§9.40#3Ὅταν δ’ ἀθροισθῶσιν, ἀποπέτονται καὶ χωρίζονται καθ’ ἕκαστον τῶν βασιλέων αἱ ἄλλαι· ἐὰν δὲ τύχωσιν ὀλίγαι πολλαῖς ἐγγὺς καθεζόμεναι, μετανίστανται αἱ ὀλίγαι πρὸς τὰς πολλάς, καὶ τὸν βασιλέα ὃν ἀπέλιπον, ἐὰν συνακολουθήσῃ, διαφθείρουσιν.
当它们聚集起来后,便飞走并按照各个王分别开来;如果少数蜜蜂碰巧在多数蜜蜂附近栖息,少数便会迁移到多数那里,而它们留下的那个王,如果跟了过来,它们就会将其杀死。
Τὰ μὲν οὖν περὶ τὴν ἀπόλειψιν καὶ ἄφεσιν τοῦτον συμβαίνει γίνεσθαι τὸν τρόπον.
因此,关于离巢和分蜂的事便是以这种方式发生的。
Εἰσὶ δ’ αὐταῖς τεταγμέναι ἐφ’ ἕκαστον τῶν ἔργων, οἷον αἱ μὲν ἀνθοφοροῦσιν, αἱ δ’ ὑδροφοροῦσιν, αἱ δὲ λεαίνουσι καὶ κατορθοῦσι τὰ κηρία.
它们在各项工作中都有所分工,例如,有的运花,有的运水,有的磨平并整理蜂巢。
Φέρει δ’ ὕδωρ, ὅταν τεκνοτροφῇ.
它们在哺育幼虫时会运水。
Πρὸς σάρκα δ’ οὐθενὸς καθίζει, οὐδ’ ὀψοφαγεῖ.
它们不落在任何动物的肉上,也不食肉。
Χρόνος δ’ αὐταῖς οὐκ ἔστιν εἰθισμένος ἀφ’ ὅτου ἄρχονται ἐργάζεσθαι· ἀλλ’ ἐὰν τἀπιτήδεια ἔχωσι καὶ εὖ διάγωσι, μᾶλλον ἐν ὥρᾳ τοῦ ἔτους ἐγχειροῦσι τῇ ἐργασίᾳ, καὶ ὅταν εὐδία ᾖ, συνεχῶς ἐργάζονται.
它们开始工作并没有固定的时间;但如果它们拥有必需品且状况良好,它们就更倾向于在一年的适宜季节开始工作,且在天气晴朗时,它们会连续工作。
Καὶ εὐθὺς δὲ νέα οὖσα, ὅταν ἐκδύῃ, ἐργάζεται τριταία, ἐὰν ἔχῃ τροφήν.
而年轻的蜜蜂羽化出来后,如果有食物,第三天就立即开始工作。
Καὶ ὅταν ἐσμὸς προκάθηται, ἀποτρέπονται ἔνιαι ἐπὶ τροφήν, εἶτ’ ἐπανέρχονται πάλιν.
当蜂群停留在外时,有一些会离去寻找食物,然后再次返回。
Ἐν δὲ τοῖς εὐθηνοῦσι τῶν σμηνῶν ἐκλείπει ὁ γόνος τῶν μελιττῶν περὶ τετταράκονθ’ ἡμέρας μόνον τὰς μετὰ χειμερινὰς τροπάς.
在繁荣的蜂群中,蜜蜂幼虫的产生仅在冬至后的约四十天内中断。
Ἐπειδὰν δ’ ηὐξημένοι ὦσιν οἱ νεοττοί, τροφὴν αὐτοῖς παραθεῖσαι καταχρίουσιν· ὅταν δ’ ᾖ δυνατός, αὐτὸς διελὼν τὸ κάλυμμα ἐξέρχεται.
当幼虫长大后,它们在幼虫旁放上食物,然后封上口;当幼虫足够强壮时,它自己破开覆盖物出来。
Τὰ δὲ γινόμενα θηρία ἐν τοῖς σμήνεσι καὶ λυμαινόμενα τὰ κηρία αἱ μὲν χρησταὶ μέλιτται ἐκκαθαίρουσιν, αἱ δ’ ἕτεραι διὰ κακίαν περιορῶσιν ἀπολλύμενα τὰ ἔργα.
对于蜂箱中产生并破坏蜂巢的害虫,好蜜蜂会将其清除干净,而另一类蜜蜂则由于其恶劣而放任自己的劳动成果毁灭。
Ὅταν δὲ τὰ κηρία ἐξαιρῶσιν οἱ μελιττουργοί, ἀπολείπουσιν αὐταῖς τροφὴν διὰ χειμῶνος, ἣ ἐὰν μὲν διαρκὴς ᾖ, σώζεται τὸ σμῆνος, εἰ δὲ μή, ἐὰν μὲν χειμὼν ᾖ, αὐτοῦ θνήσκουσιν, εὐδιῶν δ’ οὐσῶν ἐκλείπουσι τὸ σμῆνος.
当养蜂人取出蜂巢时,会给它们留下过冬的食物;如果食物充足,蜂群就会保全,如果不足,若是冬天,它们就会死在原地,若是天气晴朗,它们就会离开蜂巢。
Τροφῇ δὲ χρῶνται μέλιτι καὶ θέρους καὶ χειμῶνος· τίθενται δὲ καὶ ἄλλην τροφὴν ἐμφερῆ τῷ κηρῷ τὴν σκληρότητα, ἣν ὀνομάζουσί τινες σανδαράκην.
它们在夏天和冬天都以蜂蜜为食;它们还存放另一种在硬度上类似于蜡的食物,有些人称之为“三达拉克”。
Ἀδικοῦσι δ’ αὐτὰς μάλιστα οἵ τε σφῆκες καὶ οἱ αἰγίθαλοι καλούμενοι τὰ ὄρνεα, ἔτι δὲ χελιδὼν καὶ μέροψ.
对它们伤害最深的是黄蜂和被称为山雀的鸟类,此外还有燕子和蜂虎。
Θηρεύουσι δὲ καὶ οἱ τελματιαῖοι βάτραχοι πρὸς τὸ ὕδωρ αὐτὰς ἀπαντώσας· διόπερ καὶ τούτους οἱ μελισσεῖς ἐκ τῶν τελμάτων, ἀφ’ ὧν ὑδρεύονται αἱ μέλιτται, θηρεύουσι, καὶ τὰς σφηκίας καὶ τὰς χελιδόνας τὰς πλησίον τῶν σμηνῶν ἐξαιροῦσι, καὶ τὰς τῶν μερόπων νεοττιάς.
沼泽中的青蛙也会在它们前来饮水时捕食它们;因此,养蜂人也会从蜜蜂取水的沼泽中捕杀这些青蛙,并清除蜂箱附近的黄蜂巢、燕子以及蜂虎的巢。
Οὐδὲν δὲ φεύγουσι τῶν ζῴων ἀλλ’ ἢ ἑαυτάς.
除了它们自己以外,它们不避开任何动物。
Ἡ δὲ μάχη αὐτῶν ἐστὶ καὶ πρὸς αὑτὰς καὶ πρὸς τοὺς σφῆκας· καὶ ἔξω μὲν οὔτε ἀλλήλας ἀδικοῦσιν οὔτε τῶν ἄλλων οὐθέν, τὰ δὲ πρὸς τῷ σμήνει ἀποκτείνουσιν, ὧν ἂν κρατήσωσιν.
它们的战斗既发生在它们自身之间,也针对黄蜂;在外头,它们既不互相伤害,也不伤害其他任何东西,但在蜂箱附近,它们会杀死任何被它们战胜的对手。
Αἱ δὲ τύπτουσαι ἀπόλλυνται διὰ τὸ μὴ δύνασθαι τὸ κέντρον ἄνευ τοῦ ἐντέρου ἐξαιρεῖσθαι· πολλάκις γὰρ σώζεται, ἐὰν ὁ πληγεὶς ἐπιμελῆται καὶ τὸ κέντρον ἐκθλίψῃ·
刺人的蜜蜂会死去,因为如果不带出内脏,它们就无法拔出刺;因为如果被刺的人小心地将刺挤出,蜜蜂往往能活下来。
τὸ δὲ κέντρον ἀποβαλοῦσα ἡ μέλιττα ἀποθνήσκει.
但一旦失去了刺,蜜蜂就会死。
Κτείνουσι δὲ βάλλουσαι τὰ μεγάλα τῶν ζῴων, καὶ ἵππος ἤδη ἀπέθανεν ὑπὸ μελιττῶν.
它们通过叮刺也会杀死大型动物,甚至曾有马被蜜蜂叮死。
Ἥκιστα δὲ χαλεπαίνουσιν οἱ ἡγεμόνες καὶ τύπτουσιν.
领袖们最不易发怒,也最少叮刺。
Τὰς δ’ ἀποθνησκούσας τῶν μελιττῶν ἐκκομίζουσιν ἔξω.
它们会将死去的蜜蜂运到外面。
Καὶ τἆλλα δὲ καθαριώτατόν ἐστι τὸ ζῷον· διὸ καὶ τὸ περίττωμα πολλάκις ἀφιᾶσιν ἀποπετόμεναι, διὰ τὸ δυσῶδες εἶναι.
在其他方面,这种动物也是极干净的;因此它们也经常在飞走时排泄,因为排泄物有恶臭。
Δυσχεραίνουσι δ’, ὥσπερ εἴρηται, ταῖς δυσώδεσιν ὀσμαῖς καὶ ταῖς τῶν μύρων· διὸ καὶ τοὺς χρωμένους αὐτοῖς τύπτουσιν.
正如所说,它们讨厌恶臭和香水的味道;因此它们也会叮刺使用这些香水的人。
Ἀπόλλυνται δὲ διά τε ἄλλα συμπτώματα, καὶ ὅταν οἱ ἡγεμόνες πολλοὶ γενόμενοι ἕκαστος αὐτῶν μέρος ἀπαγάγῃ.
它们由于其他意外而灭亡,也会在领袖变得过多、各自带走一部分蜂群时灭亡。
Ἀπόλλυσι δὲ καὶ ὁ φρῦνος τὰς μελίττας· ἐπὶ τὰς εἰσόδους γὰρ ἐλθὼν φυσᾷ τε καὶ ἐπιτηρῶν ἐκπετομένας κατεσθίει· ὑπὸ μὲν οὖν τῶν μελιττῶν οὐθὲν κακὸν δύναται πάσχειν, ὁ δ’ ἐπιμελόμενος τῶν σμηνῶν κτείνει αὐτόν.
蟾蜍也会消灭蜜蜂;因为它来到入口处,呼气,并注视着飞出来的蜜蜂将它们吞食;蜜蜂无法对它造成任何伤害,但照顾蜂群的人会将其杀死。
Τὸ δὲ γένος τὸ τῶν μελιττῶν ὃ εἴρηται ὅτι πονηρόν τε καὶ τραχέα τὰ κηρία ἐργάζεται, εἰσί τινες τῶν μελιττουργῶν οἵ φασι τὰς νέας μάλιστα τοῦτο ποιεῖν δι’ ἀνεπιστημοσύνην· νέαι δ’ εἰσὶν αἱ ἐπέτειοι.
至于那类被称为劣质且建造粗糙蜂巢的蜜蜂,有些养蜂人说,这主要是年轻蜜蜂因缺乏经验而造成的;年轻的蜜蜂是指当年出生的蜜蜂。
Οὐχ ὁμοίως δ’ οὐδὲ κεντοῦσιν αἱ νέαι· διὸ οἱ ἐσμοὶ φέρονται· εἰσὶ γὰρ νέων μελιττῶν.
年轻的蜜蜂也不以同样的方式叮刺;因此分出的蜂群可以被携带,因为它们是由年轻蜜蜂组成的。
Ὅταν δ’ ὑπολίπῃ τὸ μέλι, τοὺς κηφῆνας ἐκβάλλουσι, καὶ παραβάλλουσι σῦκα καὶ τὰ γλυκέα αὐταῖς.
当蜂蜜不足时,它们会将雄蜂赶出去,而人们则给它们投喂无花果和甜食。
Τῶν δὲ μελιττῶν αἱ μὲν πρεσβύτεραι τὰ εἴσω ἐργάζονται, καὶ δασεῖαί εἰσι διὰ τὸ εἴσω μένειν, αἱ δὲ νέαι ἔξωθεν φέρουσι καὶ εἰσὶ λειότεραι.
在蜜蜂中,较年长的在内部工作,因为留在内部而显得毛茸茸的,而年轻的则从外部运送物资,且更光滑。
Καὶ τοὺς κηφῆνας δὲ ἀποκτείνουσιν, ὅταν μηκέτι χωρῇ αὐταῖς ἐργαζομέναις· εἰσὶ δ’ ἐν μυχῷ τοῦ σμήνους.
当雄蜂在它们工作时不再有容身之地时,它们也会杀死雄蜂;而雄蜂呆在蜂箱的最深处。
Ἤδη δὲ νοσήσαντός τινος σμήνους ἦλθόν τινες ἐπ’ ἀλλότριον, καὶ μαχόμεναι νικῶσαι ἐξέφερον τὸ μέλι· ἐπεὶ δ’ ἀπέκτεινεν ὁ μελιττουργός, οὕτως ἐπεξῄεσαν αἱ ἕτεραι καὶ ἠμύνοντο, καὶ τὸν ἄνθρωπον οὐκ ἔτυπτον.
有一次,当某个蜂群生病时,有一些蜜蜂来到别人的蜂箱,通过战斗获胜并运走蜂蜜;但当养蜂人杀死它们时,其他的蜜蜂便如此出来进行防卫,并且没有叮刺那个人。