§9.40#3Ὅταν δ’ ἀθροισθῶσιν, ἀποπέτονται καὶ χωρίζονται καθ’ ἕκαστον τῶν βασιλέων αἱ ἄλλαι·
彼女らが集まると、飛び去り、他のハチたちは王たちのそれぞれに従って分かれる。
ἐὰν δὲ τύχωσιν ὀλίγαι πολλαῖς ἐγγὺς καθεζόμεναι, μετανίστανται αἱ ὀλίγαι πρὸς τὰς πολλάς, καὶ τὸν βασιλέα ὃν ἀπέλιπον, ἐὰν συνακολουθήσῃ, διαφθείρουσιν.
もし少数のハチたちが多くのハチたちの近くに止まるようなことがあれば、少数のハチたちは多くのハチたちのところへと移り、後に残した王がもしついて来れば、彼を殺してしまう。
Τὰ μὲν οὖν περὶ τὴν ἀπόλειψιν καὶ ἄφεσιν τοῦτον συμβαίνει γίνεσθαι τὸν τρόπον.
さて、巣立ちと分蜂に関する事柄は、このようにして起こるのである。
Εἰσὶ δ’ αὐταῖς τεταγμέναι ἐφ’ ἕκαστον τῶν ἔργων, οἷον αἱ μὲν ἀνθοφοροῦσιν, αἱ δ’ ὑδροφοροῦσιν, αἱ δὲ λεαίνουσι καὶ κατορθοῦσι τὰ κηρία.
彼女らの間ではそれぞれの仕事に対して役割が定められており、たとえば、あるものは花を運び、あるものは水を運び、あるものは巣板を平らにし、整える。
Φέρει δ’ ὕδωρ, ὅταν τεκνοτροφῇ.
水を運ぶのは、幼虫を育てるときである。
Πρὸς σάρκα δ’ οὐθενὸς καθίζει, οὐδ’ ὀψοφαγεῖ.
また、いかなる生き物の肉の上にも止まらず、肉食もしない。
Χρόνος δ’ αὐταῖς οὐκ ἔστιν εἰθισμένος ἀφ’ ὅτου ἄρχονται ἐργάζεσθαι·
彼女らが働き始めるための決まった時期というものはない。
ἀλλ’ ἐὰν τἀπιτήδεια ἔχωσι καὶ εὖ διάγωσι, μᾶλλον ἐν ὥρᾳ τοῦ ἔτους ἐγχειροῦσι τῇ ἐργασίᾳ, καὶ ὅταν εὐδία ᾖ, συνεχῶς ἐργάζονται.
しかし、もし必要なものがあり、状態が良ければ、むしろ一年のうちの適した季節に仕事を始め、天気が良ければ、絶え間なく働く。
Καὶ εὐθὺς δὲ νέα οὖσα, ὅταν ἐκδύῃ, ἐργάζεται τριταία, ἐὰν ἔχῃ τροφήν.
また、生まれてすぐの若いハチも、羽化をしたとき、もし餌があれば、三日目には働く。
Καὶ ὅταν ἐσμὸς προκάθηται, ἀποτρέπονται ἔνιαι ἐπὶ τροφήν, εἶτ’ ἐπανέρχονται πάλιν.
また、分蜂群が外に留まっているとき、一部のハチは餌を求めて離れ、そのあと再び戻ってくる。
Ἐν δὲ τοῖς εὐθηνοῦσι τῶν σμηνῶν ἐκλείπει ὁ γόνος τῶν μελιττῶν περὶ τετταράκονθ’ ἡμέρας μόνον τὰς μετὰ χειμερινὰς τροπάς.
繁栄している群れにおいては、ミツバチの幼虫の誕生が絶えるのは、冬至の後の約40日間に限られる。
Ἐπειδὰν δ’ ηὐξημένοι ὦσιν οἱ νεοττοί, τροφὴν αὐτοῖς παραθεῖσαι καταχρίουσιν·
幼虫たちが十分に大きくなると、彼女らはその傍らに餌を置いて密閉する。
ὅταν δ’ ᾖ δυνατός, αὐτὸς διελὼν τὸ κάλυμμα ἐξέρχεται.
そして、幼虫が十分に強くなると、自ら覆いを破って外に出てくる。
Τὰ δὲ γινόμενα θηρία ἐν τοῖς σμήνεσι καὶ λυμαινόμενα τὰ κηρία αἱ μὲν χρησταὶ μέλιτται ἐκκαθαίρουσιν, αἱ δ’ ἕτεραι διὰ κακίαν περιορῶσιν ἀπολλύμενα τὰ ἔργα.
巣箱の中に生じて巣板を荒らす害虫を、役に立つミツバチたちは一掃するが、他方のハチたちは、その劣悪さのゆえに、自分たちの仕事の成果が滅んでいくのを放置する。
Ὅταν δὲ τὰ κηρία ἐξαιρῶσιν οἱ μελιττουργοί, ἀπολείπουσιν αὐταῖς τροφὴν διὰ χειμῶνος, ἣ ἐὰν μὲν διαρκὴς ᾖ, σώζεται τὸ σμῆνος, εἰ δὲ μή, ἐὰν μὲν χειμὼν ᾖ, αὐτοῦ θνήσκουσιν, εὐδιῶν δ’ οὐσῶν ἐκλείπουσι τὸ σμῆνος.
養蜂家たちが巣板を取り出すときには、冬を越すための餌を彼女らのために残しておく。 もしそれが十分であれば、群れは守られるが、そうでなければ、もし冬であればその場所で死に、天気が良ければ群れは巣を去る。
Τροφῇ δὲ χρῶνται μέλιτι καὶ θέρους καὶ χειμῶνος·
彼女らは夏も冬も蜂蜜を餌として用いる。
τίθενται δὲ καὶ ἄλλην τροφὴν ἐμφερῆ τῷ κηρῷ τὴν σκληρότητα, ἣν ὀνομάζουσί τινες σανδαράκην.
また、硬さが蝋に似た別の餌をも蓄えるが、これを一部の者はサンダラケと呼んでいる。
Ἀδικοῦσι δ’ αὐτὰς μάλιστα οἵ τε σφῆκες καὶ οἱ αἰγίθαλοι καλούμενοι τὰ ὄρνεα, ἔτι δὲ χελιδὼν καὶ μέροψ.
彼女らに最も害をなすのは、スズメバチや、アイギタロスと呼ばれる鳥たち、さらにはツバメやハチクイである。
Θηρεύουσι δὲ καὶ οἱ τελματιαῖοι βάτραχοι πρὸς τὸ ὕδωρ αὐτὰς ἀπαντώσας·
また、沼地にすむカエルたちも、水を求めに来る彼女らを捕食する。
διόπερ καὶ τούτους οἱ μελισσεῖς ἐκ τῶν τελμάτων, ἀφ’ ὧν ὑδρεύονται αἱ μέλιτται, θηρεύουσι, καὶ τὰς σφηκίας καὶ τὰς χελιδόνας τὰς πλησίον τῶν σμηνῶν ἐξαιροῦσι, καὶ τὰς τῶν μερόπων νεοττιάς.
それゆえ、養蜂家たちも、ミツバチたちが水を汲む沼地からこれらのカエルを退治し、巣箱の近くにあるスズメバチの巣やツバメの巣、ハチクイの巣を取り除く。
Οὐδὲν δὲ φεύγουσι τῶν ζῴων ἀλλ’ ἢ ἑαυτάς.
彼女らは自分たち以外のいかなる動物をも避けない。
Ἡ δὲ μάχη αὐτῶν ἐστὶ καὶ πρὸς αὑτὰς καὶ πρὸς τοὺς σφῆκας·
彼女らの戦いは、自分たち同士、およびスズメバチに対するものである。
καὶ ἔξω μὲν οὔτε ἀλλήλας ἀδικοῦσιν οὔτε τῶν ἄλλων οὐθέν, τὰ δὲ πρὸς τῷ σμήνει ἀποκτείνουσιν, ὧν ἂν κρατήσωσιν.
そして、外ではお互いを害することもなく、他の動物を害することもないが、巣の近くにおいては、打ち負かしたものをすべて殺してしまう。
Αἱ δὲ τύπτουσαι ἀπόλλυνται διὰ τὸ μὴ δύνασθαι τὸ κέντρον ἄνευ τοῦ ἐντέρου ἐξαιρεῖσθαι·
刺したハチは、内臓を伴わずに針を抜くことができないために死んでしまう。
πολλάκις γὰρ σώζεται, ἐὰν ὁ πληγεὶς ἐπιμελῆται καὶ τὸ κέντρον ἐκθλίψῃ·
というのも、もし刺された者が注意して針を押し出せば、ハチはしばしば助かるからである。
τὸ δὲ κέντρον ἀποβαλοῦσα ἡ μέλιττα ἀποθνήσκει.
しかし、針を失うとミツバチは死ぬ。
Κτείνουσι δὲ βάλλουσαι τὰ μεγάλα τῶν ζῴων, καὶ ἵππος ἤδη ἀπέθανεν ὑπὸ μελιττῶν.
彼女らは刺すことによって大きな動物をも殺すことがあり、すでに馬がミツバチによって死んだ例もある。
Ἥκιστα δὲ χαλεπαίνουσιν οἱ ἡγεμόνες καὶ τύπτουσιν.
指導者たちは最も怒りにくく、刺すこともほとんどない。
Τὰς δ’ ἀποθνησκούσας τῶν μελιττῶν ἐκκομίζουσιν ἔξω.
死んだミツバチたちを彼女らは外に運び出す。
Καὶ τἆλλα δὲ καθαριώτατόν ἐστι τὸ ζῷον·
他の点においても、この動物はきわめて清潔である。
διὸ καὶ τὸ περίττωμα πολλάκις ἀφιᾶσιν ἀποπετόμεναι, διὰ τὸ δυσῶδες εἶναι.
それゆえ、排泄物も、それが悪臭を放つために、しばしば飛び立ちながら放出する。
Δυσχεραίνουσι δ’, ὥσπερ εἴρηται, ταῖς δυσώδεσιν ὀσμαῖς καὶ ταῖς τῶν μύρων·
すでに述べたように、彼女らは不快な臭いや香水の匂いを嫌う。
διὸ καὶ τοὺς χρωμένους αὐτοῖς τύπτουσιν.
そのため、それらを用いている人々を刺すのである。
Ἀπόλλυνται δὲ διά τε ἄλλα συμπτώματα, καὶ ὅταν οἱ ἡγεμόνες πολλοὶ γενόμενοι ἕκαστος αὐτῶν μέρος ἀπαγάγῃ.
彼女らは他の不慮の事故によっても滅びるが、指導者たちが多くなり、それぞれが群れの一部を率い去るときにも滅びる。
Ἀπόλλυσι δὲ καὶ ὁ φρῦνος τὰς μελίττας·
ヒキガエルもまたミツバチを滅ぼす。
ἐπὶ τὰς εἰσόδους γὰρ ἐλθὼν φυσᾷ τε καὶ ἐπιτηρῶν ἐκπετομένας κατεσθίει·
入り口のところにやって来て息を吹きかけ、飛び出してくるハチを待ち伏せては食い尽くすからである。
ὑπὸ μὲν οὖν τῶν μελιττῶν οὐθὲν κακὸν δύναται πάσχειν, ὁ δ’ ἐπιμελόμενος τῶν σμηνῶν κτείνει αὐτόν.
ミツバチたちから彼が何らかの害を被ることはあり得ないが、群れを世話する者が彼を殺すのである。
Τὸ δὲ γένος τὸ τῶν μελιττῶν ὃ εἴρηται ὅτι πονηρόν τε καὶ τραχέα τὰ κηρία ἐργάζεται, εἰσί τινες τῶν μελιττουργῶν οἵ φασι τὰς νέας μάλιστα τοῦτο ποιεῖν δι’ ἀνεπιστημοσύνην·
劣悪であり、不揃いな巣板を作る、と言及されたミツバチの類について、養蜂家の中には、若いハチたちが経験不足のために主にこれを行うのだと言う者もいる。
νέαι δ’ εἰσὶν αἱ ἐπέτειοι.
若いハチとは、その年に生まれたものである。
Οὐχ ὁμοίως δ’ οὐδὲ κεντοῦσιν αἱ νέαι·
若いハチたちは同様には刺しもしない。
διὸ οἱ ἐσμοὶ φέρονται·
それゆえ、分蜂群は運ばれるのである。
εἰσὶ γὰρ νέων μελιττῶν.
それらは若いミツバチからなるからである。
Ὅταν δ’ ὑπολίπῃ τὸ μέλι, τοὺς κηφῆνας ἐκβάλλουσι, καὶ παραβάλλουσι σῦκα καὶ τὰ γλυκέα αὐταῖς.
蜂蜜が不足してくると、彼女らは雄バチを追い出し、人々はイチジクや甘いものを彼女らに与える。
Τῶν δὲ μελιττῶν αἱ μὲν πρεσβύτεραι τὰ εἴσω ἐργάζονται, καὶ δασεῖαί εἰσι διὰ τὸ εἴσω μένειν, αἱ δὲ νέαι ἔξωθεν φέρουσι καὶ εἰσὶ λειότεραι.
ミツバチのうち、年長のものは内側の仕事を担い、内側にとどまるために毛深い。 一方、若いものは外から運び、より滑らかである。
Καὶ τοὺς κηφῆνας δὲ ἀποκτείνουσιν, ὅταν μηκέτι χωρῇ αὐταῖς ἐργαζομέναις·
また、彼女らが働いているのに行く手を阻むようになると、彼女らは雄バチをも殺す。
εἰσὶ δ’ ἐν μυχῷ τοῦ σμήνους.
彼らは巣の一番奥にいる。
Ἤδη δὲ νοσήσαντός τινος σμήνους ἦλθόν τινες ἐπ’ ἀλλότριον, καὶ μαχόμεναι νικῶσαι ἐξέφερον τὸ μέλι·
かつて、ある群れが病気になったとき、いくつかのハチが他人の巣箱にやって来て、戦って勝利し、蜂蜜を運び出していた。
ἐπεὶ δ’ ἀπέκτεινεν ὁ μελιττουργός, οὕτως ἐπεξῄεσαν αἱ ἕτεραι καὶ ἠμύνοντο, καὶ τὸν ἄνθρωπον οὐκ ἔτυπτον.
養蜂家が殺すと、他方のハチたちはそのように出てきて防衛し、しかしその人間を刺すことはなかった。