§9.41#1τῶν δὲ σφηκῶν ἐστὶ δύο γένη.
スズメバチには二つの種類がある。
Τούτων δ’ οἱ μὲν ἄγριοι σπάνιοι, γίνονται δ’ ἐν τοῖς ὄρεσι, καὶ τίκτουσιν οὐ κατὰ γῆς ἀλλ’ ἐν ταῖς δρυσί, τὴν μὲν μορφὴν μείζους καὶ προμηκέστεροι καὶ μελαγχρῶτες τῶν ἑτέρων μᾶλλον, ποικίλοι δὲ καὶ ἔγκεντροι πάντες καὶ ἀλκιμώτεροι, καὶ τὸ πλῆγμα ὀδυνηρότερον αὐτῶν ἢ ἐκείνων·
これらのうち、野生のものは稀であって、山地に生じ、地中ではなくオークの木の中に巣を作る。 姿形については、もう一方の種類よりも大きく、より細長く、より黒っぽく、まだら模様で、すべて針を持ち、より獰猛であり、彼らに刺されたときの痛みはもう一方のものよりも激しい。
καὶ γὰρ τὸ κέντρον ἀνάλογον μεῖζον τὸ τούτων.
というのも、彼らの針は比例してより大きいからである。
Οὗτοι μὲν οὖν διετίζουσι, καὶ ὁρῶνται καὶ τοῦ χειμῶνος ἐκ δρυῶν κοπτομένων ἐκπετόμενοι, ζῶσι δὲ φωλοῦντες τὸν χειμῶνα·
したがって、これらは年を越して生き、冬の間でもオークの木が切り倒されるときに飛び出してくるのが目撃される。 彼らは冬の間、冬眠して生きている。
ἡ δὲ διατριβὴ ἐν τοῖς ξύλοις.
その生息場所は木の中である。
Εἰσὶ δ’ αὐτῶν οἱ μὲν μῆτραι οἱ δ’ ἐργάται, ὥσπερ καὶ τῶν ἡμερωτέρων·
彼らの中にも、より温和な種類と同じように、女王バチであるものと働きバチであるものとがいる。
τίς δ’ ἡ φύσις τοῦ ἐργάτου καὶ τῆς μήτρας, ἐπὶ τῶν ἡμερωτέρων ἔσται δῆλον.
働きバチと女王バチの性質がどのようなものであるかは、より温和な種類について説明するときに明らかになるだろう。
Ἔστι γὰρ καὶ τῶν ἡμέρων σφηκῶν δύο γένη, οἱ μὲν ἡγεμόνες, οὓς καλοῦσι μήτρας, οἱ δ’ ἐργάται.
というのも、温和なスズメバチにも二つの種類があり、支配者であって人々が女王バチと呼ぶものと、働きバチとがあるからである。
Εἰσὶ δὲ μείζους οἱ ἡγεμόνες πολὺ καὶ πραότεροι.
女王バチのほうがはるかに大きく、またよりおとなしい。
Καὶ οἱ μὲν ἐργάται οὐ διετίζουσιν, ἀλλὰ πάντες ἀποθνήσκουσιν, ὅταν χειμὼν ἐπιπέσῃ (φανερὸν δ’ ἐστὶ τοῦτο·
そして働きバチは年を越さず、冬が到来するとすべて死んでしまう(このことは明らかである。
τοῦ γὰρ χειμῶνος ἀρχομένου μὲν μωροὶ γίνονται οἱ ἐργάται αὐτῶν, περὶ τροπὰς δ’ οὐ φαίνονται ὅλως), οἱ δ’ ἡγεμόνες οἱ καλούμενοι μῆτραι ὁρῶνται δι’ ὅλου τοῦ χειμῶνος καὶ κατὰ γῆς φωλεύουσιν·
なぜなら、冬の始まりには働きバチの動きは鈍くなり、冬至のころには全く姿を見せなくなるからである)。 一方、女王バチと呼ばれる支配者たちは冬の間ずっと見られ、地中で冬眠している。
ἀροῦντες γὰρ καὶ σκάπτοντες ἐν τῷ χειμῶνι μήτρας μὲν πολλοὶ ἑωράκασιν, ἐργάτας δ’ οὐθείς.
というのも、冬に畑を耕したり地面を掘ったりしているときに、女王バチを多く見かけた者はいるが、働きバチを見た者は一人もいないからである。
Ἡ δὲ γένεσις τῶν σφηκῶν ἐστὶ τοιάδε.
スズメバチの繁殖は次のようである。
Οἱ ἡγεμόνες ὅταν λάβωσι τόπον εὔσκοπον ἐπιόντος τοῦ θέρους, πλάττονται τὰ κηρία καὶ συνίστανται οὓς καλοῦσι σφηκωνεῖς τοὺς μικρούς, οἷον τετραθύρους ἢ ἐγγὺς τούτων, ἐν οἷς σφῆκες γίνονται καὶ οὐ μῆτραι.
女王バチたちは、夏が近づくころに都合の良い場所を見つけると、巣板を形作り、人々が小さなスズメバチの巣と呼ぶものを構築する。 それは例えば四つの部屋かそれに近い数の部屋からなるもので、その中からはスズメバチ(働きバチ)が生まれ、女王バチは生まれない。
Τούτων δ’ αὐξηθέντων πάλιν μετὰ τούτους ἄλλους μείζους συνίστανται, καὶ πάλιν τούτων αὐξηθέντων ἑτέρους, ὥστε τοῦ μετοπώρου τελευτῶντος πλεῖστα καὶ μέγιστα γίνεσθαι σφηκία, ἐν οἷς ὁ ἡγεμών, ἡ καλουμένη μήτρα, οὐκέτι σφῆκας γεννᾷ ἀλλὰ μήτρας.
これらが成長すると、彼らは再びそれらに続いて別のより大きな巣を構築し、それらが成長するとさらに別の巣を構築する。 その結果、秋の終わりにはスズメバチの巣は数も大きさも最大になり、その中で、女王バチと呼ばれる支配者は、もはや普通のハチではなく女王バチを産み出すようになる。
Γίνονται δ’ οὗτοι ἄνω ἐπὶ τοῦ σφηκίου ἐπιπολῆς μείζους σκώληκες ἐν θυρίσι συνεχέσι τέτταρσιν ἢ μικρῷ πλείοσιν, παραπλησίως δ’ ὥσπερ ἐν τοῖς κηρίοις τὰ τῶν ἡγεμόνων.
これらは、スズメバチの巣の上部の表面に、より大きな幼虫として、隣り合った四つかそれよりわずかに多い数の部屋の中に生じる。 これはミツバチの巣板における女王バチの部屋とほぼ同様である。
Ἐπειδὰν δὲ γένωνται οἱ ἐργάται σφῆκες ἐν τοῖς κηρίοις, οὐκέτι οἱ ἡγεμόνες ἐργάζονται, ἀλλ’ οἱ ἐργάται αὐτοῖς τὴν τροφὴν εἰσφέρουσιν·
そして、巣の中に働きバチが生まれると、女王バチたちはもはや働かず、働きバチたちが彼女らのために食物を運び入れる。
φανερὸν δ’ ἐστὶ τοῦτο τῷ μηκέτι τοὺς ἡγεμόνας ἐκπέτεσθαι τῶν ἐργατῶν, ἀλλ’ ἔνδον μένοντας ἡσυχάζειν.
このことは、女王バチが働きバチのように外に飛び出してはいかず、内に留まって静かにしていることによって明らかである。
Πότερον δ’ οἱ περυσινοὶ ἡγεμόνες, ὅταν νέους ποιήσωσιν ἡγεμόνας, ἀποθνήσκουσιν ὑπὸ τῶν νέων σφηκῶν, καὶ τοῦθ’ ὁμοίως συμβαίνει, ἢ καὶ πλείω χρόνον δύνανται ζῆν, οὐδὲν ὦπταί πω·
前年の女王バチが新たな女王バチを誕生させたとき、彼女らが若いハチたちによって殺されるのか、そしてこのことが同様にいつも起こるのか、それとももっと長い間生きることができるのかについては、まだ何も観察されていない。
οὐδὲ γῆρας οὔτε μήτρας οὔτε τῶν ἀγρίων σφηκῶν οὐδείς πω ὦπται ἑωρακώς, οὐδ’ ἄλλο τοιοῦτον οὐδὲν πάθος.
また、女王バチであれ野生のスズメバチであれ、その老いる姿を見た者はおらず、そのような他のいかなる状態もこれまで観察されたことはない。