Humanitext Reader

亚里士多德 · 动物志 §9.40#2

蜂群各阶层的习性、筑巢及分蜂行为

第 170 段,共 189 段 · 希腊语

内容简介

本段详细描述了蜜蜂、雄蜂和领袖蜂的特征与筑巢分工,指出了不同品种蜜蜂在蜂巢构造上的差异,并阐述了对有害蜂的清除和分蜂时的行为特征。

§9.40#2Τὸ δὲ λαμβανόμενον οὐ ῥᾴδιόν ἐστιν ἰδεῖν· οὐδὲ τὴν ἐργασίαν ὅντινα τρόπον ποιοῦνται, οὐκ ὦπται·
采集到的东西并不容易看到;它们以何种方式工作也未被观察到。
τοῦ δὲ κηροῦ ἡ ἀνάληψις τεθεώρηται ἐπὶ τῶν ἐλαιῶν, διὰ πυκνότητα τῶν φύλλων ἐν ταὐτῷ διαμενουσῶν πλείω χρόνον.
但是,人们已经在橄榄树上观察到了蜡的采集,因为由于叶子茂密,它们会在同一地方停留较长时间。
Μετὰ δὲ τοῦτο νεοττεύουσιν.
此后,它们开始筑巢。
Οὐθὲν δὲ κωλύει ἐν τῷ αὐτῷ κηρίῳ εἶναι νεοττοὺς καὶ μέλι καὶ κηφῆνας.
没有什么能阻止幼虫、蜂蜜和雄蜂共存于同一个蜂巢中。
Ἐὰν μὲν οὖν ὁ ἡγεμὼν ζῇ, χωρίς φασι τοὺς κηφῆνας γίγνεσθαι, εἰ δὲ μή, ἐν τοῖς τῶν μελιττῶν κυττάροις γεννᾶσθαι ὑπὸ τῶν μελιττῶν, καὶ γίγνεσθαι τούτους θυμικωτέρους· διὸ καὶ καλεῖσθαι κεντρωτούς, οὐκ ἔχοντας κέντρον, ἀλλ’ ὅτι βούλονται μὲν οὐ δύνανται δὲ βάλλειν.
因此,人们说,如果领袖活着,雄蜂是分开产生的;但如果不是,它们就会由蜜蜂在蜜蜂的蜂房中产生,并且这些雄蜂会变得更加凶猛;所以它们也被称为有刺的,尽管它们并没有刺,而是因为它们想刺却无能为力。
Εἰσὶ δὲ μείζους οἱ τῶν κηφήνων κύτταροι.
雄蜂的蜂房更大。
Ἀναπλάττουσι δὲ ὁτἔ μὲν καὶ αὐτὰ καθ’ αὑτὰ τὰ κηρία τὰ τῶν κηφήνων, ὡς ἐπὶ τὸ πολὺ δ’ ἐν τοῖς τῶν μελιττῶν· διὸ καὶ ἀποτέμνουσιν.
有时它们也会自己塑造雄蜂的蜂巢,但大多数情况下是在蜜蜂的蜂巢中塑造;因此养蜂人也会将它们切掉。
Εἰσὶ δὲ γένη τῶν μελιττῶν πλείω, καθάπερ εἴρηται πρότερον, δύο μὲν ἡγεμόνων, ὁ μὲν βελτίων πυρρός, ὁ δ’ ἕτερος μέλας καὶ ποικιλώτερος, τὸ δὲ μέγεθος διπλάσιος τῆς χρηστῆς μελίττης· ἡ δ’ ἀρίστη μικρά, στρογγύλη καὶ ποικίλη, ἄλλη μακρά, ὁμοία τῇ ἀνθρήνῃ.
正如前面所说,蜜蜂有几种类型:两种领袖,较好的一种呈红色,另一种呈黑色且更有斑纹,体型是好蜜蜂的两倍;最优秀的一种体型小、圆且有斑纹,另一种体型长,类似于黄蜂。
Ἕτερος ὁ φὼρ καλούμενος, μέλας, πλατυγάστωρ.
另一种被称为盗蜂,呈黑色且腹部宽大。
Ἔτι δ’ ὁ κηφήν· οὗτος μέγιστος πάντων, ἄκεντρος δὲ καὶ νωθρός.
此外还有雄蜂;这是所有蜜蜂中最大的,无刺且懒惰。
Διαφέρουσι δ’ αἱ γινόμεναι τῶν μελιττῶν αἵτ’ ἀπὸ τῶν τὰ ἥμερα νεμομένων καὶ ἀπὸ τῶν τὰ ὀρεινά· εἰσὶ γὰρ αἱ ἀπὸ τῶν ὑλονόμων δασύτεραι καὶ ἐλάττους καὶ ἐργατικώτεραι καὶ χαλεπώτεραι.
产生的蜜蜂因在温和地区还是在山区觅食而有所不同;因为来自森林居住者的蜜蜂更毛茸茸、更小、更勤劳、也更凶猛。
Αἱ μὲν οὖν χρησταὶ μέλιτται ἐργάζονται τά τε κηρία ὁμαλὰ καὶ τὰ ἐπιπολῆς κάλυμμα πᾶν λεῖον, ἔτι δ’ ἓν εἶδος τοῦ κηρίου, οἷον ἅπαν μέλι ἢ νεοττοὺς ἢ κηφῆνας· ἂν δὲ συμβῇ ὥστ’ ἐν τῷ αὐτῷ κηρίῳ ἅπαντα ποιεῖν αὐτά, ἔσται ἐφεξῆς ἓν εἶδος εἰργασμένον δι’ ἀντλίας.
现在,好蜜蜂建造的蜂巢平整,表面的覆盖物完全光滑,并且在同一个蜂巢中只建造一种,例如全部是蜂蜜、幼虫或雄蜂;如果碰巧它们在同一个蜂巢中建造了所有这些,那么每一种都会像通过渠道一样按顺序建造。
Αἱ δὲ μακραὶ τά τε κηρία ποιοῦσιν ἀνώμαλα καὶ τὸ κάλυμμα ἀνῳδηκός, ὅμοιον τῷ τῆς ἀνθρήνης, ἔτι δὲ τὸν γόνον καὶ τἆλλα οὐ τεταγμένα ἀλλ’ ὡς ἂν τύχῃ· γίνονται δ’ ἐξ αὐτῶν οἵ τε πονηροὶ ἡγεμόνες καὶ κηφῆνες πολλοὶ καὶ οἱ φῶρες καλούμενοι, μέλι δ’ ἢ πάνυ βραχὺ ἢ οὐδέν.
但是,长体型的蜜蜂建造的蜂巢不平整,覆盖物膨胀,类似于黄蜂的覆盖物,它们的幼体和其他东西也杂乱无章,而不是井然有序;从中产生劣质的领袖、许多雄蜂以及所谓的盗蜂,蜂蜜极少或根本没有。
Ἐπικάθηνται δ’ ἐπὶ τοῖς κηρίοις αἱ μέλιτται καὶ συμπέττουσιν· ἐὰν δὲ τοῦτο μὴ ποιῶσι, φθείρεσθαί φασι τὰ κηρία καὶ ἀραχνιοῦσθαι.
蜜蜂坐在蜂巢上使其成熟;如果它们不这样做,人们说蜂巢会腐烂并结满蜘蛛网。
Καὶ ἐὰν μὲν τὸ λοιπὸν δύνωνται κατέχειν ἐπικαθήμεναι, τοῦθ’ ὥσπερ ἔκβρωμα γίνεται, εἰ δὲ μή, ἀπόλλυται ὅλα.
如果它们确实能坚持坐在上面,这就会像被虫蛀一样,否则整个蜂巢就会毁灭。
Γίνεται δὲ σκωλήκια ἐν τοῖς φθειρομένοις, ἃ πτερούμενα ἐκπέταται.
在腐烂的蜂巢中会产生小虫,它们长出翅膀后会飞走。
Καὶ τὰ πίπτοντα δὲ τῶν κηρίων ὀρθοῦσιν αἱ μέλιτται, καὶ ὑφιστᾶσιν ἐρείσματα, ὅπως ἂν δύνωνται ὑπιέναι· ὅταν γὰρ μὴ ἔχωσιν ὁδὸν ᾗ προσπορεύσονται, οὐ προσκαθίζουσιν, εἶτ’ ἀραχνιοῦται.
蜜蜂也会把落下的蜂巢扶直,并在下面支撑,以便它们能从下面穿过;因为当它们没有可以接近的通道时,它们就不会停留在上面,然后就会结满蜘蛛网。
Τοῦ δὲ φωρὸς καὶ κηφῆνος γενομένων οὐδέν ἐστιν ἔργον, τὰ δὲ τῶν ἄλλων βλάπτουσιν.
当盗蜂和雄蜂产生时,它们没有工作,却损害其他蜜蜂的工作。
Ἁλισκόμενοι δὲ θνήσκουσιν ὑπὸ τῶν χρηστῶν μελιττῶν.
一旦被抓住,它们就会被好蜜蜂杀死。
Κτείνουσι δ’ αὗται σφόδρα καὶ τῶν ἡγεμόνων τοὺς πολλούς, καὶ μᾶλλον τοὺς πονηρούς, ἵνα μὴ πολλοὶ ὄντες διασπῶσι τὸν ἐσμόν.
好蜜蜂还会杀死许多领袖,尤其是那些劣质的领袖,以免数量过多而分裂蜂群。
Κτείνουσι δὲ μάλιστα, ὅταν μὴ πολύγονον ᾖ τὸ σμῆνος μηδὲ ἀφέσεις μέλλωσι γίγνεσθαι· ἐν γὰρ τούτοις τοῖς καιροῖς καὶ τὰ κηρία διαφθείρουσι τὰ τῶν βασιλέων, ἐὰν ᾖ παρεσκευασμένα, ὡς ἐξαγωγέων ὄντων.
它们尤其是在蜂群生育不繁盛且不准备分蜂的时候杀死它们;因为在这些时期,即使准备了王台,它们也会将其摧毁,因为这些领袖是带走蜂群的人。
Διαφθείρουσι δὲ καὶ τὰ τῶν κηφήνων, ἐὰν ὑποφαίνῃ ἀπορία μέλιτος καὶ μὴ εὐμελιτῇ τὰ σμήνη· καὶ τοῖς ἐξαιροῦσι περὶ τοῦ μέλιτος τότε μάχονται μάλιστα, καὶ τοὺς ὑπάρχοντας τῶν κηφήνων ἐκβάλλουσι, καὶ πολλάκις ὁρῶνται ἐν τῷ τεύχει ἀποκαθήμεναι.
如果出现蜂蜜匮乏且蜂箱中没有丰富蜂蜜的情况,它们也会摧毁雄蜂的蜂巢;那时它们与取蜜的人斗争最激烈,并将现有的雄蜂赶出去,人们经常看到它们坐在容器外面。
Πολεμοῦσι δὲ σφόδρα αἱ μικραὶ τῷ γένει τῷ μακρῷ, καὶ πειρῶνται ἐκβάλλειν ἐκ τῶν σμηνῶν· κἂν ἐπικρατήσωσι, τοῦτο δοκεῖ ὑπερβολῇ γίγνεσθαι ἀγαθὸν σμῆνος.
小体型的蜜蜂与长体型的蜜蜂激烈斗争,并试图将它们赶出蜂箱;如果它们获胜,这被认为是极好的蜂群。
Αἱ δ’ ἕτεραι αν γένωνται αὐταὶ ἐφ’ ἑαυτῶν, ἀργοῦσί τε καὶ τέλεως οὐθὲν ποιοῦσιν ἀγαθόν, ἀπόλλυνται δὲ καὶ αὐταὶ πρὸ τοῦ φθινοπώρου.
如果另一类蜜蜂自己留下,它们就会闲着,完全不做任何好事,并且在秋天之前它们自己也会灭亡。
Ὅσας δὲ κτείνουσιν αἱ χρησταὶ μέλιτται, πειρῶνται μὲν ἔξω τοῦ σμήνους τοῦτο πράττειν· ἐὰν δ’ ἔσω τις ἀποθάνῃ, ἐξάγουσιν ὁμοίως.
好蜜蜂杀死的任何蜜蜂,它们都试图在蜂箱外进行;如果有蜜蜂在内部死掉,它们也会同样将其运出。
Οἱ δὲ φῶρες καλούμενοι κακουργοῦσι μὲν καὶ τὰ παρ’ αὑτοῖς κηρία, εἰσέρχονται δέ, ἐὰν λάθωσι, καὶ εἰς τὰ ἀλλότρια· ἐὰν δὲ ληφθῶσι, θνήσκουσιν.
所谓的盗蜂也会损害它们自己的蜂巢,如果未被发现,它们也会进入其他蜜蜂的蜂巢;但如果被抓住,它们就会死掉。
Ἔργον δ’ ἐστὶ λαθεῖν· ἐπί τε γὰρ εἰσόδῳ ἑκάστῃ φύλακές εἰσιν, αὐτός τε ἐὰν εἰσελθὼν λάθῃ, διὰ τὸ ὑπερπεπλῆσθαι οὐ δύναται πέτεσθαι, ἀλλὰ πρὸ τοῦ σμήνους κυλίεται, ὥστ’ ἔργον ἐστὶν αὐτῷ ἐκφυγεῖν.
然而,不被发现是困难的;因为每个入口都有守卫,即使它设法进入而未被发现,由于吃得太饱它也无法飞行,而是在蜂箱前滚来滚去,所以它很难逃脱。
Οἱ δὲ βασιλεῖς αὐτοὶ μὲν οὐχ ὁρῶνται ἔξω ἄλλως ἢ μετ’ ἀφέσεως· ἐν δὲ ταῖς ἀφέσεσιν αἱ λοιπαὶ περὶ τοῦτον συνεσπειραμέναι φαίνονται.
王们自己除了随蜂群外,在外面是看不到的;在分蜂时,其余的蜜蜂被看到聚集在它的周围。
Ὅταν δ’ ἄφεσις μέλλῃ γίγνεσθαι, φωνὴ μονῶτις καὶ ἴδιος γίνεται ἐπί τινας ἡμέρας, καὶ πρὸ δύο ἢ τριῶν ἡμερῶν ὀλίγαι πέτονται περὶ τὸ σμῆνος· εἰ δὲ γίνεται καὶ ὁ βασιλεὺς ἐν ταύταις, οὐκ ὦπταί πωδιὰ τὸ μὴ ῥᾴδιον εἶναι.
当分蜂准备发生时,会连续几天出现一种独特而单调的声音,在两三天前,会有少数蜜蜂在蜂箱周围飞舞;但王是否也在其中,由于不容易看清,至今尚未被观察到。

词汇与语法注释

  1. p.347διαμενουσῶν — 阴性复数属格分词。其逻辑主语是蜜蜂(αἱ μέλιτται),采用属格形式是因为与介词 `διά` 所支配的名词 `πυκνότητα` 形成一致关系,或者作为属格绝对结构来解释蜜蜂在叶丛中停留的情况。它指的是蜜蜂而非叶子(φυλλῶν,中性)在同一地点停留。
  2. p.347δι’ ἀντλίας — 字面意思是“通过泵或水渠”。这是一个比喻性表达,意味着即使在同一个蜂巢中建造了不同种类的蜂房(蜂蜜、幼虫、雄蜂),它们也会像水流过渠道一样,井然有序、连续不断地按顺序建造,而不是混乱地混杂在一起。
  3. p.349ἔργον — 此处的 `ἔργον` 是一个名词,意思是“艰巨的任务”或“困难的事”,充当以不定式 `λαθεῖν` 和 `ἐκφυγεῖν` 为主语的谓语(即“不被发现是困难的”、“逃脱是困难的”)。

引用这一段

亚里士多德, 动物志 §9.40#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:9.40%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。