§9.40#2Τὸ δὲ λαμβανόμενον οὐ ῥᾴδιόν ἐστιν ἰδεῖν·
採集されるものを見ることは容易ではない。
οὐδὲ τὴν ἐργασίαν ὅντινα τρόπον ποιοῦνται, οὐκ ὦπται·
また、彼女らがどのように作業を行うかについても、見られたことがない。
τοῦ δὲ κηροῦ ἡ ἀνάληψις τεθεώρηται ἐπὶ τῶν ἐλαιῶν, διὰ πυκνότητα τῶν φύλλων ἐν ταὐτῷ διαμενουσῶν πλείω χρόνον.
しかし、オリーブの木の上で、葉が茂っているために彼女らが同じ場所に長い時間とどまっている間に、蝋の採集が観察されている。
Μετὰ δὲ τοῦτο νεοττεύουσιν.
この後、彼女らは巣作りをする。
Οὐθὲν δὲ κωλύει ἐν τῷ αὐτῷ κηρίῳ εἶναι νεοττοὺς καὶ μέλι καὶ κηφῆνας.
同じ巣板の中に、幼虫と蜂蜜と雄バチが存在することを妨げるものは何もない。
Ἐὰν μὲν οὖν ὁ ἡγεμὼν ζῇ, χωρίς φασι τοὺς κηφῆνας γίγνεσθαι, εἰ δὲ μή, ἐν τοῖς τῶν μελιττῶν κυττάροις γεννᾶσθαι ὑπὸ τῶν μελιττῶν, καὶ γίγνεσθαι τούτους θυμικωτέρους·
したがって、もし指導者が生きているならば、雄バチは別個に生まれると人々は言う。 しかし、そうでなければ、ミツバチの房の中でミツバチによって産み出され、そしてこれらはより気性が荒くなると言う。
διὸ καὶ καλεῖσθαι κεντρωτούς, οὐκ ἔχοντας κέντρον, ἀλλ’ ὅτι βούλονται μὲν οὐ δύνανται δὲ βάλλειν.
そのため、彼らは針を持っていないにもかかわらず「針を持つ者」とも呼ばれるが、それは、彼らが刺そうと欲するものの、そうすることができないからである。
Εἰσὶ δὲ μείζους οἱ τῶν κηφήνων κύτταροι.
雄バチの房はより大きい。
Ἀναπλάττουσι δὲ ὁτἔ μὲν καὶ αὐτὰ καθ’ αὑτὰ τὰ κηρία τὰ τῶν κηφήνων, ὡς ἐπὶ τὸ πολὺ δ’ ἐν τοῖς τῶν μελιττῶν· διὸ καὶ ἀποτέμνουσιν.
彼女らは時に、雄バチの房それ自体を独立して形作ることもあるが、大抵はミツバチの房の中に作り、それゆえに養蜂家たちはそれらを切り落とす。
Εἰσὶ δὲ γένη τῶν μελιττῶν πλείω, καθάπερ εἴρηται πρότερον, δύο μὲν ἡγεμόνων, ὁ μὲν βελτίων πυρρός, ὁ δ’ ἕτερος μέλας καὶ ποικιλώτερος, τὸ δὲ μέγεθος διπλάσιος τῆς χρηστῆς μελίττης·
以前に言及されたように、ミツバチにはいくつかの類があり、指導者には二つの類がある。 一方はより優れており、赤っぽく、他方は黒くて斑紋が多く、大きさは役に立つミツバチの二倍である。
ἡ δ’ ἀρίστη μικρά, στρογγύλη καὶ ποικίλη, ἄλλη μακρά, ὁμοία τῇ ἀνθρήνῃ.
最も優れたものは小さく、丸くて斑紋があり、もう一方は長くてスズメバチに似ている。
Ἕτερος ὁ φὼρ καλούμενος, μέλας, πλατυγάστωρ.
別のものは「泥棒」と呼ばれるもので、黒くて腹が平たい。
Ἔτι δ’ ὁ κηφήν·
さらに雄バチがいる。
οὗτος μέγιστος πάντων, ἄκεντρος δὲ καὶ νωθρός.
これはすべての中で最大であり、針がなく、のろまである。
Διαφέρουσι δ’ αἱ γινόμεναι τῶν μελιττῶν αἵτ’ ἀπὸ τῶν τὰ ἥμερα νεμομένων καὶ ἀπὸ τῶν τὰ ὀρεινά·
栽培地で採餌するものと、山地で採餌するものから生まれるミツバチは異なっている。
εἰσὶ γὰρ αἱ ἀπὸ τῶν ὑλονόμων δασύτεραι καὶ ἐλάττους καὶ ἐργατικώτεραι καὶ χαλεπώτεραι.
森に生息するものから得られるハチは、より毛深く、より小さく、より働き者で、より狂暴だからである。
Αἱ μὲν οὖν χρησταὶ μέλιτται ἐργάζονται τά τε κηρία ὁμαλὰ καὶ τὰ ἐπιπολῆς κάλυμμα πᾶν λεῖον, ἔτι δ’ ἓν εἶδος τοῦ κηρίου, οἷον ἅπαν μέλι ἢ νεοττοὺς ἢ κηφῆνας·
さて、役に立つミツバチたちは、巣板を平らに作り、表面の覆いをすべて滑らかにし、さらに巣板を単一の種類に、たとえば全体を蜂蜜、あるいは幼虫、あるいは雄バチだけにする。
ἂν δὲ συμβῇ ὥστ’ ἐν τῷ αὐτῷ κηρίῳ ἅπαντα ποιεῖν αὐτά, ἔσται ἐφεξῆς ἓν εἶδος εἰργασμένον δι’ ἀντλίας.
もし同じ巣板の中にこれらすべてを同時に作るようなことがあれば、水路のように一列に、一種類ずつが順々に作られることになる。
Αἱ δὲ μακραὶ τά τε κηρία ποιοῦσιν ἀνώμαλα καὶ τὸ κάλυμμα ἀνῳδηκός, ὅμοιον τῷ τῆς ἀνθρήνης, ἔτι δὲ τὸν γόνον καὶ τἆλλα οὐ τεταγμένα ἀλλ’ ὡς ἂν τύχῃ·
一方、長い方のハチは、巣板を不揃いに作り、覆いもスズメバチのもののように膨らんでおり、さらに幼虫やその他のものも整然とではなく、でたらめに配置する。
γίνονται δ’ ἐξ αὐτῶν οἵ τε πονηροὶ ἡγεμόνες καὶ κηφῆνες πολλοὶ καὶ οἱ φῶρες καλούμενοι, μέλι δ’ ἢ πάνυ βραχὺ ἢ οὐδέν.
そして彼女らからは、劣悪な指導者や、多くの雄バチ、そしていわゆる「泥棒」たちが生まれ、蜂蜜は極めて少ないか、あるいは全くない。
Ἐπικάθηνται δ’ ἐπὶ τοῖς κηρίοις αἱ μέλιτται καὶ συμπέττουσιν·
ミツバチたちは巣板の上に座ってそれらを成熟させる。
ἐὰν δὲ τοῦτο μὴ ποιῶσι, φθείρεσθαί φασι τὰ κηρία καὶ ἀραχνιοῦσθαι.
もしこれを行わないと、巣板は傷みクモの巣が張ると言われている。
Καὶ ἐὰν μὲν τὸ λοιπὸν δύνωνται κατέχειν ἐπικαθήμεναι, τοῦθ’ ὥσπερ ἔκβρωμα γίνεται, εἰ δὲ μή, ἀπόλλυται ὅλα.
そして、もし彼女らが上にとどまって残りの部分を保持することができれば、それは虫食い穴のようになるだけで済むが、そうでなければ、全体が台無しになってしまう。
Γίνεται δὲ σκωλήκια ἐν τοῖς φθειρομένοις, ἃ πτερούμενα ἐκπέταται.
傷んだ巣の中には小さな虫が生じ、それらは羽が生えて飛び去る。
Καὶ τὰ πίπτοντα δὲ τῶν κηρίων ὀρθοῦσιν αἱ μέλιτται, καὶ ὑφιστᾶσιν ἐρείσματα, ὅπως ἂν δύνωνται ὑπιέναι·
また、ミツバチたちは落ちた巣板を立て直し、下を通り抜けられるように支柱を下に置く。
ὅταν γὰρ μὴ ἔχωσιν ὁδὸν ᾗ προσπορεύσονται, οὐ προσκαθίζουσιν, εἶτ’ ἀραχνιοῦται.
というのも、近づいていくための道がないと、彼女らはそこに留まることができず、その結果、クモの巣が張ってしまうからである。
Τοῦ δὲ φωρὸς καὶ κηφῆνος γενομένων οὐδέν ἐστιν ἔργον, τὰ δὲ τῶν ἄλλων βλάπτουσιν.
「泥棒」と雄バチが生まれても何の働きもなく、むしろ他者の働きを害する。
Ἁλισκόμενοι δὲ θνήσκουσιν ὑπὸ τῶν χρηστῶν μελιττῶν.
彼らは捕らえられると、役に立つミツバチたちによって殺される。
Κτείνουσι δ’ αὗται σφόδρα καὶ τῶν ἡγεμόνων τοὺς πολλούς, καὶ μᾶλλον τοὺς πονηρούς, ἵνα μὴ πολλοὶ ὄντες διασπῶσι τὸν ἐσμόν.
彼女らは指導者たちの多くをも激しく殺すが、特に劣悪な指導者を殺す。 それは、彼らが多くなりすぎて群れを分裂させないためである。
Κτείνουσι δὲ μάλιστα, ὅταν μὴ πολύγονον ᾖ τὸ σμῆνος μηδὲ ἀφέσεις μέλλωσι γίγνεσθαι·
彼女らが殺すのは、特に群れが多産でなく、分蜂が起こる予定がないときである。
ἐν γὰρ τούτοις τοῖς καιροῖς καὶ τὰ κηρία διαφθείρουσι τὰ τῶν βασιλέων, ἐὰν ᾖ παρεσκευασμένα, ὡς ἐξαγωγέων ὄντων.
なぜなら、こうした時期には、もし王たちの房が準備されていたとしても、それを破壊してしまうからであり、それは新王たちが群れを率い去る存在だからである。
Διαφθείρουσι δὲ καὶ τὰ τῶν κηφήνων, ἐὰν ὑποφαίνῃ ἀπορία μέλιτος καὶ μὴ εὐμελιτῇ τὰ σμήνη·
彼女らはまた、蜂蜜の不足が兆し、群れに蜂蜜が十分にない場合には、雄バチの房をも破壊する。
καὶ τοῖς ἐξαιροῦσι περὶ τοῦ μέλιτος τότε μάχονται μάλιστα, καὶ τοὺς ὑπάρχοντας τῶν κηφήνων ἐκβάλλουσι, καὶ πολλάκις ὁρῶνται ἐν τῷ τεύχει ἀποκαθήμεναι.
そして、蜂蜜を取り出そうとする者たちに対してその時に最も激しく戦い、すでにいる雄バチたちを追い出す。 そして、しばしば彼女らが容器の外に集まって座っているのが見られる。
Πολεμοῦσι δὲ σφόδρα αἱ μικραὶ τῷ γένει τῷ μακρῷ, καὶ πειρῶνται ἐκβάλλειν ἐκ τῶν σμηνῶν·
また、小さい方の類のハチは長い方の類のハチと激しく戦い、彼女らを巣箱から追い出そうと試みる。
κἂν ἐπικρατήσωσι, τοῦτο δοκεῖ ὑπερβολῇ γίγνεσθαι ἀγαθὸν σμῆνος.
そして、もし勝利すれば、その群れは極めて優れた群れになると考えられている。
Αἱ δ’ ἕτεραι αν γένωνται αὐταὶ ἐφ’ ἑαυτῶν, ἀργοῦσί τε καὶ τέλεως οὐθὲν ποιοῦσιν ἀγαθόν, ἀπόλλυνται δὲ καὶ αὐταὶ πρὸ τοῦ φθινοπώρου.
一方、他方のハチは、もし自分たちだけで残されると、怠けて全く何も良いことをせず、彼女ら自身も秋の前に滅びてしまう。
Ὅσας δὲ κτείνουσιν αἱ χρησταὶ μέλιτται, πειρῶνται μὲν ἔξω τοῦ σμήνους τοῦτο πράττειν· ἐὰν δ’ ἔσω τις ἀποθάνῃ, ἐξάγουσιν ὁμοίως.
役に立つミツバチたちが他のハチを殺すときは、巣箱の外でこれを行おうと試みるが、もし内部で誰かが死んだ場合には、同様に外へ運び出す。
Οἱ δὲ φῶρες καλούμενοι κακουργοῦσι μὲν καὶ τὰ παρ’ αὑτοῖς κηρία, εἰσέρχονται δέ, ἐὰν λάθωσι, καὶ εἰς τὰ ἀλλότρια·
いわゆる「泥棒」たちは、自分たちのところの巣板をも損なうが、もし気づかれなければ他人の巣板にも侵入する。
ἐὰν δὲ ληφθῶσι, θνήσκουσιν.
しかし、もし捕らえられれば殺される。
Ἔργον δ’ ἐστὶ λαθεῖν·
しかし、気づかれずにすますのは困難なことである。
ἐπί τε γὰρ εἰσόδῳ ἑκάστῃ φύλακές εἰσιν, αὐτός τε ἐὰν εἰσελθὼν λάθῃ, διὰ τὸ ὑπερπεπλῆσθαι οὐ δύναται πέτεσθαι, ἀλλὰ πρὸ τοῦ σμήνους κυλίεται, ὥστ’ ἔργον ἐστὶν αὐτῷ ἐκφυγεῖν.
というのも、それぞれの入り口には守衛がおり、また彼自身、もし侵入することに成功したとしても、食べ過ぎのために飛ぶことができず、巣箱の前で転げ回るため、逃げおおせるのは困難だからである。
Οἱ δὲ βασιλεῖς αὐτοὶ μὲν οὐχ ὁρῶνται ἔξω ἄλλως ἢ μετ’ ἀφέσεως·
王たち自身は、分蜂のとき以外には外で見られることはない。
ἐν δὲ ταῖς ἀφέσεσιν αἱ λοιπαὶ περὶ τοῦτον συνεσπειραμέναι φαίνονται.
そして分蜂の際には、残りのハチたちが彼の周りに固まって群がっているのが見られる。
Ὅταν δ’ ἄφεσις μέλλῃ γίγνεσθαι, φωνὴ μονῶτις καὶ ἴδιος γίνεται ἐπί τινας ἡμέρας, καὶ πρὸ δύο ἢ τριῶν ἡμερῶν ὀλίγαι πέτονται περὶ τὸ σμῆνος·
分蜂が起ころうするときには、数日間にわたって独特の羽音が聞こえ、また二、三日前には少数のハチが巣箱の周りを飛び回る。
εἰ δὲ γίνεται καὶ ὁ βασιλεὺς ἐν ταύταις, οὐκ ὦπταί πωδιὰ τὸ μὴ ῥᾴδιον εἶναι.
しかし、王もその中に含まれているのかどうかは、容易ではないために、未だ見られたことがない。