Humanitext Reader

アリストテレス · 動物誌 §9.1#1

動物の習性における寿命と雌雄による差異

151 / 189 箇所 · ギリシア語

要旨

動物の習性の現れ方における寿命や雌雄による違いを論じ、特に人間や高等動物においてその違いが顕著であることを、具体例を挙げて説明する。

§9.1#1## Ι. Τὰ δ’ ἤθη τῶν ζῴων ἐστὶ τῶν μὲν ἀμαυροτέρων καὶ βραχυβιωτέρων ἧττον ἡμῖν ἔνδηλα κατὰ τὴν αἴσθησιν, τῶν δὲ μακροβιωτέρων ἐνδηλότερα.
動物の習性は、不明瞭なものや寿命の短いものにおいては、我々の感覚にとってそれほど明らかではないが、長命なものにおいてはより明らかである。
Φαίνονται γὰρ ἔχοντά τινα δύναμιν περὶ ἕκαστον τῶν τῆς ψυχῆς παθημάτων φυσικήν, περί τε φρόνησιν καὶ εὐήθειαν καὶ ἀνδρίαν καὶ δειλίαν, περί τε πραότητα καὶ χαλεπότητα καὶ τὰς ἄλλας τὰς τοιαύτας ἕξεις.
というのも、それらは魂の各情念に関して、すなわち、思慮、愚鈍、勇敢、臆病、温和、粗暴、その他これらに類する状態に関して、何らかの自然な能力を持っているように見えるからである。
Ἔνια δὲ κοινωνεῖ τινὸς ἅμα καὶ μαθήσεως καὶ διδασκαλίας, τὰ μὲν παρ’ ἀλλήλων, τὰ δὲ καὶ παρὰ τῶν ἀνθρώπων, ὅσαπερ ἀκοῆς μετέχει, μὴ μόνον ὅσα τῶν ψόφων, ἀλλ’ ὅσα καὶ τῶν σημείων διαισθάνεται τὰς διαφοράς.
また、あるものは学習と指導の双方をいくらか共有しており、あるものは互いから、あるものは人間からそれを得る。 これは聴覚を持つすべてのもの、単に音の響きを感知するだけでなく、記号の違いをも聞き分けるものすべてに当てはまる。
Ἐν πᾶσι δ’ ὅσοις ἐστὶ γένεσι τὸ θῆλυ καὶ τὸ ἄρρεν, σχεδὸν ἡ φύσις ὁμοίως διέστησε τὸ ἦθος τῶν θηλειῶν πρὸς τὸ τῶν ἀρρένων.
雌雄が存在するすべての類において、自然は雌の習性と雄の習性との違いをほぼ同様に定めている。
Μάλιστα δὲ φανερὸν ἐπί τε τῶν ἀνθρώπων καὶ τῶν μέγεθος ἐχόντων καὶ τῶν ζῳοτόκων τετραπόδων·
これは人間や、体躯の大きいもの、また胎生四肢動物において最も顕著である。
μαλακώτερον γὰρ τὸ ἦθός ἐστι τὸ τῶν θηλειῶν, καὶ τιθασσεύεται θᾶττον, καὶ προσίεται τὰς χεῖρας μᾶλλον, καὶ μαθητικώτερον, οἷον καὶ αἱ Λάκαιναι κύνες αἱ θήλειαι εὐφυέστεραι τῶν ἀρρένων εἰσίν.
というのも、雌の習性はより穏やかであり、より早く手なずけられ、手をより受け入れ、学習能力が高いからである。 例えば、ラコニアの雌の猟犬は雄よりも優れている。
Τὸ δ’ ἐν τῇ Μολοττίᾳ γένος τῶν κυνῶν τὸ μὲν θηρευτικὸν οὐδὲν διαφέρει πρὸς τὸ παρὰ τοῖς ἄλλοις, τὸ δ’ ἀκόλουθον τοῖς προβάτοις τῷ μεγέθει καὶ τῇ ἀνδρίᾳ τῇ πρὸς τὰ θηρία.
モロッシアの犬の系統のうち、狩猟用のものは他の場所のものと何ら変わらないが、羊に付き従うものは、その大きさと野生動物に対する勇敢さにおいて際立っている。
Διαφέρουσι δ’ οἱ ἐξ ἀμφοῖν ἀνδρίᾳ καὶ φιλοπονίᾳ, οἵ τε ἐκ τῶν ἐν τῇ Μολοττίᾳ γιγνομένων κυνῶν καὶ ἐκ τῶν Λακωνικῶν.
また、両者から生まれたものは、勇敢さと勤勉さにおいて異なっている、すなわち、モロッシアの犬から生まれたものとラコニアの犬から生まれたものの双方である。
Ἀθυμότερα δὲ τὰ θήλεα πάντα τῶν ἀρρένων πλὴν ἄρκτου καὶ παρδάλεως·
クマとヒョウを除いて、すべての雌は雄よりも気概に欠ける。
τούτων δ’ ἡ θήλεια δοκεῖ εἶναι ἀνδρειοτέρα.
これらにおいては、雌の方がより勇敢であると思われる。
Ἐν δὲ τοῖς ἄλλοις γένεσι τὰ θήλεα μαλακώτερα καὶ κακουργότερα καὶ ἧττον ἁπλᾶ καὶ προπετέστερα καὶ περὶ τὴν τῶν τέκνων τροφὴν φροντιστικώτερα, τὰ δ’ ἄρρενα ἐναντίως θυμωδέστερα καὶ ἀγριώτερα καὶ ἁπλούστερα καὶ ἧττον ἐπίβουλα.
他の類においては、雌はより穏やかで、悪知恵が働き、率直でなく、軽率で、子の養育についてより細やかに配慮する。 これに対して雄は、より怒りっぽく、狂暴で、率直で、陰険でない。
Τούτων δ’ ἴχνη μὲν τῶν ἠθῶν ἐστὶν ἐν πᾶσιν ὡς εἰπεῖν, μᾶλλον δὲ φανερώτερα ἐν τοῖς ἔχουσι μᾶλλον ἦθος καὶ μάλιστα ἐν ἀνθρώπῳ·
これらの習性の兆候は、言ってみればすべてのものに存在するが、より発達した習性を持つものにおいて、そして特に人間において、より顕著である。
τοῦτο γὰρ ἔχει τὴν φύσιν ἀποτετελεσμένην, ὥστε καὶ ταύτας τὰς ἕξεις εἶναι φανερωτέρας ἐν αὐτοῖς.
というのも、人間はその本性が完成されているため、これらの状態も人間においてより明白だからである。
Διόπερ γυνὴ ἀνδρὸς ἐλεημονέστερον καὶ ἀρίδακρυ μᾶλλον, ἔτι δὲ φθονερώτερον καὶ μεμψιμοιρότερον, καὶ φιλολοίδορον τὸ θῆλυ τοῦ ἄρρενος καὶ δύσελπι, καὶ ἀναιδέστερον καὶ ψευδέστερον, εὐαπαητότερον δὲ καὶ μνημονικώτερον, ἔτι δὲ ἀγρυπνότερον καὶ ὀκνηρότερον καὶ ὅλως ἀκινητότερον τὸ θῆλυ τοῦ ἄρρενος, καὶ τροφῆς ἐλάττονός ἐστιν.
それゆえ、女は男よりも同情深く、涙もろく、さらに嫉妬深く、愚痴っぽく、また雌は雄よりも人をそしることを好み、絶望しやすく、破廉恥で、嘘つきであり、騙されやすく、記憶力が良く、さらに目覚めがちで、怠惰であり、総じて活動性に欠け、食物の摂取量もより少ない。
Βοηθητικώτερον δέ, ὥσπερ ἐλέχθη, καὶ ἀνδρειότερον τὸ ἄρρεν τοῦ θήλεός ἐστιν, ἐπεὶ καὶ ἐν τοῖς μαλακίοις, ὅταν τῷ τριώδοντι πληγῇ ἡ σηπία, ὁ μὲν ἄρρην βοηθεῖ τῇ θηλείᾳ, ἡ δὲ θήλεια φεύγει τοῦ ἄρρενος πληγέντος.
しかし、すでに言われたように、雄は雌よりも助けようとする性質が強く、また勇敢である。 実際、軟体動物においてさえ、コウイカが三叉銛で突かれたとき、雄は雌を助けるが、雌は雄が突かれたときには逃げてしまうのである。

語釈・文法注

  1. 9.1τῶν μὲν ἀμαυροτέρων καὶ βραχυβιωτέρων — τῶν ζῴων の部分属格、あるいは ἤθη にかかる所有属格で、後半の τῶν δὲ μακροβιωτέρων と対比されている。
  2. 9.1Φαίνονται γὰρ ἔχοντα — 動詞 φαίνομαι が主格分詞 ἔχοντα を伴い、「持っていることが明らかである、持っているように見える」という確実な事実に近い判断を表す構文。
  3. p.305ἀποτετελεσμένην — 対格の名詞 τὴν φύσιν にかかる目的格補語(二次述語)として機能する受動完了分詞。「本性を完成された状態として持っている」という意味になる。
  4. p.306τοῦ ἄρρενος πληγέντος — 属格独立構文(絶対属格)で、時(「雄が突かれたとき」)または条件を表す。

この箇所を引用する

アリストテレス, 動物誌 §9.1#1. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:9.1%231

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。