ τὸ σύνολον κάλλιόν ἐστι τὸ ἐαρινὸν τοῦ μετοπωρινοῦ.
秋のものよりも春のもののほうが、より甘く、より白く、全体として美しい。
Μέλι δὲ κάλλιον γίνεται ἐκ νέου κηροῦ καὶ ἐκ μόσχου·
蜂蜜は、新しい巣板と、若い芽から採れたものがより美しい。
τὸ δὲ πυρρὸν αἴσχιον διὰ τὸ κηρίον·
赤っぽいものは、巣板のせいで見劣りする。
διαφθείρεται γὰρ ὥσπερ οἶνος ὑπ’ ἀγγείου·
というのも、ワインが容器によって損なわれるように、蜂蜜も損なわれるからである。
διὸ δεῖ ξηραίνειν αὐτό.
それゆえ、それを乾燥させなければならない。
Ὅταν δὲ τὸ θύμον ἀνθῇ καὶ πλῆρες γίνηται τὸ κηρίον, οὐ πήγνυται τοῦτο.
タイムが花を咲かせ、巣板が満たされるとき、これは凝固しない。
Ἔστι δὲ καλὸν τὸ χρυσοειδές· τὸ δὲ λευκὸν οὐκ ἐκ θύμου εἰλικρινοῦς, ἀγαθὸν δὲ πρὸς ὀφθαλμοὺς καὶ ἕλκη.
金色のものは美しく、白いものは純粋なタイムからできたものではないが、目や傷には良い。
Τοῦ δὲ μέλιτος τὸ μὲν ἀσθενὲς ἀεὶ ἄνω ἐπιπολάζει, ὃ δεῖ ἀφαιρεῖν, τὸ δὲ καθαρὸν κάτω.
蜂蜜の弱い部分は常に上に浮き、それを取り除かなければならない。 一方、きれいな部分は下に沈む。
Ὅταν δ’ ἡ ὕλη ἀνθῇ, κηρὸν ἐργάζονται·
原料が花を咲かせるとき、彼女らは蝋を作る。
διὸ ἐκ τοῦ σίμβλου τότ’ ἐξαιρετέον τὸν κηρόν·
それゆえ、そのとき巣箱から蝋を取り出すべきである。
ἐργάζονται γὰρ εὐθύς.
彼女らはすぐにそれを作り出すからである。
Ἀφ’ ὧν δὲ φέρουσιν, ἔστι τάδε, ἀτρακτυλλίς, μελίλωτον, ἀσφόδελος, μυρρίνη, φλεώς, ἄγνος, σπάρτον.
彼女らが運んでくる対象としては、アトラクテュリス、メリロートス、アスフォデロス、ミルテ、フレオース、アグノス、スパルトンがある。
Ὅταν δὲ τὸ θύμον ἐργάζωνται, ὕδωρ μιγνύουσι πρὶν τὸ κηρίον καταλείφειν.
タイムから仕事をするとき、彼女らは巣板を密閉する前に水を混ぜる。
Ἀφοδεύουσι δ’ αἱ μέλιτται πᾶσαι ἢ ἀποπετόμεναι, ὥσπερ εἴρηται, ἢ εἰς ἓν κηρίον.
ミツバチはすべて、すでに述べたように、飛び立ちながらか、あるいは一つの巣板において排泄する。
Εἰσὶ δ’ αἱ μικραὶ ἐργάτιδες μᾶλλον τῶν μεγάλων, ὥσπερ εἴρηται, ἔχουσι δὲ τὰ πτερὰ περιτετριμμένα καὶ χροιὰν μέλαιναν, καὶ ἐπικεκαυμέναι·
すでに述べたように、小さな働きバチのほうが大きなものよりも働き者であり、彼女らは翼が擦り切れており、体色は黒く、焼け焦げたようである。
αἱ δὲ φαναὶ καὶ λαμπραί, ὥσπερ γυναῖκες ἀργαί.
一方、目立って輝いているものは、怠惰な女たちのようである。
Δοκοῦσι δὲ χαίρειν αἱ μέλιτται καὶ τῷ κρότῳ, διὸ καὶ κροτοῦντές φασιν ἀθροίζειν αὐτὰς εἰς τὸ σμῆνος ὀστράκοις τε καὶ ψήφοις·
ミツバチは音を喜ぶように思われ、それゆえ人々は、土器のかけらや小石を鳴らして音を立てることで、彼女らを巣箱に集めるのだと言う。
ἔστι μέντοι ἄδηλον ὅλως εἰ ἀκούουσιν, καὶ πότερον δι’ ἡδονὴν τοῦτο ποιοῦσιν ἢ διὰ φόβον.
しかし、彼女らが本当に聞いているのか、また喜びからそうしているのか、それとも恐怖からそうしているのかは、全く明らかではない。
Ἐξελαύνουσι δὲ καὶ τὰς ἀργὰς αἱ μέλιτται καὶ τὰς μὴ φειδομένας.
ミツバチたちは、怠惰なハチや節約しないハチを追い出す。
Διῄρηνται δὲ τὰ ἔργα, ὥσπερ εἴρηται πρότερον, καὶ αἱ μὲν κηρία ἐργάζονται, αἱ δὲ τὸ μέλι, αἱ δ’ ἐριθάκην·
以前に述べたように、仕事は分担されており、あるものは巣板を作り、あるものは蜂蜜を、あるものはエリタケを作る。
καὶ αἱ μὲν πλάττουσι κηρία, αἱ δὲ ὕδωρ φέρουσιν εἰς τοὺς κυττάρους καὶ μιγνύουσι τῷ μέλιτι, αἱ δ’ ἐπ’ ἔργον ἔρχονται.
また、あるものは巣板を形作り、あるものは独房に水を運び、それを蜂蜜と混ぜ、あるものは仕事へと向かう。
Ὄρθριαι δὲ σιωπῶσιν, ἕως ἂν μία ἐγείρῃ βομβήσασα δὶς ἢ τρίς·
明け方には、一匹が二度か三度羽音を立てて皆を起こすまで、彼女らは静かにしている。
τότε δ’ ἐπ’ ἔργον ἀθρόαι πέτονται, καὶ ἐλθοῦσαι πάλιν θορυβοῦσι τὸ πρῶτον, κατὰ μικρὸν δ’ ἧττον, ἕως ἂν μία περιπετομένη βομβήσῃ, ὥσπερ σημαίνουσα καθεύδειν· εἶτ’ ἐξαπίνης σιωπῶσιν.
そのとき、一斉に仕事へと飛び立ち、戻ってくると最初はざわつくが、一匹が飛び回りながら羽音を立て、まるで眠るように合図を送るまで、徐々に静かになり、そのあと突然沈黙する。
Διαγινώσκεται δ’ ἰσχύειν τὸ σμῆνος τῷ τὸν ψόφον εἶναι πολὺν καὶ κινεῖσθαι ἐξιούσας καὶ εἰσιούσας·
群れが強いことは、音が大きく、出て行く者や入ってくる者の動きが活発であることによって見分けられる。
τότε γὰρ σχαδόνας ἐργάζονται.
そのとき彼女らは幼虫を育てるからである。
Πεινῶσι δὲ μάλισθ’ ἡνίκ’ ἂν ἄρχωνται ἐκ τοῦ χειμῶνος.
冬から活動し始めるときに、彼女らは最も飢えている。
Ἀργότεραι δὲ γίνονται, ἐὰν πλεῖόν τις καταλίπῃ μέλι βλίττων·
養蜂家が蜜を採取するときに、より多くの蜂蜜を残しておくと、彼女らはより怠惰になる。
ἀλλὰ δεῖ πρὸς τὸ πλῆθος καταλείπειν τὰ κηρία·
しかし、群れの多さに応じて巣板を残さねばならない。
ἀθυμότερον δ’ ἐργάζονται κἂν ἐλάττω καταλειφθῇ.
もし残されるものが少なすぎれば、彼女らはより落胆して働く。
Ἀργότεραι δὲ γίνονται κἂν μέγα τὸ κυψέλιον ᾖ·
また、巣箱が大きすぎても彼女らはより怠惰になる。
ἀθυμότερον γὰρ πονοῦσιν.
落胆して働くからである。
Βλίττεται δὲ σμῆνος χοᾶ ἢ τρία ἡμίχοα, τὰ δ’ εὐθηνοῦντα δύο χοᾶς ἢ πέντε ἡμίχοα· τρεῖς δὲ χοᾶς ὀλίγα.
群れからは、1コアあるいは3半コアの蜜が採取され、繁栄している群れからは2コアあるいは5半コア、3コアが採れるのは稀である。
Πολέμιον δὲ πρόβατον ταῖς μελίτταις, καὶ οἱ σφῆκες, ὥσπερ εἴρηται καὶ πρότερον·
羊はミツバチにとって敵であり、以前述べたようにスズメバチも同様である。
θηρεύουσι δὲ τούτους καὶ οἱ μελιττουργοί, λοπάδα τιθέντες καὶ κρέας εἰς αὐτὴν ἐμβάλλοντες·
養蜂家たちもこれらのスズメバチを退治するために、平皿を用意してその中に肉を置く。
ὅταν δὲ πολλοὶ ἐμπίπτωσιν, ἐπὶ τὸ πῦρ πωμάσαντες ἐπιτιθέασιν.
多くのスズメバチがその中に落ちると、蓋をして火にかける。
Κηφῆνες δ’ ὀλίγοι ἐνόντες ὠφελοῦσι τὸ σμῆνος·
雄バチが少し混ざっていることは、群れにとって有益である。
ἐργατικωτέρας γὰρ ποιοῦσι τὰς μελίττας.
ミツバチをより働き者にするからである。
Προγινώσκουσι δὲ καὶ χειμῶνα καὶ ὕδωρ αἱ μέλιτται·
ミツバチは嵐や雨を予見する。
σημεῖον δέ, οὐκ ἀποπέτονται γὰρ ἀλλ’ ἐν τῇ εὐδίᾳ αὐτοῦ ἀνειλοῦνται, ᾧ γινώσκουσιν οἱ μελιττουργοὶ ὅτι χειμῶνα προσδέχονται.
その兆候として、彼女らは飛び立たず、晴天であってもその場に留まってうごめいている。 これによって養蜂家たちは、彼女らが嵐を予期していることを知る。
Ὅταν δὲ κρέμωνται ἐξ ἀλλήλων ἐν τῷ σμήνει, σημεῖον γίνεται τοῦτο ὅτι ἀπολείψει τὸ σμῆνος.
彼女らが巣の中で互いにぶら下がっているとき、これは群れが去る兆候である。
Ἀλλὰ καταφυσῶσι τὸ σμῆνος οἴνῳ γλυκεῖ ὁ μελιττουργοί, ὅταν τοῦτ’ αἴσθωνται.
養蜂家たちは、これに気づくと甘いワインを巣に吹きかける。
Φυτεύειν δὲ συμφέρει περὶ τὰ σμήνη ἀχράδας, κυάμους, πόαν Μηδικήν, Συρίαν, ὤχρους, μυρρίνην, μήκωνα, ἕρπυλλον, ἀμυγδαλῆν.
巣の周りには、野生のナシ、ソラマメ、メディカ草、シリア草、エンドウ、ミルテ、ケシ、ワイルドタイム、アーモンドを植えるのが有益である。
Γινώσκουσι δέ τινες τῶν μελιττουργῶν τὰς ἑαυτῶν ἐν τῷ νομῷ ἄλευρα καταπάσαντες.
養蜂家の中には、小麦粉を振りかけることで、放牧地にいる自分のハチを見分ける者もいる。
Ἐὰν δ’ ἔαρ ὄψιον γένηται ἢ αὐχμός, καὶ ὅταν ἐρυσίβη, ἔλαττον ἐργάζονται αἱ μέλιτται τὸν γόνον.
もし春の訪れが遅いか干ばつがある場合、また赤かび病がある場合には、ミツバチは幼虫を育てる働きが少なくなる。
Τὰ μὲν οὖν περὶ τὰς μελίττας τοῦτον ἔχει τὸν τρόπον,
さて、ミツバチに関する事柄は、このようになっている。

語釈・文法注

  1. p.352ἀνεμοῦσι τὸ μέλι — 動詞 ἀνεμόω は通常「風にさらす」を意味するが、ここではミツバチが体内の蜂蜜を「吐き戻す」「風で乾燥させる」という特殊な行動を指している。他動詞としての用法で、水を飲む前後に蜜を処理するハチの特異な生理生態を説明している。
  2. p.352ἐκ μόσχου — μόσχος は「子牛」のほかに「若い芽、新芽」を意味する。ここでは植物(特にタイムなどの香草)の「若い新芽」から極上の蜂蜜が作られることを示しており、文脈上「子牛」ではなく植物の部位として解釈される。
  3. p.353ἐριθάκην — ἐριθάκη(または ἐρίθακος)は、ミツバチが花粉と蜂蜜を混ぜて作る「蜂パン(bee-bread)」、すなわち花粉塊を指す。幼虫や働きバチの主要な栄養源となる物質を固有の名で呼んでいる。

この箇所を引用する

アリストテレス, 動物誌 §9.40#4. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:9.40%234

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。