§9.40#1Ἔστι δέ τι γένος τῶν ἐντόμων, ὃ ἑνὶ μὲν ὀνόματι ἀνώνυμόν ἐστιν, ἔχει δὲ πάντα τὴν μορφὴν συγγενικήν·
昆虫にはある類が存在するが、それは単一の名前としては無名であり、しかしすべて親縁関係にある形態を持っている。
ἔστι δὲ ταῦτα ὅσα κηριοποιά, οἷον μέλιτται καὶ τὰ παραπλήσια τὴν μορφήν.
これらは巣を造るすべてのもの、たとえばミツバチや、形態がそれに類似したものである。
Τούτων δ’ ἐστὶ γένη ἐννέα, ὧν τὰ μὲν ἓξ ἀγελαῖα, μέλιττα, βασιλεῖς τῶν μελιττῶν, κηφὴν ὁ ἐν ταῖς μελίτταις, σφὴξ ὁ ἐπέτειος, ἔτι δ’ ἀνθρήνη καὶ τενθρηδών·
これらには九つの類があり、そのうち六つは群生するもので、ミツバチ、ミツバチの王たち、ミツバチの中にいる雄バチ、一年性のスズメバチ、さらにスズメバチとツチバチである。
μοναδικὰ δὲ τρία, σειρὴν ὁ μικρός, φαιός, ἄλλος σειρὴν ὁ μείζων, ὁ μέλας καὶ ποικίλος, τρίτος δ’ ὁ καλούμενος βομβύλιος, μέγιστος τούτων.
一方、単独で暮らすものが三つあり、小さいセイレン(灰褐色)、もう一つの大きい方のセイレン(黒くて斑紋がある)、そして三番目はいわゆるマルハナバチであり、これらの中で最も大きい。
Οἱ μὲν οὖν μύρμηκες θηρεύουσι μὲν οὐδέν, τὰ δὲ πεποιημένα συλλέγουσιν·
さて、アリたちは何も狩りはせず、すでに作られたものを集める。
οἱ δ’ ἀράχναι ποιοῦσι μὲν οὐδὲν οὐδ’ ἀποτίθενται, θηρεύουσι δὲ μόνον τὴν τροφήν·
クモたちは何も作らず、貯蔵もせず、ただ食物を狩るだけである。
τῶν δ’ ἐννέα γενῶν τῶν εἰρημένων περὶ μὲν τῶν λοιπῶν ὕστερον λεχθήσεται, αἱ δὲ μέλιτται θηρεύουσι μὲν οὐδέν, αὐταὶ δὲ ποιοῦνται καὶ ἀποτίθενται·
言及された九つの類のうち、残りのものについては後で語られるが、ミツバチは何も狩りはせず、自分たちで作り出し、貯蔵する。
ἔστι γὰρ αὐταῖς τὸ μέλι τροφή.
なぜなら、彼女らににとって蜂蜜が食物だからである。
Δῆλον δὲ ποιοῦσιν, ὅταν τὰ κηρία ἐπιχειρῶσιν οἱ μελιττουργοὶ ἐξαιρεῖν·
養蜂家たちが巣を取り出そうと試みるとき、彼女らはそれを明らかにする。
θυμιώμεναι γὰρ καὶ σφόδρα πονοῦσαι ὑπὸ τοῦ καπνοῦ τότε μάλιστα τὸ μέλι ἐσθίουσιν, ἐν δὲ τῷ ἄλλῳ χρόνῳ οὐ σφόδρα ὁρῶνται, ὡς φειδόμεναι καὶ ἀποτιθέμεναι τροφῆς χάριν.
というのも、煙でいぶされ、ひどく苦しめられると、その時に彼女らは何よりも蜂蜜を食べるが、それ以外の時には、食物のために節約し蓄えているかのように、それほど食べるのを見られないからである。
Ἔστι δ’ αὐταῖς καὶ ἄλλη τροφή, ἣν καλοῦσί τινες κήρινθον·
彼女らには別の食物もあり、それをある人々はケリントスと呼ぶ。
ἔστι δὲ τοῦτο ὑποδεέστερον καὶ γλυκύτητα συκώδη ἔχον, κομίζουσι δὲ τοῦτο τοῖς σκέλεσι καθάπερ καὶ τὸν κηρόν.
これは劣るものであり、イチジクのような甘みを持っており、彼女らはこれを脚で運ぶが、それはちょうど蝋を運ぶのと同じである。
Ἔστι δὲ περὶ τὴν ἐργασίαν αὐτῶν καὶ τὸν βίον πολλὴ. ποικιλία.
彼女らの働きと生活については、多くの多様性がある。
Ἐπειδὰν γὰρ παραδοθῇ αὐταῖς καθαρὸν τὸ σμῆνος, οἰκοδομοῦσι τὰ κηρία, φέρουσαι τῶν τ’ ἄλλων ἀνθέων καὶ ἀπὸ τῶν δένδρων τὰ δάκρυα, ἰτέας τε καὶ πτελέας καὶ ἄλλων τῶν κολλωδεστάτων.
というのも、彼女らにきれいな巣箱が引き渡されると、他の花々から、また樹木、すなわちヤナギやニレ、およびその他の極めて粘着性の高いものから涙を運んできて、巣を建設するからである。
Τούτῳ δὲ καὶ τὸ ἔδαφος διαχρίουσι τῶν ἄλλων θηρίων ἕνεκεν·
また、これをもって彼女らは他の獣を防ぐために床を塗りつぶす。
καλοῦσι δ’ οἱ μελιττουργοὶ τοῦτο κόνισιν.
養蜂家たちはこれをコニシスと呼ぶ。
Καὶ τὰς εἰσόδους δὲ παροικοδομοῦσιν, ἐὰν εὐρεῖαι ὦσιν.
また、入り口が広い場合には、その傍らに障壁を築いて狭くする。
Πλάττουσι δὲ κηρία πρῶτον ἐν οἷς αὐταὶ γίνονται, εἶτ’ ἐν οἷς οἱ καλούμενοι βασιλεῖς καὶ τὰ κηφήνια.
彼女らはまず自分たちが生まれる房を形作り、次にいわゆる王たちが生まれる房と、雄バチの房を形作る。
Τὰ μὲν οὖν αὑτῶν ἀεὶ πλάττουσι, τὰ δὲ τῶν βασιλέων ὅταν ᾖ πολυγονία, τὰ δὲ κηφήνια ἐὰν μέλιτος ἀφθονία ἐπισημαίνῃ.
さて、自分たちの房は常に形作るが、王たちの房は多産の時に形作り、雄バチの房は蜂蜜の豊作が予想される場合に形作る。
Πλάττουσι δὲ τὰ μὲν τῶν βασιλέων πρὸς τοῖς αὑτῶν (μικρὰ δ’ ἐστὶ ταῦτα), τὰ δὲ κηφήνια πρὸς αὐτά·
そして彼女らは、王たちの房を自分たちの房の近くに形作るが(これらは小さいものである)、雄バチの房はそれらの近くに形作る。
ἐλάττω δ’ ἐστὶ ταῦτα τῷ μεγέθει τῶν μελιττίων.
しかしこれらは、大きさにおいてミツバチの房よりも小さい。
Ἄρχονται δὲ τῶν ἱστῶν ἄνωθεν ἀπὸ τῆς ὀροφῆς τοῦ σμήνους, καὶ κάτω συνυφεῖς ποιοῦσιν ἕως τοῦ ἐδάφους ἱστοὺς πολλούς.
彼女らは巣箱の天井から上から作り始め、下へと、床に至るまで、多くの巣板を互いに結合させて作り上げる。
Αἱ δὲ θυρίδες καὶ αἱ τοῦ μέλιτος καὶ τῶν σχαδόνων ἀμφίστομοι·
蜂蜜や幼虫のための個々の房穴は、両方に口が開いている。
περὶ γὰρ μίαν βάσιν δύο θυρίδες εἰσίν, ὥσπερ ἡ τῶν ἀμφικυπέλλων, ἡ μὲν ἐντὸς ἡ δ’ ἐκτός.
というのも、一つの底を囲んで二つの房穴があり、ちょうど両口の器のようであって、一方は内側に、他方は外側に向いているからである。
Αἱ δὲ περὶ τὰς ἀρχὰς τῶν κηρίων πρὸς τὰ σμήνη συνύφειαι, ὅσον ἐπὶ δύο ἢ τρεῖς στίχους κύκλῳ, βραχεῖαι καὶ κεναὶ μέλιτος·
巣板の始まりの部分、すなわち巣箱と結合している部分は、周囲二、三列ほどの間、短くて蜂蜜が空である。
πληρέστερα δὲ τῶν κηρίων τὰ μάλιστα τῷ κηρῷ καταπεπλασμένα.
そして、巣板の中で最もよく蝋で覆い塞がれている部分が最も満ちている。
Περὶ δὲ τὸ στόμα τοῦ σμήνους τὸ μὲν πρῶτον τῆς εἰσδύσεως περιαλήλιπται μίτυϊ·
巣箱の入り口の周りでは、侵入する最初の部分がミテュスで塗り固められている。
τοῦτο δ’ ἐστὶ μέλαν ἱκανῶς, ὥσπερ ἀποκάθαρμ’ αὐταῖς τοῦ κηροῦ, καὶ τὴν ὀσμὴν δριμύ, φάρμακον δ’ ἐστὶ τυμμάτων καὶ τῶν τοιούτων ἐμπυημάτων·
これは十分に黒く、彼女らににとって蝋の不純物のようであり、臭いは刺激的で、打撲傷やその種の化膿の薬となる。
ἡ δὲ συνεχὴς ἀλοιφὴ τούτῳ πισσόκηρος, ἀμβλύτερον καὶ ἧττον φαρμακῶδες τῆς μίτυος.
これに続く塗布剤はピッソケーロスであり、ミテュスよりも刺激が弱く、薬効も少ない。
Λέγουσι δέ τινες τοὺς κηφῆνας κηρία μὲν πλάττειν καθ’ αὑτοὺς καὶ ἐν τῷ αὐτῷ σμήνει καὶ ἐν τῷ ἑνὶ κηρίῳ μεριζομένους πρὸς τὰς μελίττας, μελιττουργεῖν μέντοι οὐθέν, ἀλλὰ τρέφεσθαι τῷ τῶν μελιττῶν καὶ αὐτοὺς καὶ τοὺς νεοττούς.
ある人々は、雄バチは自分たちだけで房を形作り、同じ巣箱の中で、また一つの巣板においてミツバチと分担しているが、蜂蜜は全く作らず、彼ら自身もその幼虫たちもミツバチのものによって養われる、と言う。
Διατρίβουσι δ’ οἱ κηφῆνες τὰ μὲν πολλὰ ἔνδον, ἐὰν δ’ ἐκπετασθῶσι, προσφέρονται ῥύβδην ἄνω πρὸς τὸν οὐρανόν, ἐπιδινοῦντες αὑτοὺς καὶ ὥσπερ ἀπογυμνάζοντες·
雄バチは大抵の時間を内部で過ごすが、もし飛び出すと、天に向かって勢いよく舞い上がり、自分たちを回転させ、いわば運動をする。
ὅταν δὲ τοῦτο δράσωσι, πάλιν εἰσελθόντες εὐωχοῦνται.
そしてこれを行うと、再び中に入ってごちそうを食べる。
Οἱ δὲ βασιλεῖς οὐ πέτονται ἔξω, ἐὰν μὴ μετὰ ὅλου τοῦ ἐσμοῦ, οὔτ’ ἐπὶ βοσκὴν οὔτ’ ἄλλως.
王たちは、群れ全体と一緒でなければ、餌を求めるためであれ、他の目的であれ、外へ飛ぶことはない。
Φασὶ δὲ καὶ ἐὰν ἀποπλανηθῇ ὁ ἀφεσμός, ἀνιχνευούσας μεταθεῖν ἕως ἂν εὕρωσι τὸν ἡγεμόνα τῇ ὀσμῇ.
また、もし分蜂した群れが迷い出た場合、彼女らは匂いによって指導者を見つけ出すまで、追跡して走り回ると言われている。
Λέγεται δὲ καὶ φέρεσθαι αὐτὸν ὑπὸ τοῦ ἐσμοῦ, ὅταν πέτεσθαι μὴ δύνηται·
また、彼が飛ぶことができないときは、群れによって運ばれると言われている。
καὶ ἐὰν ἀπόληται, ἀπόλλυσθαι τὸν ἀφεσμόν·
そして、もし彼が死ぬと、その群れも滅びてしまう。
ἐὰν δ’ ἄρα χρόνον τινὰ διαμείνωσι καὶ κηρία ποιήσωσι, μέλι οὐκ ἐγγίνεσθαι καὶ αὐτὰς ταχὺ ἀπόλλυσθαι.
もし彼らがしばらくの間生き残り、巣を作ったとしても、そこに蜂蜜は生じず、彼女ら自身もすぐに滅びてしまうのである。
Τὸν δὲ κηρὸν ἀναλαμβάνουσιν αἱ μέλισσαι ἀριχώμεναι πρὸς τὰ βρύα ὀξέως τοῖς ἔμπροσθεν ποσί·
ミツバチは、前脚で苔に向かって素早くこすりつけるようにして、蝋を取り上げる。
τούτους δ’ ἐκμάττουσιν εἰς τοὺς μέσους, τοὺς δὲ μέσους εἰς τὰ βλαισὰ τῶν ὀπισθίων·
そして、これらを中脚へと押しつけ、中脚から後脚の湾曲した部分へと押しつける。
καὶ οὕτω γεμισθεῖσαι ἀποπέτονται, καὶ δῆλαί εἰσι βαρυνόμεναι.
このようにして満載になると、彼女らは飛び去るが、その重そうにしている様子は明らかである。
Καθ’ ἑκάστην δὲ πτῆσιν οὐ βαδίζει ἡ μέλιττα ἐφ’ ἕτερα τῷ εἴδει ἄνθη, οἷον ἀπὸ ἴου ἐπὶ ἴον, καὶ οὐ θιγγάνει ἄλλου γε, ἕως ἂν εἰς τὸ σμῆνος εἰσπετασθῇ.
一回の飛行において、ミツバチは異なる種類の花へと進むことはなく、たとえばスミレからスミレへと行き、巣箱に飛び戻るまでは他の種類には決して触れない。
Ὅταν δ’ εἰς τὸ σμῆνος ἀφίκωνται, ἀποσείονται, καὶ παρακολουθοῦσιν ἑκάστῃ τρεῖς ἢ τέτταρες.
そして彼女らが巣箱に到着すると、体を揺すって落とし、それぞれのハチに三、四匹が付き添う。