Humanitext Reader

亚里士多德 · 动物志 §9.40#4

蜜蜂的疾病、采食习性与蜂蜜制造

第 172 段,共 189 段 · 希腊语

内容简介

本节详细描述了蜜蜂的疾病及其防治、蜂蜜和蜜蜡的制作过程、采集的植物种类、蜜蜂的劳动分工与每日作息,以及它们预测天气变化的能力等实际养蜂观察与生态。

§9.40#4Τὰ δὲ νοσήματα ἐμπίπτει μάλιστα εἰς τὰ εὐθηνοῦντα τῶν σμηνῶν, ὅ τε καλούμενος κλῆρος· τοῦτο γίνεται ἐν τῷ ἐδάφει σκωλήκια μικρά, ἀφ’ ὧν αὐξανομένων ὥσπερ ἀράχνια κατίσχει ὅλον τὸ σμῆνος, καὶ σήπεται τὰ κηρία· ἄλλο δὲ νόσημα οἷον ἀργία τις γίνεται τῶν μελιττῶν καὶ δυσωδία τῶν σμηνῶν.
疾病尤其容易侵袭繁荣的蜂群,即所谓的“克勒罗斯”(巢虫病);这表现为在箱底产生小虫,随着它们长大,像蜘蛛网一样的网会覆盖整个蜂箱,导致蜂巢腐烂;另一种疾病是蜜蜂产生某种懒惰以及蜂箱散发恶臭。
Νομὴ δὲ τῶν μελιττῶν τὸ θύμον· ἄμεινον δὲ τὸ λευκὸν τοῦ ἐρυθροῦ.
蜜蜂的食料是百里香;白百里香比红的好。
Τόπος δ’ ἐν τῷ πνίγει μὴ ἀλεεινός, ἐν δὲ τῷ χειμῶνι ἀλεεινός.
在炎热的酷暑中,蜂箱的位置不应在炎热处,但在冬天应在温暖处。
Νοσοῦσι δὲ μάλιστα, ὅταν ἐρυσιβώδη ἐργάζωνται ὕλην.
当它们在带有霉菌的原料上工作时,最容易生病。
Ὅταν δ’ ἄνεμος ᾖ μέγας, φέρουσι λίθον ἐφ’ ἑαυταῖς ἕρμα πρὸς τὸ πνεῦμα.
风大时,它们会携带一块石头在身上,作为抵御风力的压舱物。
Πίνουσι δ’, ἂν μὲν ᾖ ποταμὸς πλησίον, οὐδαμόθεν ἄλλοθεν ἢ ἐντεῦθεν, θέμεναι τὸ ἄχθος πρῶτον· ἐὰν δὲ μὴ ᾖ, ἑτέρωθεν πίνουσαι ἀνεμοῦσι τὸ μέλι, καὶ εὐθὺς ἐπ’ ἔργον πορεύονται.
如果附近有河,它们只从那里饮水,而不在其他任何地方饮水,饮水前它们先放下重担;如果附近没有河,它们从别处饮水后会吐出蜂蜜,然后立即去工作。
Τῇ δὲ τοῦ μέλιτος ἐργασίᾳ διττοὶ καιροί εἰσίν, ἔαρ καὶ μετόπωρον· ἥδιον δὲ καὶ λευκότερον καὶ τὸ σύνολον κάλλιόν ἐστι τὸ ἐαρινὸν τοῦ μετοπωρινοῦ.
酿蜜的工作有两个季节,春季和秋季;春蜜比秋蜜更甜、更白,总体上也更美。
Μέλι δὲ κάλλιον γίνεται ἐκ νέου κηροῦ καὶ ἐκ μόσχου· τὸ δὲ πυρρὸν αἴσχιον διὰ τὸ κηρίον· διαφθείρεται γὰρ ὥσπερ οἶνος ὑπ’ ἀγγείου· διὸ δεῖ ξηραίνειν αὐτό.
用新蜂巢和新芽酿出的蜜更美;偏红色的蜜由于蜂巢的原因较差,因为蜜就像葡萄酒受容器影响一样会被蜂巢败坏;因此必须将蜂巢干燥。
Ὅταν δὲ τὸ θύμον ἀνθῇ καὶ πλῆρες γίνηται τὸ κηρίον, οὐ πήγνυται τοῦτο.
当百里香开花且蜂巢填满时,蜂蜜不会凝固。
Ἔστι δὲ καλὸν τὸ χρυσοειδές· τὸ δὲ λευκὸν οὐκ ἐκ θύμου εἰλικρινοῦς, ἀγαθὸν δὲ πρὸς ὀφθαλμοὺς καὶ ἕλκη.
金黄色的蜜是极好的;白色的蜜不是由纯百里香酿成的,但对眼睛和伤口有益。
Τοῦ δὲ μέλιτος τὸ μὲν ἀσθενὲς ἀεὶ ἄνω ἐπιπολάζει, ὃ δεῖ ἀφαιρεῖν, τὸ δὲ καθαρὸν κάτω.
蜂蜜中质地稀薄的部分总是浮在上面,必须将其除去,而纯净的部分则沉在下面。
Ὅταν δ’ ἡ ὕλη ἀνθῇ, κηρὸν ἐργάζονται· διὸ ἐκ τοῦ σίμβλου τότ’ ἐξαιρετέον τὸν κηρόν· ἐργάζονται γὰρ εὐθύς.
当原料开花时,它们便制造蜡;因此那时应当从蜂箱中取出蜡,因为它们会立即开始制作。
Ἀφ’ ὧν δὲ φέρουσιν, ἔστι τάδε, ἀτρακτυλλίς, μελίλωτον, ἀσφόδελος, μυρρίνη, φλεώς, ἄγνος, σπάρτον.
它们采集物资的植物有:刺蓟、草木樨、金穗花、桃金娘、野灯心草、黄荆、鹰爪豆。
Ὅταν δὲ τὸ θύμον ἐργάζωνται, ὕδωρ μιγνύουσι πρὶν τὸ κηρίον καταλείφειν.
当它们采集百里香工作时,在封盖蜂巢前会混合水分。
Ἀφοδεύουσι δ’ αἱ μέλιτται πᾶσαι ἢ ἀποπετόμεναι, ὥσπερ εἴρηται, ἢ εἰς ἓν κηρίον.
所有的蜜蜂,正如所说,要么在飞走时排泄,要么排泄在一个单独的蜂巢中。
Εἰσὶ δ’ αἱ μικραὶ ἐργάτιδες μᾶλλον τῶν μεγάλων, ὥσπερ εἴρηται, ἔχουσι δὲ τὰ πτερὰ περιτετριμμένα καὶ χροιὰν μέλαιναν, καὶ ἐπικεκαυμέναι· αἱ δὲ φαναὶ καὶ λαμπραί, ὥσπερ γυναῖκες ἀργαί.
正如所说,体型小的工蜂比体型大的更勤劳,它们的翅膀磨损,颜色发黑,看起来像被烧焦了一样;而那些鲜艳闪亮的蜜蜂,则像懒惰的妇女。
Δοκοῦσι δὲ χαίρειν αἱ μέλιτται καὶ τῷ κρότῳ, διὸ καὶ κροτοῦντές φασιν ἀθροίζειν αὐτὰς εἰς τὸ σμῆνος ὀστράκοις τε καὶ ψήφοις· ἔστι μέντοι ἄδηλον ὅλως εἰ ἀκούουσιν, καὶ πότερον δι’ ἡδονὴν τοῦτο ποιοῦσιν ἢ διὰ φόβον.
蜜蜂似乎也喜欢声音,因此人们说,通过用陶片和鹅卵石敲击发出声音,可以将它们聚集到蜂箱中;然而,完全不清楚它们是否听得到,以及它们这样做是因为快乐还是因为恐惧。
Ἐξελαύνουσι δὲ καὶ τὰς ἀργὰς αἱ μέλιτται καὶ τὰς μὴ φειδομένας.
蜜蜂也会驱逐懒惰和不节俭的成员。
Διῄρηνται δὲ τὰ ἔργα, ὥσπερ εἴρηται πρότερον, καὶ αἱ μὲν κηρία ἐργάζονται, αἱ δὲ τὸ μέλι, αἱ δ’ ἐριθάκην· καὶ αἱ μὲν πλάττουσι κηρία, αἱ δὲ ὕδωρ φέρουσιν εἰς τοὺς κυττάρους καὶ μιγνύουσι τῷ μέλιτι, αἱ δ’ ἐπ’ ἔργον ἔρχονται.
它们的劳动是有分工的,正如先前所说,有的制作蜂巢,有的酿蜜,有的制作蜂粮;有的塑造蜂巢,有的将水运到蜂房中并与蜂蜜混合,有的则去工作。
Ὄρθριαι δὲ σιωπῶσιν, ἕως ἂν μία ἐγείρῃ βομβήσασα δὶς ἢ τρίς· τότε δ’ ἐπ’ ἔργον ἀθρόαι πέτονται, καὶ ἐλθοῦσαι πάλιν θορυβοῦσι τὸ πρῶτον, κατὰ μικρὸν δ’ ἧττον, ἕως ἂν μία περιπετομένη βομβήσῃ, ὥσπερ σημαίνουσα καθεύδειν· εἶτ’ ἐξαπίνης σιωπῶσιν.
早晨它们保持安静,直到一只蜜蜂发出两三次嗡嗡声唤醒大家;那时它们便成群飞去工作,回来后起初会喧闹,随后逐渐减弱,直到一只蜜蜂飞来飞去并发出嗡嗡声,仿佛在发出睡觉的信号,然后它们便突然安静下来。
Διαγινώσκεται δ’ ἰσχύειν τὸ σμῆνος τῷ τὸν ψόφον εἶναι πολὺν καὶ κινεῖσθαι ἐξιούσας καὶ εἰσιούσας· τότε γὰρ σχαδόνας ἐργάζονται.
通过声音宏大以及出入活跃,可以判断蜂群强壮;因为那时它们在哺育幼虫。
Πεινῶσι δὲ μάλισθ’ ἡνίκ’ ἂν ἄρχωνται ἐκ τοῦ χειμῶνος.
在冬季结束开始活动时,它们最饥饿。
Ἀργότεραι δὲ γίνονται, ἐὰν πλεῖόν τις καταλίπῃ μέλι βλίττων· ἀλλὰ δεῖ πρὸς τὸ πλῆθος καταλείπειν τὰ κηρία· ἀθυμότερον δ’ ἐργάζονται κἂν ἐλάττω καταλειφθῇ.
如果在割蜜时留下的蜂蜜较多,它们就会变得较懒惰;但必须根据数量留下蜂巢;如果留下的太少,它们工作起来就比较消沉。
Ἀργότεραι δὲ γίνονται κἂν μέγα τὸ κυψέλιον ᾖ· ἀθυμότερον γὰρ πονοῦσιν.
如果蜂箱过大,它们也会变得较懒惰;因为它们工作起来比较消沉。
Βλίττεται δὲ σμῆνος χοᾶ ἢ τρία ἡμίχοα, τὰ δ’ εὐθηνοῦντα δύο χοᾶς ἢ πέντε ἡμίχοα· τρεῖς δὲ χοᾶς ὀλίγα.
一个蜂群可割蜜一“箍斯”或三个半“箍斯”,繁荣的蜂群可割两“箍斯”或五个半“箍斯”;能割三“箍斯”的极少。
Πολέμιον δὲ πρόβατον ταῖς μελίτταις, καὶ οἱ σφῆκες, ὥσπερ εἴρηται καὶ πρότερον· θηρεύουσι δὲ τούτους καὶ οἱ μελιττουργοί, λοπάδα τιθέντες καὶ κρέας εἰς αὐτὴν ἐμβάλλοντες· ὅταν δὲ πολλοὶ ἐμπίπτωσιν, ἐπὶ τὸ πῦρ πωμάσαντες ἐπιτιθέασιν.
绵羊是蜜蜂的敌人,黄蜂也是,正如先前所说;养蜂人也捕杀这些黄蜂,方法是放一个平盘并在里面放入肉;当许多黄蜂落入其中时,他们便盖上盖子并将其置于火上。
Κηφῆνες δ’ ὀλίγοι ἐνόντες ὠφελοῦσι τὸ σμῆνος· ἐργατικωτέρας γὰρ ποιοῦσι τὰς μελίττας.
蜂箱中留有少量的雄蜂对蜂群是有益的;因为它们能使蜜蜂更加勤劳。
Προγινώσκουσι δὲ καὶ χειμῶνα καὶ ὕδωρ αἱ μέλιτται· σημεῖον δέ, οὐκ ἀποπέτονται γὰρ ἀλλ’ ἐν τῇ εὐδίᾳ αὐτοῦ ἀνειλοῦνται, ᾧ γινώσκουσιν οἱ μελιττουργοὶ ὅτι χειμῶνα προσδέχονται.
蜜蜂还能预知冬天和降雨;其征兆是它们在晴天也不远飞,而是在原地盘旋,养蜂人以此知道它们在等待冬天的到来。
Ὅταν δὲ κρέμωνται ἐξ ἀλλήλων ἐν τῷ σμήνει, σημεῖον γίνεται τοῦτο ὅτι ἀπολείψει τὸ σμῆνος.
当它们在蜂箱中互相悬挂成串时,这就成了蜂群将要离巢的征兆。
Ἀλλὰ καταφυσῶσι τὸ σμῆνος οἴνῳ γλυκεῖ ὁ μελιττουργοί, ὅταν τοῦτ’ αἴσθωνται.
养蜂人一旦注意到这一点,就会向蜂箱喷洒甜酒。
Φυτεύειν δὲ συμφέρει περὶ τὰ σμήνη ἀχράδας, κυάμους, πόαν Μηδικήν, Συρίαν, ὤχρους, μυρρίνην, μήκωνα, ἕρπυλλον, ἀμυγδαλῆν.
在蜂箱周围种植野梨、蚕豆、紫苜蓿、叙利亚草、豌豆、桃金娘、罂粟、野百里香、扁桃是有益的。
Γινώσκουσι δέ τινες τῶν μελιττουργῶν τὰς ἑαυτῶν ἐν τῷ νομῷ ἄλευρα καταπάσαντες.
一些养蜂人通过撒上面粉来识别自己在放牧地里的蜜蜂。
Ἐὰν δ’ ἔαρ ὄψιον γένηται ἢ αὐχμός, καὶ ὅταν ἐρυσίβη, ἔλαττον ἐργάζονται αἱ μέλιτται τὸν γόνον.
如果春天来得晚或遇到干旱,以及发生霉病时,蜜蜂育幼的工作就会减少。
Τὰ μὲν οὖν περὶ τὰς μελίττας τοῦτον ἔχει τὸν τρόπον,
关于蜜蜂的事,就是这个样子。

词汇与语法注释

  1. p.352ἀνεμοῦσι τὸ μέλι — 动词 ἀνεμόω 通常意为“暴露于风中”,在此处指蜜蜂“吐出”或“风干”蜂蜜的特殊行为。它解释了蜜蜂在饮水前后处理蜂蜜的独特生理生态现象。
  2. p.352ἐκ μόσχου — 除了表示“小牛”,μόσχος 还可以表示“新芽”或“嫩枝”。在此语境下,它指出极好的蜂蜜是由植物(尤其是百里香等香草)的“新芽”酿造而成的,在上下文中应解释为植物部位而非幼畜。
  3. p.353ἐριθάκην — 词汇 ἐριθάκη(或 ἐρίθακος)指的是蜜蜂混合花粉和蜂蜜制作的“蜂粮”(bee-bread),即花粉块。这是幼虫和工蜂的主要营养来源,在此处作为一个专门术语出现。

引用这一段

亚里士多德, 动物志 §9.40#4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:9.40%234

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。