§9.38Τῶν δ’ ἐντόμων ἐργατικώτατον ζῴων ἐστί, σχεδὸν δὲ καὶ πρὸς τἆλλα συγκρίνεσθαι πάντα, τό τε τῶν μυρμήκων γένος καὶ τὸ τῶν μελιττῶν, ἔτι δ’ ἀνθρῆναι καὶ σφῆκες καὶ πάνθ’ ὡς εἰπεῖν τὰ συγγενῆ τούτοις.
昆虫類のうちで、最も働き者の動物であり、ほとんど他のすべての動物と比較してもそう言えるほどであるのは、アリの類とミツバチの類、さらにはスズメバチやアシナガバチ、そして言うなればこれらと同類のすべてのものたちである。
Εἰσὶ δὲ καὶ τῶν ἀραχνίων οἱ γλαφυρώτατοι καὶ λαγαρώτατοι καὶ τεχνικώτεροι περὶ τὸν βίον.
クモ類の中にも、最も精巧で、しなやかで、生き方においてより技術に優れたものがいる。
Ἡ μὲν οὖν τῶν μυρμήκων ἐργασία πᾶσίν ἐστιν ἐπιπολῆς ἰδεῖν, καὶ ὡς ἀεὶ μίαν ἀτραπὸν πάντες βαδίζουσι, καὶ τὴν ἀπόθεσιν τῆς τροφῆς καὶ ταμιείαν·
さて、アリの働きは誰にとっても観察するのが明白であり、どのようにして彼ら全員が常に一つの道を歩むか、および食物の貯蔵と管理についても同様である。
ἐργάζονται γὰρ καὶ τὰς νύκτας τὰς πανσελήνους.
なぜなら、彼らは満月の夜にも働くからである。
§9.39Τῶν δ’ ἀραχνίων καὶ τῶν φαλαγγίων ἔστι μὲν πολλὰ γένη, τῶν μὲν δηκτικῶν φαλαγγίων δύο, τὸ μὲν ἕτερον ὅμοιον τοῖς καλουμένοις λύκοις, μικρὸν καὶ ποικίλον καὶ ὀξὺ καὶ πηδητικόν· καλεῖται δὲ ψύλλα·
クモ類や毒グモの類には多くの属があるが、噛みつく毒グモには二種類ある。 一方は、いわゆるコモリグモに似て、小さく、まだら模様で、素早く、跳びはねるものであり、「ノミ」と呼ばれる。
τὸ δ’ ἕτερον μεῖζον, τὸ μὲν χρῶμα μέλαν, τὰ δὲ σκέλη τὰ πρόσθια μακρὰ ἔχον, καὶ τῇ κινήσει νωθρὸν καὶ βαδίζον ἠρέμα καὶ οὐ κρατερὸν καὶ οὐ πηδῶν.
他方はより大きく、体色は黒く、前脚が長く、動きは鈍重で、静かに歩み、力強くなく、跳びはねない。
Τὰ δ’ ἄλλα πάντα, ὅσα παρατίθενται οἱ φαρμακοπῶλαι, τὰ μὲν οὐδεμίαν τὰ δ’ ἀσθενῆ ποιεῖ τὴν δῆξιν.
薬種商たちが提示する他のすべてのものは、あるものは全く噛み傷を作らないし、あるものは弱い噛み傷しか作らない。
Ἄλλο δ’ ἐστὶ τῶν καλουμένων λύκων γένος.
いわゆるコモリグモには、もう一つの属がある。
Τοῦτο μὲν οὖν τὸ μικρὸν οὐχ ὑφαίνει ἀράχνιον, τὸ δὲ μεῖζον τραχὺ καὶ φαῦλον πρὸς τῇ γῇ·
さて、この小さい方はクモの巣を張らないが、大きい方は、地面や石垣のそばに、粗くてお粗末な巣を張る。
καὶ ταῖς αἱμασιαῖς· ἐπὶ τοῖς στομίοις δ’ ἀεὶ ποιεῖ τὸ ἀράχνιον, καὶ ἔνδον ἔχον τὰς ἀρχὰς τηρεῖ, ἕως ἂν ἐμπεσόν τι κινηθῇ·
そして常にその入り口に巣を張り、その端を内部に保持して、獲物が引っかかって動くまで待ち構える。
ἔπειτα προσέρχεται.
その後、近づいていく。
Τὸ δὲ ποικίλον ὑπὸ τοῖς δένδρεσι ποιεῖται μικρὸν καὶ φαῦλον ἀράχνιον.
また、まだら模様のものは、樹木の下に小さくてお粗末な巣を作る。
Ἄλλο δ’ ἐστὶ τρίτον τούτων σοφώτατον καὶ γλαφυρώτατον·
これらとは別に、第三の、最も賢く、精巧な種がある。
ὑφαίνει γὰρ πρῶτον μὲν διατεῖναν πρὸς τὰ πέρατα πανταχόθεν, εἶτα στημονίζεται ἀπὸ τοῦ μέσου (λαμβάνει δὲ τὸ μέσον ἱκανῶς), ἐπὶ δὲ τούτοις ὥσπερ κρόκας ἐμβάλλει, εἶτα συνυφαίνει.
というのも、それはまず糸を四方の端へと張り渡し、次に中心から縦糸を張り(そして中心を正確に決定する)、これらの上に緯糸のように糸を入れ、それから織り合わせるのである。
Τὴν μὲν οὖν κοίτην καὶ τὴν ἀπόθεσιν τῆς θήρας ἄλλοθι ποιεῖται, τὴν δὲ θήραν ἐπὶ τοῦ μέσου τηροῦσα·
さて、住処や獲物の貯蔵場所は別の場所に作るが、獲物を待つのは中心においてである。
κἄπειθ’ ὅταν ἐμπέσῃ τι, κινηθέντος τοῦ μέσου πρῶτον μὲν περιδεῖ καὶ περιελίττει τοῖς ἀραχνίοις, ἕως ἂν ἀχρεῖον ποιήσῃ, μετὰ δὲ ταῦτ’ ἀπήνεγκεν ἀραμένη, καὶ ἐὰν μὲν τύχῃ πεινῶσα, ἐξεχύλισεν (αὕτη γὰρ ἡ ἀπόλαυσις), εἰ δὲ μή, πάλιν ὁρμᾷ πρὸς τὴν θήραν, ἀκεσαμένη πρῶτον τὸ διερρωγός·
そして、何かが引っかかって中心が動くと、まず最初にクモの糸で縛り上げ、巻きつけて、身動きをとれなくしてしまう。 その後、それを持ち上げて運び去り、もし腹を空かせていれば、その汁を吸い尽くす(これこそが彼らの楽しみだからである)。 もしそうでなければ、まず破れた部分を修復してから、再び獲物の警戒へと急ぐ。
ἐὰν δέ τι μεταξὺ ἐμπέσῃ, πρῶτον ἐπὶ τὸ μέσον βαδίζει, κἀκεῖθεν ἐπανέρχεται πρὸς τὸ ἐμπεσὸν ὥσπερ ἀπ’ ἀρχῆς.
また、その間に別の獲物が引っかかると、まず中心へと進み、そこから再び最初の時のように、引っかかったもののところへと戻ってくる。
Ἐὰν δέ τις λυμήνηται τοῦ ἀραχνίου, πάλιν ἄρχεται τῆς ὑφῆς καταφερομένου τοῦ ἡλίου ἢ ἀνατέλλοντος διὰ τὸ μάλιστα ἐν ταύταις ταῖς ὥραις ἐμπίπτειν τὰ θηρία.
もし誰かが巣を壊すと、日が沈む頃、あるいは日が昇る頃に再び巣作りを始める。 なぜなら、主にこれらの時間帯に獲物が引っかかるからである。
Ἐργάζεται δὲ καὶ θηρεύει ἡ θήλεια· ὁ δ’ ἄρρην συναπολαύει.
働き、そして狩りをするのはメスであり、オスはそのおこぼれを共に預かる。
Τῶν δ’ ἀραχνίων τῶν γλαφυρῶν καὶ ὑφαινόντων ἀράχνιον πυκνὸν δύο ἐστὶ γένη, τὸ μὲν μεῖζον τὸ δ’ ἔλαττον.
精巧で、かつ密な巣を張るクモ類には二つの属があり、一方はより大きく、他方はより小さい。
Τὸ μὲν οὖν μακροσκελέστερον κάτωθεν κρεμάμενον τηρεῖ, ὅπως ἂν μὴ φοβούμενα τὰ θηρία εὐλαβῆται ἀλλ’ ἐμπίπτῃ ἄνω (διὰ γὰρ τὸ μέγεθος οὐκ εὐκρυφές ἐστι), τὸ δὲ συμμετρότερον ἄνωθεν ἐπηλυγισάμενον τοῦ ἀραχνίου ὀπὴν μικράν.
さて、脚のより長い方は、下側にぶら下がって待ち構える。 それは獲物が恐怖を抱いて警戒することなく、上側で引っかかるようにするためである(というのも、その大きさゆえに身を隠すのが容易ではないからである)。 一方、より均整のとれた方は、巣の上側から、小さな穴を覆い隠すようにして待ち構える。
Δύνανται δ’ ἀφιέναι οἱ ἀράχναι τὸ ἀράχνιον εὐθὺς γενόμενοι, οὐκ ἔσωθεν ὡς ὂν περίττωμα, καθάπερ φησὶ Δημόκριτος, ἀλλ’ ἀπὸ τοῦ σώματος οἷον φλοιόν, ἢ τὰ βάλλοντα ταῖς θριξίν, οἷον αἱ ὕστριχες.
またクモたちは、生まれてすぐに糸を放出することができる。 デモクリトスが言うように、老廃物として体内から出すのではなく、体から樹皮のように剥がれ落ちるか、あるいはヤマアラシのように、毛を放出する動物のようである。
Περιτίθεται δὲ καὶ περιελίττεται καὶ τοῖς μείζοσι ζῴοις, ἐπεὶ καὶ ταῖς σαύραις ταῖς μικραῖς ἐπιβάλλον περὶ τὸ στόμα περιθέον ἀφίησιν, ἕως ἂν συλλάβῃ τὸ στόμα·
またそれは、より大きな動物にも糸を巻きつけ、絡みつかせる。 実際、小さなトカゲに対しても、口の周りに糸を投げかけ、周囲を走り回りながら、口を塞いでしまうまで放出し続ける。
τότε δ’ ἤδη δάκνει προσελθόν.
そしてその時になって初めて、近づいて噛みつくのである。
Καὶ περὶ μὲν τούτων τῶν ζῴων τοῦτον ἔχει τὸν τρόπον.
さて、これらの動物については、このような具合である。