Humanitext Reader

亚里士多德 · 动物志 §9.40#1

蜂类的分类与蜜蜂的筑巢采蜜习性

第 169 段,共 189 段 · 希腊语

内容简介

本节将筑巢蜂类划分为九个种类,并详细阐述了蜜蜂的食物储存、利用类似蜂胶的物质修补蜂箱、蜂王、雄蜂与工蜂的生态分工,以及它们独特的采蜜和携带蜡质的行为。

§9.40#1Ἔστι δέ τι γένος τῶν ἐντόμων, ὃ ἑνὶ μὲν ὀνόματι ἀνώνυμόν ἐστιν, ἔχει δὲ πάντα τὴν μορφὴν συγγενικήν· ἔστι δὲ ταῦτα ὅσα κηριοποιά, οἷον μέλιτται καὶ τὰ παραπλήσια τὴν μορφήν.
昆虫中有一类,在单一名称下是无名的,但它们都具有亲缘关系的形态;这些是所有建造蜂巢的昆虫,例如蜜蜂以及在形态上与之相似的种类。
Τούτων δ’ ἐστὶ γένη ἐννέα, ὧν τὰ μὲν ἓξ ἀγελαῖα, μέλιττα, βασιλεῖς τῶν μελιττῶν, κηφὴν ὁ ἐν ταῖς μελίτταις, σφὴξ ὁ ἐπέτειος, ἔτι δ’ ἀνθρήνη καὶ τενθρηδών· μοναδικὰ δὲ τρία, σειρὴν ὁ μικρός, φαιός, ἄλλος σειρὴν ὁ μείζων, ὁ μέλας καὶ ποικίλος, τρίτος δ’ ὁ καλούμενος βομβύλιος, μέγιστος τούτων.
这些之中有九个类,其中六个是群居性的:蜜蜂、蜜蜂之王、蜜蜂中的雄蜂、一年生黄蜂,此外还有泥蜂和锯角叶蜂;另外三个是独居性的:小塞壬(灰褐色)、另一种较大的塞壬(黑色且有斑纹),第三种是被认为丸花蜂的种类,是这些之中最大的。
Οἱ μὲν οὖν μύρμηκες θηρεύουσι μὲν οὐδέν, τὰ δὲ πεποιημένα συλλέγουσιν· οἱ δ’ ἀράχναι ποιοῦσι μὲν οὐδὲν οὐδ’ ἀποτίθενται, θηρεύουσι δὲ μόνον τὴν τροφήν· τῶν δ’ ἐννέα γενῶν τῶν εἰρημένων περὶ μὲν τῶν λοιπῶν ὕστερον λεχθήσεται, αἱ δὲ μέλιτται θηρεύουσι μὲν οὐδέν, αὐταὶ δὲ ποιοῦνται καὶ ἀποτίθενται· ἔστι γὰρ αὐταῖς τὸ μέλι τροφή.
现在,蚂蚁不进行任何捕猎,而是收集已经做好的东西;蜘蛛既不建造也不储存,而只是捕猎它们的食物;在所提到的九个类中,其余的将在以后讨论,而蜜蜂不捕猎任何东西,而是它们自己制造并储存,因为蜂蜜是它们的食物。
Δῆλον δὲ ποιοῦσιν, ὅταν τὰ κηρία ἐπιχειρῶσιν οἱ μελιττουργοὶ ἐξαιρεῖν· θυμιώμεναι γὰρ καὶ σφόδρα πονοῦσαι ὑπὸ τοῦ καπνοῦ τότε μάλιστα τὸ μέλι ἐσθίουσιν, ἐν δὲ τῷ ἄλλῳ χρόνῳ οὐ σφόδρα ὁρῶνται, ὡς φειδόμεναι καὶ ἀποτιθέμεναι τροφῆς χάριν.
当养蜂人试图取出蜂巢时,它们清楚地表明了这一点;因为被烟熏且因烟而遭受极大痛苦时,它们那时最吃蜂蜜,而在其他时候则见不到它们吃得很多,仿佛是为了食物的缘故而在节省和储存。
Ἔστι δ’ αὐταῖς καὶ ἄλλη τροφή, ἣν καλοῦσί τινες κήρινθον· ἔστι δὲ τοῦτο ὑποδεέστερον καὶ γλυκύτητα συκώδη ἔχον, κομίζουσι δὲ τοῦτο τοῖς σκέλεσι καθάπερ καὶ τὸν κηρόν.
它们还有另一种食物,有人称之为蜂粮;这是一种较次的产品,具有像无花果一样的甜味,它们用腿携带这个,就像携带蜂蜡一样。
Ἔστι δὲ περὶ τὴν ἐργασίαν αὐτῶν καὶ τὸν βίον πολλὴ. ποικιλία.
它们的工作和生活方式有很大多样性。
Ἐπειδὰν γὰρ παραδοθῇ αὐταῖς καθαρὸν τὸ σμῆνος, οἰκοδομοῦσι τὰ κηρία, φέρουσαι τῶν τ’ ἄλλων ἀνθέων καὶ ἀπὸ τῶν δένδρων τὰ δάκρυα, ἰτέας τε καὶ πτελέας καὶ ἄλλων τῶν κολλωδεστάτων.
因为当一个干净的蜂箱交付给它们时,它们建造蜂巢,从其他花朵和树木中携带树脂,例如柳树、榆树以及其他极具粘性的物质。
Τούτῳ δὲ καὶ τὸ ἔδαφος διαχρίουσι τῶν ἄλλων θηρίων ἕνεκεν· καλοῦσι δ’ οἱ μελιττουργοὶ τοῦτο κόνισιν.
它们也用这个涂抹地板,以防其他野兽;养蜂人称之为防线。
Καὶ τὰς εἰσόδους δὲ παροικοδομοῦσιν, ἐὰν εὐρεῖαι ὦσιν. Πλάττουσι δὲ κηρία πρῶτον ἐν οἷς αὐταὶ γίνονται, εἶτ’ ἐν οἷς οἱ καλούμενοι βασιλεῖς καὶ τὰ κηφήνια.
它们首先塑造它们自己出生的蜂巢,然后塑造所谓的王和雄蜂出生的蜂巢。
Τὰ μὲν οὖν αὑτῶν ἀεὶ πλάττουσι, τὰ δὲ τῶν βασιλέων ὅταν ᾖ πολυγονία, τὰ δὲ κηφήνια ἐὰν μέλιτος ἀφθονία ἐπισημαίνῃ.
现在,它们总是塑造自己的蜂巢,但在生育繁盛时塑造王的蜂巢,在预示蜂蜜丰收时塑造雄蜂的蜂巢。
Πλάττουσι δὲ τὰ μὲν τῶν βασιλέων πρὸς τοῖς αὑτῶν (μικρὰ δ’ ἐστὶ ταῦτα), τὰ δὲ κηφήνια πρὸς αὐτά· ἐλάττω δ’ ἐστὶ ταῦτα τῷ μεγέθει τῶν μελιττίων.
它们在自己的蜂巢旁边塑造王的蜂巢(这些是小的),在它们旁边塑造雄蜂的蜂巢;但这些在大小上比蜜蜂的蜂巢要小。
Ἄρχονται δὲ τῶν ἱστῶν ἄνωθεν ἀπὸ τῆς ὀροφῆς τοῦ σμήνους, καὶ κάτω συνυφεῖς ποιοῦσιν ἕως τοῦ ἐδάφους ἱστοὺς πολλούς.
它们从蜂箱的顶部开始织网,并向下制造许多连接到地板的网。
Αἱ δὲ θυρίδες καὶ αἱ τοῦ μέλιτος καὶ τῶν σχαδόνων ἀμφίστομοι· περὶ γὰρ μίαν βάσιν δύο θυρίδες εἰσίν, ὥσπερ ἡ τῶν ἀμφικυπέλλων, ἡ μὲν ἐντὸς ἡ δ’ ἐκτός.
用于蜂蜜和幼虫的蜂房是双口的;因为围绕着一个底部有两个蜂房,就像双口杯一样,一个在内,一个在外。
Αἱ δὲ περὶ τὰς ἀρχὰς τῶν κηρίων πρὸς τὰ σμήνη συνύφειαι, ὅσον ἐπὶ δύο ἢ τρεῖς στίχους κύκλῳ, βραχεῖαι καὶ κεναὶ μέλιτος· πληρέστερα δὲ τῶν κηρίων τὰ μάλιστα τῷ κηρῷ καταπεπλασμένα.
蜂巢开始处与蜂箱的连接部分,大约周围两三行,是短且没有蜂蜜的;而蜂巢中那些特别用蜡封盖的部分是最满的。
Περὶ δὲ τὸ στόμα τοῦ σμήνους τὸ μὲν πρῶτον τῆς εἰσδύσεως περιαλήλιπται μίτυϊ· τοῦτο δ’ ἐστὶ μέλαν ἱκανῶς, ὥσπερ ἀποκάθαρμ’ αὐταῖς τοῦ κηροῦ, καὶ τὴν ὀσμὴν δριμύ, φάρμακον δ’ ἐστὶ τυμμάτων καὶ τῶν τοιούτων ἐμπυημάτων· ἡ δὲ συνεχὴς ἀλοιφὴ τούτῳ πισσόκηρος, ἀμβλύτερον καὶ ἧττον φαρμακῶδες τῆς μίτυος.
在蜂箱的入口周围,侵入的第一部分是用粗蜂胶涂抹的;这相当黑,对它们来说就像蜂蜡的杂质,气味辛辣,是治疗瘀伤和此类化脓的药物;与此连续的抹物是沥青蜡,比粗蜂胶更温和且药用价值更低。
Λέγουσι δέ τινες τοὺς κηφῆνας κηρία μὲν πλάττειν καθ’ αὑτοὺς καὶ ἐν τῷ αὐτῷ σμήνει καὶ ἐν τῷ ἑνὶ κηρίῳ μεριζομένους πρὸς τὰς μελίττας, μελιττουργεῖν μέντοι οὐθέν, ἀλλὰ τρέφεσθαι τῷ τῶν μελιττῶν καὶ αὐτοὺς καὶ τοὺς νεοττούς.
有人说,雄蜂自己在同一个蜂箱中和在同一个蜂巢中塑造蜂房,与蜜蜂分担空间,但它们根本不酿蜜,它们和它们的幼虫都由蜜蜂的蜂蜜滋养。
Διατρίβουσι δ’ οἱ κηφῆνες τὰ μὲν πολλὰ ἔνδον, ἐὰν δ’ ἐκπετασθῶσι, προσφέρονται ῥύβδην ἄνω πρὸς τὸν οὐρανόν, ἐπιδινοῦντες αὑτοὺς καὶ ὥσπερ ἀπογυμνάζοντες· ὅταν δὲ τοῦτο δράσωσι, πάλιν εἰσελθόντες εὐωχοῦνται.
雄蜂大部分时间在内部度过,但如果它们飞出去,它们会猛烈地向上飞向天空,旋转自己,仿佛在锻炼;当它们做完这些,它们再次进入并享用宴席。
Οἱ δὲ βασιλεῖς οὐ πέτονται ἔξω, ἐὰν μὴ μετὰ ὅλου τοῦ ἐσμοῦ, οὔτ’ ἐπὶ βοσκὴν οὔτ’ ἄλλως.
王们不飞出去,除非与整个蜂群一起,无论为了觅食还是其他目的。
Φασὶ δὲ καὶ ἐὰν ἀποπλανηθῇ ὁ ἀφεσμός, ἀνιχνευούσας μεταθεῖν ἕως ἂν εὕρωσι τὸν ἡγεμόνα τῇ ὀσμῇ.
据说,如果蜂群迷失了方向,它们会追踪并奔跑,直到通过气味找到领袖。
Λέγεται δὲ καὶ φέρεσθαι αὐτὸν ὑπὸ τοῦ ἐσμοῦ, ὅταν πέτεσθαι μὴ δύνηται· καὶ ἐὰν ἀπόληται, ἀπόλλυσθαι τὸν ἀφεσμόν· ἐὰν δ’ ἄρα χρόνον τινὰ διαμείνωσι καὶ κηρία ποιήσωσι, μέλι οὐκ ἐγγίνεσθαι καὶ αὐτὰς ταχὺ ἀπόλλυσθαι.
据说当他不能飞时,他会被蜂群携带;如果他死去了,蜂群也会灭亡;如果它们确实存活了一段时间并建造了蜂巢,也不会产生蜂蜜,它们自己也会迅速灭亡。
Τὸν δὲ κηρὸν ἀναλαμβάνουσιν αἱ μέλισσαι ἀριχώμεναι πρὸς τὰ βρύα ὀξέως τοῖς ἔμπροσθεν ποσί· τούτους δ’ ἐκμάττουσιν εἰς τοὺς μέσους, τοὺς δὲ μέσους εἰς τὰ βλαισὰ τῶν ὀπισθίων· καὶ οὕτω γεμισθεῖσαι ἀποπέτονται, καὶ δῆλαί εἰσι βαρυνόμεναι.
蜜蜂通过用前足在苔藓上快速摩擦来获取蜡;它们把这些抹到中足上,再把中足抹到后足弯曲的部分上;这样装载好后它们飞走了,显然很沉重。
Καθ’ ἑκάστην δὲ πτῆσιν οὐ βαδίζει ἡ μέλιττα ἐφ’ ἕτερα τῷ εἴδει ἄνθη, οἷον ἀπὸ ἴου ἐπὶ ἴον, καὶ οὐ θιγγάνει ἄλλου γε, ἕως ἂν εἰς τὸ σμῆνος εἰσπετασθῇ.
在每次飞行中,蜜蜂不会走向不同种类的花,例如只从紫罗兰飞向紫罗兰,在飞回蜂巢之前,它绝不触碰其他种类的花。
Ὅταν δ’ εἰς τὸ σμῆνος ἀφίκωνται, ἀποσείονται, καὶ παρακολουθοῦσιν ἑκάστῃ τρεῖς ἢ τέτταρες.
当它们到达蜂箱时,它们会抖落,三四只蜜蜂会跟随每一个。

词汇与语法注释

  1. 9.40ὅσα κηριοποιά — 以指示代词(ταῦτα)为先行词的关系从句。形容词 κηριοποιός 意为“建造蜂巢的”,在此总指建造六角形巢室的蜂类。此处省略了系动词 εἰσίν。
  2. 9.40οἷον ἀπὸ ἴου ἐπὶ ἴον — 一个插入语,用以说明与前句否定“不走向不同种类的花(οὐ βαδίζει ... ἐφ’ ἕτερα)”相反的肯定具体例。意为“例如从(同种的)紫罗兰飞向紫罗兰”,解释了蜜蜂采蜜的专一性。
  3. 9.40ἀριχώμεναι — 此词在手稿中异读颇多。此处将其解释为表示“摩擦”或“刮擦”的阴性复数主格分词,描述蜜蜂用前足从苔藓或植物表面收集粘性物质的动作。

引用这一段

亚里士多德, 动物志 §9.40#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:9.40%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。