§9.1#2Πόλεμος μὲν οὖν πρὸς ἄλληλα τοῖς ζῴοις ἐστίν, ὅσα τοὺς αὐτούς τε κατέχει τόπους καὶ ἀπὸ τῶν αὐτῶν ποιεῖται τὴν ζωήν·
したがって、同じ場所を占め、かつ同じものから生計を立てている動物たちの間には、互いに闘争が存在する。
ἐὰν γὰρ ᾖ σπάνιος ἡ τροφή, καὶ πρὸς ἄλληλα τὰ ὁμόφυλα μάχεται, ἐπεὶ καὶ τὰς φώκας φασὶ πολεμεῖν τὰς περὶ τὸν αὐτὸν τόπον, καὶ ἄρρενι ἄρρενα καὶ θηλείᾳ θήλειαν, ἕως ἂν ἀποκτείνῃ ἢ ἐκβληθῇ θάτερον ὑπὸ θατέρου·
というのも、もし食物が稀少であれば、同種の者同士でも互いに戦うからである。 実際、同じ場所に生息するアザラシたちも、雄は雄と、雌は雌と、一方が他方によって殺されるか追い出されるまで戦うと言われている。
καὶ τὰ σκυμνία ὡσαύτως πάντα.
その子供たちも同様にすべて戦う。
Ἔτι δὲ τοῖς ὠμοφάγοις ἅπαντα πολεμεῖ, καὶ ταῦτα τοῖς ἄλλοις·
さらに、肉食動物に対してはすべての動物が敵対し、これらも他の動物たちと敵対する。
ἀπὸ γὰρ τῶν ζῴων ἡ τροφὴ αὐτοῖς·
彼らの食物は他の動物から得られるからである。
ὅθεν καὶ τὰς διεδρίας καὶ τὰς συνεδρίας οἱ μάντεις λαμβάνουσι, δίεδρα μὲν τὰ πολέμια τιθέντες, σύνεδρα δὲ τὰ εἰρηνοῦντα πρὸς ἄλληλα.
このことから、占い師たちは、鳥が別々に止まることや、一緒に止まることを占いとして取り入れ、敵対するものを「別々に止まるもの」とし、互いに平和を保っているものを「一緒に止まるもの」と定めるのである。
Κινδυνεύει δέ, εἰ ἀφθονία τροφῆς εἴη, πρός τε τοὺς ἀνθρώπους ἂν ἔχειν τιθασσῶς τὰ νῦν φοβούμενα αὐτῶν καὶ ἀγριαίνοντα, καὶ πρὸς ἄλληλα τὸν αὐτὸν τρόπον.
そして、もし食物が豊富にあるならば、現在恐れを抱き野生化している動物たちも、人間に対して従順になり、互いに対しても同様になる可能性がある。
Δῆλον δὲ ποιεῖ τοῦτο ἡ περὶ Αἴγυπτον ἐπιμέλεια τῶν ζῴων·
このことは、エジプトにおける動物の世話によって明らかになっている。
διὰ γὰρ τὸ τροφὴν ὑπάρχειν καὶ μὴ ἀπορεῖν μετ’ ἀλλήλων ζῶσι καὶ αὐτὰ τὰ ἀγριώτατα·
なぜなら、食物が存在し、不足することがないために、最も凶暴な動物たちでさえ互いに一緒に暮らしているからである。
διὰ τὰς ὠφελείας γὰρ ἡμεροῦται, οἷον ἐνιαχοῦ τὸ τῶν κροκοδείλων γένος πρὸς τὸν ἱερέα διὰ τὴν ἐπιμέλειαν τὴν τῆς τροφῆς.
利益のためにそれらは手なずけられる。 例えば、ある場所では、クロコダイルの類が、食物を与えてもらう世話のおかげで、神官に対して人懐こくなっている。
Τὸ δ’ αὐτὸ τοῦτ’ ἔστιν ἰδεῖν καὶ περὶ τὰς ἄλλας χώρας γινόμενον, καὶ κατὰ μόρια τούτων.
これと同じことは、他の土地でも、またそれらの局所的な地域でも起こっているのを見ることができる。
Ἔστι δ’ ἀετὸς καὶ δράκων πολέμια·
ワシとヘビは敵対している。
τροφὴν γὰρ ποιεῖται τοὺς ὄφεις ὁ ἀετός.
ワシはヘビを食物とするからである。
Καὶ ἰχνεύμων καὶ φάλαγξ·
また、イクネウモンと毒グモも敵対している。
θηρεύει γὰρ τοὺς φάλαγγας ὁ ἰχνεύμων.
イクネウモンは毒グモを狩るからである。
Τῶν δ’ ὀρνίθων ποικιλίδες καὶ κορυδῶνες καὶ πίπρα καὶ χλωρεύς·
鳥類のうちでは、ポイキリス、ヒバリ、ピプラ、アオジが敵対している。
τὰ γὰρ ᾠὰ κατεσθίουσιν ἀλλήλων.
互いの卵を食い荒らすからである。
Καὶ κορώνη καὶ γλαύξ·
また、カラスとフクロウも敵対している。
ἡ μὲν γὰρ τῆς μεσημβρίας, διὰ τὸ μὴ ὀξὺ βλέπειν τὴν γλαῦκα τῆς ἡμέρας, κατεσθίει ὑφαρπάζουσα αὐτῆς τὰ ᾠά, ἡ δὲ γλαὺξ τῆς νυκτὸς τὰ τῆς κορώνης, καὶ κρείττων ἡ μὲν τῆς ἡμέρας ἡ δὲ τῆς νυκτός ἐστιν.
カラスは真昼、フクロウが昼間はっきりと目が見えないために、その隙を狙ってフクロウの卵を奪って食い、フクロウは夜間にカラスの卵を食う。 一方は昼に、他方は夜に優勢だからである。
Καὶ γλαὺξ δὲ καὶ ὄρχιλος πολέμια·
また、フクロウとミソサザイも敵対している。
τὰ γὰρ ᾠὰ κατεσθίει καὶ οὗτος τῆς γλαυκός.
ミソサザイもフクロウの卵を食うからである。
Τῆς δὲ ἡμέρας καὶ τὰ ἄλλα ὀρνίθια τὴν γλαῦκα περιπέταται, ὃ καλεῖται θαυμάζειν, καὶ προσπετόμενα τίλλουσιν·
そして昼間には、他の小鳥たちもフクロウの周りを飛び回り、これは「驚き見つめる」と呼ばれるが、飛びかかって羽をむしり取る。
διὸ οἱ ὀρνιθοθῆραι θηρεύουσιν αὐτῇ παντοδαπὰ ὀρνίθια.
それゆえ、鳥刺したちはフクロウを用いて、あらゆる種類の小鳥を捕らえるのである。
Πολέμιος δὲ καὶ ὁ πρέσβυς καλούμενος καὶ γαλῆ καὶ κορώνη·
また、「長老」と呼ばれる鳥と、イタチ、カラスも敵対している。
τὰ γὰρ ᾠὰ καὶ τοὺς νεοττοὺς κατεσθίουσιν αὐτῆς.
それらはフクロウの卵や雛を食うからである。
Καὶ τρυγὼν καὶ πυραλλίς·
また、キジバトとピュラリスも敵対している。
τόπος γὰρ τῆς νομῆς καὶ βίος ὁ αὐτός.
採餌の場所と生活様式が同じだからである。
Καὶ κελεὸς καὶ λιβυός.
また、アオゲラとリビュオスも敵対している。
Ἰκτῖνος δὲ καὶ κόραξ·
トビとワタリガラスも敵対している。
ὑφαιρεῖται γὰρ τοῦ κόρακος ὁ ἰκτῖνος ὅ τι ἂν ἔχῃ διὰ τὸ κρείττων εἶναι τοῖς ὄνυξι καὶ τῇ πτήσει, ὥστε ἡ τροφὴ ποιεῖ πολεμίους καὶ τούτους.
トビは、爪と飛行能力において勝っているため、ワタリガラスが持っているものは何でも奪い取る。 それゆえ、食物がこの二者をも敵同士にするのである。
Ἔτι οἱ ἀπὸ τῆς θαλάττης ζῶντες ἀλλήλοις, οἷον βρένθος καὶ λάρος καὶ ἅρπη.
さらに、海から糧を得て生きているもの同士、例えば、ブレントス、カモメ、ハルペーも敵対している。
Τριόρχης δὲ καὶ φρῦνος καὶ ὄφις·
ノスリと、ヒキガエルおよびヘビも敵対している。
κατεσθίει γὰρ ὁ τριόρχης αὐτούς.
ノスリが彼らを食うからである。
Τρυγὼν δὲ καὶ χλωρεύς·
キジバトとアオジも敵対している。
ἀποκτείνει γὰρ τὴν τρυγόνα ὁ χλωρεύς, καὶ ἡ κορώνη τὸν καλούμενον τύπανον.
アオジがキジバトを殺すからである。 また、カラスは「テュパノス」と呼ばれる鳥を殺す。
Τὸν δὲ κάλαριν ὁ αἰγωλιὸς καὶ οἱ ἄλλοι γαμψώνυχες κατεσθίουσιν·
また、カラリスを、コノハズクや他の猛禽類が食い殺す。
ὅθεν ὁ πόλεμος αὐτοῖς.
そこから彼らの間の闘争が生じる。
Πόλεμος δὲ καὶ ἀσκαλαβώτῃ καὶ ἀράχνῃ·
また、ヤモリとクモも敵対している。
κατεσθίει γὰρ τοὺς ἀράχνας ὁ ἀσκαλαβώτης.
ヤモリがクモを食うからである。
Πίπῳ δὲ καὶ ἐρωδιῷ·
ピポスとサギも敵対している。
τὰ γὰρ ᾠὰ κατεσθίει καὶ τοὺς νεοττοὺς τοῦ ἐρωδιοῦ.
ピポスがサギの卵と雛を食うからである。
Αἰγίθῳ δὲ καὶ ὄνῳ πόλεμος διὰ τὸ παριόντα τὸν ὄνον κνήθεσθαι εἰς τὰς ἀκάνθας τὰ ἕλκη·
ヒワとロバも闘争関係にある。 なぜなら、通りかかるロバがアザミに傷口をこすりつけるからである。
διά τε οὖν τοῦτο, κἂν ὀγκήσηται, ἐκβάλλει τὰ ᾠὰ καὶ τοὺς νεοττούς·
それゆえ、このため、あるいはロバがいななくと、ヒワは卵や雛を落としてしまう。
φοβούμενοι γὰρ ἐκπίπτουσιν·
恐れてそれらが外に落ちてしまうからである。
ὁ δὲ διὰ τὴν βλάβην ταύτην κολάπτει ἐπιπετόμενος τὰ ἕλκη αὐτοῦ.
そこでヒワはこの損害のために、ロバの上に飛び乗ってその傷口をつつくのである。
Λύκος δ’ ὄνῳ καὶ ταύρῳ καὶ ἀλώπεκι πολέμιος·
オオカミはロバ、雄牛、キツネと敵対している。
ὠμοφάγος γὰρ ὢν ἐπιτίθεται τοῖς βουσὶ καὶ τοῖς ὄνοις καὶ τῇ ἀλώπεκι.
肉食であるため、牛やロバ、キツネに襲いかかるからである。
Καὶ ἀλώπηξ δὲ καὶ κίρκος διὰ τὴν αὐτὴν αἰτίαν·
また、キツネとタカも同じ理由で敵対している。
γαμψώνυχος γὰρ ὢν καὶ ὠμοφάγος ἐπιτίθεται καὶ ἕλκη ποιεῖ κόπτων.
タカは鉤爪を持ち肉食であるため、キツネに襲いかかり、つついて傷を負わせるからである。
Καὶ κόραξ ταύρῳ καὶ ὄνῳ πολέμιος διὰ τὸ τύπτειν ἐπιπετόμενος αὐτοὺς καὶ τὰ ὄμματα κολάπτειν αὐτῶν.
また、ワタリガラスは雄牛やロバと敵対している。 それらの上に飛び乗って叩き、それらの目をつつくからである。
Πολεμεῖ δὲ καὶ ἀετὸς καὶ ἐρωδιός·
また、ワシとサギも戦う。
γαμψώνυχος γὰρ ὢν ὁ ἀετὸς ἐπιτίθεται, ὁ δ’ ἀποθνήσκει ἀμυνόμενος.
ワシは鉤爪を持つため襲いかかり、サギは身を守りながら死ぬ。